- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:706-707
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在大埃阿斯的陈词收尾后,详细叙述了洛克里斯人埃阿斯的品性以及他与阿伽门农围绕卡珊德拉产生的争执。埃阿斯为避开阿伽门农的阴谋而出逃并死于海难,全军为他举行了空前隆重的海葬仪式,随后转入对贤者喀戎及其英雄弟子的叙述。
Ἀμπελουργός στρατεύομεν δὲ οὐχ ὑπὲρ τοῦ δουλεύειν ἢ σοὶ ἢ ἑτέρῳ, ἀλλʼ ὑπὲρ τοῦ καταδουλώσασθαι Τροίαν, ἣν λάβοιμεν, ὦ θεοί, λαμπρὰ καὶ καλὰ ἐργασάμενοι. τοιοῦτοι γὰρ ἐσμὲν τὰς ἀρετάς, οἷοι Τροίαν μὲν ἐσπουδακότες λαβεῖν, Κρήτην δὲ παίζοντες.1 Αἴαντα δὲ τὸν Λοκρὸν τὰ μὲν πολέμιά φησι κατὰ Διομήδην τε καὶ Σθένελον γεγονέναι, ξυνετὸν δὲ ἧττον δόξαι, προσέχειν δὲ οὐδὲν τῷ Ἀγαμέμνονι — πατρός τε γὰρ εἶναι Λοκρῶν δυνατωτάτου στρατιάν τε οὐκ ἀφανῆ ἄγειν — οὐδὲ δουλεύσειν ποτὲ ἑκὼν οὔτʼ Ἀτρείδαις οὔτε ἄλλῳ οὐδενί, ἔστʼ ἂν ἥδε ἀστράπτῃ τὴν αἰχμὴν δεικνὺς ταῦτα ἔλεγε γοργὸν βλέπων καὶ ἀναχαιτίζων τὴν κόμην ὑπὸ τοῦ τῆς γνώμης ἑτοίμου. καὶ τοὺς μὲν ἄλλους ἔφασκεν, ὅσοι προσεῖχον τῷ Ἀγαμέμνονι, ὑπὲρ τῆς Ἑλένης ἥκειν, ἑαυτὸν δὲ ὑπὲρ τῆς Εὐρώπης, δεῖν γὰρ δὴ Ἕλληνας ὄντας κρατεῖν βαρβάρων. εἶναι δὲ αὐτῷ καὶ χειροήθη δράκοντα πεντάπηχυν τὸ μέγεθος, ὃν ξυμπίνειν τε καὶ ξυνεῖναι τῷ Αἴαντι καὶ ὁδῶν ἡγεῖσθαι καὶ ξυνομαρτεῖν, οἷον κύνα. τὴν δὲ Κασάνδραν ἀποσπάσαι μὲν ἀπὸ τοῦ τῆς Ἀθηνᾶς ἕδους προσκειμένην τῇ θεῷ καὶ ἱκετεύουσαν, οὐ μὴν βιάσασθαί γε, οὐδʼ ὑβρίσαι ἐς αὐτήν, ὁπόσα οἱ μῦθοι ἐς αὐτὸν ψεύδονται, ἀλλʼ ἀπαγαγεῖν μὲν ἐς τὴν ἑαυτοῦ σκηνήν, τὸν δὲ Ἀγαμέμνονα ἰδόντα τὴν Κασάνδραν, πρὸς γὰρ τῇ ὥρᾳ καὶ κατέστεπτο παρὰ τῆς τέχνης, ἁλῶναί τε αὐτίκα τῆς κόρης καὶ ἀφελέσθαι αὐτὴν τὸν Αἴαντα, ἔριδός τε αὐτοῖς ἐν τῷ δασμῷ γενομένης ὁ μὲν ἠξίου ἑαυτοῦ εἶναι, ἃ εἷλεν, ὁ δὲ οὔτε ἀπεδίδου καὶ ἀσεβῆσαι αὐτὸν ἐς τὴν Ἀθηνᾶν ἔφασκε.
葡萄园丁:我们出征不是为了服从你或服从他人,而是为了征服特洛伊;诸神啊,愿我们在立下辉煌卓绝的战功之后将其攻克!因为我们在勇武上足以做到:认真起来便能夺取特洛伊,而随手儿戏便能攻取克里特。” 至于洛克里斯人埃阿斯,他说其战功可与狄俄墨得斯和斯忒涅罗斯并驾齐驱,但被认为欠缺明智,且全不理会阿伽门农——因为他出身于洛克里斯最有权势的家族,统领着一支不容小觑的军队——声称自己绝不会心甘情愿地臣服于阿特柔斯之子们或任何其他人,“只要它还闪耀着光芒,”他指着矛尖,带着威凌的目光,因性格决绝而甩动着长发这般说道。他还宣称,凡听从阿伽门农的其他人都是为海伦而来,而他自己则是为了欧洲而来,因为身为希腊人,理当统领蛮族。他身边还有一条驯养的大蛇,长达五肘,与埃阿斯同饮同处,在前引路,如犬一般相随。关于卡珊德拉,他虽然将抱住女神神像祈求庇护的她从雅典娜的神座旁拉开,却绝未强暴她,亦未对她施加凌辱,不像神话对他所作的虚假描述那般,而是将她带回了自己的营帐。然而阿伽门农一见到卡珊德拉——因为除了青春美貌之外,她还因预言之艺而备受尊崇——便立刻为这少女所倾倒,把她从埃阿斯手中夺走;在分配战利品时两人发生争执,埃阿斯主张自己俘获的当归自己所有,而阿伽门农不仅不肯归还,还声称他对雅典娜犯下了大不敬之罪。
Ἀμπελουργός καθεῖντο δὲ τῷ Ἀγαμέμνονι λογοποιοὶ ἐς τὸ Ἑλληνικὸν διὰ τὸ ἀεὶ πρὸς τὸν Αἴαντα ἔχθος, τὴν θεὸν πολλὰ καὶ ἄτοπα ἐπισημαίνειν2 ὑπὲρ τῆς κόρης καὶ ἀπολεῖσθαι τὴν στρατιάν, εἰ μὴ ἀπολέσειεν αὐτόν. ὁ δὲ ἐνθυμηθείς, ὅπως Αἴαντα μὲν ἀπώλεσεν ἄδικος κρίσις, Παλαμήδη δὲ οὐδὲν ἡ σοφία ὤνησε τὸ μὴ οὐκ ἀποθανεῖν3 διαβληθέντα, ἀποδρᾶναι νύκτωρ ἐν πορθμείῳ οὐ μεγάλῳ χειμῶνός τε καὶ ὡς ἔτυχεν, ὅτε δὴ πλέων εὐθὺ Τήνου τε καὶ Ἄνδρου πρὸς Γυραῖς ἀπέθανεν. ἀγγελίας δὲ τοῦ πάθους ἐς τοὺς Ἀχαιοὺς ἐλθούσης ὀλίγους μὲν αὐτῶν σίτου ἅψασθαι, πάντας δὲ ὡς ἐπʼ ἀνδρὶ ἀγαθῷ χεῖρας ἄρασθαι, προσεσχηκότας τε τῇ θαλάττῃ ἀνακαλεῖν αὐτὸν καὶ ὀλοφύρεσθαι καὶ τὸν Ἀγαμέμνονα ἐν ὀργῇ ἔχειν μονονοὺ χερσὶ πράξαντα τὴν ἀπώλειαν τοῦ Αἴαντος, ἐναγισμάτων τε αὐτὸν τυχεῖν, ἃ μήπω ἐπηνέχθη πρότερον μήτε μὴν ὕστερον ἀνθρώπῳ τινί, μηδὲ ὁπόσους ναυμαχίαι ἀφανεῖς ἔσχον· ἐς γὰρ Λοκρίδα ναῦν, ἣ τὸν Αἴαντα ἦγε, ξύλα νήσαντες, ὥσπερ ἐς πυράν, ἔσφαξαν μέλανα πάντα καὶ στείλαντες αὐτὴν ἱστίοις μέλασι καὶ τοῖς ἄλλοις, ὁπόσα ἐς τὸ πλεῖν εὕρηται, ξυνεῖχον πείσμασιν ἔς τε πνεῦσαι τὸν ἀπὸ τῆς γῆς ἄνεμον, ὃν περὶ ὀρθρὸν μάλιστα ἡ Ἴδη ἀποστέλλει, ἐπεὶ δὲ ἡμέρα διεφαίνετο καὶ κατῄει τὸ πνεῦμα, πῦρ ἐς κοίλην τὴν ναῦν ἐνῆκαν. ἔπλει τε δὴ μετεωρίζουσα ἐς τὸ πέλαγος, καὶ οὔπω ἡλίου ἀνίσχοντος αὐτή τε κατεφλέχθη καὶ ὁπόσα τῷ Αἴαντι ἔφερεν. Χείρωνα δὲ τὸν ἐν Πηλίῳ γενέσθαι μέν φησιν ἀνθρώπῳ ὅμοιον, σοφὸν δὲ καὶ λόγους καὶ ἔργα — θήρας τε γὰρ ποικίλης ἥπτετο καὶ τὰ πολεμικὰ ἐπαίδευε καὶ ἰατροὺς ἀπέφαινε καὶ μουσικοὺς ἥρμοττε καὶ δικαίους ἐποίει — βιῶναί τε ἐπὶ μήκιστον, φοιτῆσαι δὲ αὐτῷ Ἀσκληπιὸν Τελαμῶνά τε καὶ Πηλέα καὶ Θησέα,
葡萄园丁:阿伽门农出于对埃阿斯一贯的仇恨,派散布谣言者潜入希腊军营,宣称女神因那少女而显现了诸多离奇不祥的征兆,若不处死埃阿斯,全军便将覆灭。埃阿斯思及不公正的审判如何毁灭了大埃阿斯,而智慧又未曾让帕拉墨得斯在遭诬陷时免于一死,便在风暴肆虐的黑夜里乘着一艘不大的渡船仓皇出逃;当他笔直驶向忒诺斯与安德罗斯时,在居赖岩礁附近丧生。噩耗传至阿开奥斯人营中,极少有人进食,所有人都如同悼念勇士般举起双手;他们面向大海呼唤他并痛哭哀悼,对阿伽门农满腔怒火,认为他几乎亲手造成了埃阿斯的毁灭。他们为他举行了从前和以后都未曾有人享用过的亡魂祭礼,哪怕是在海战中尸骨无存的阵亡者亦未曾有过:他们在曾载运埃阿斯的洛克里斯战船上堆满木柴,宛如筑起火葬柴堆,宰杀了全黑的牺牲牲畜,为战船挂上黑帆并备齐一切航海用具,用缆绳系住船只,直到破晓时分伊达山吹下陆风;当日光初现、阵风骤起时,他们将火投入船舱。战船在波涛间向远海破浪驶去,太阳尚未升起,战船及其为埃阿斯装载的供品便被焚烧殆尽。关于珀利翁山的喀戎,他说他外貌虽与常人无异,在言语和行动上却皆是智者——因为他精通各种狩猎之术,教授战艺,培养医者,熏陶乐人,教导人秉持正义——且寿命极长,阿斯克勒庇俄斯、忒拉蒙、珀琉斯与忒修斯都曾投身其门下求学,
- 706οἷοι Τροίαν μὲν ἐσπουδακότες λαβεῖν, Κρήτην δὲ παίζοντες
关系代词 οἷοι 与先行成分 τοιοῦτοι ... τὰς ἀρετάς(“在武勇上具有如此品质者”)相呼应,引出表性质或结果的不定式 λαβεῖν。在并列对比的分词 ἐσπουδακότες(“严肃认真时”)与 παίζοντες(“儿戏玩笑时”)中,后一分句同样承前省略并共享不定式 λαβεῖν 及其宾语 Κρήτην。
- 707καθεῖντο δὲ τῷ Ἀγαμέμνονι λογοποιοὶ ἐς τὸ Ἑλληνικὸν ... τὴν θεὸν πολλὰ καὶ ἄτοπα ἐπισημαίνειν
καθεῖντο 是动词 καθίημι 的直陈式过去完成时中被动态第三人称复数,主语为 λογοποιοί(“制造谣言者”)。与格 τῷ Ἀγαμέμνονι 为施动者或利害与格(“由阿伽门农布置/派遣”)。紧随其后的“对格+不定式”结构(τὴν θεὸν ... ἐπισημαίνειν)同位语式地充实了造谣者所散布的具体言论内容。
- 707τὸ μὴ οὐκ ἀποθανεῖν
双重赘加否定结构。因主句含有否定表述(οὐδὲν ἡ σοφία ὤνησε,“智慧毫无益处”),在引出阻碍或免除义的定冠词不定式(τὸ μή + 不定式)时,额外赘加否定词 οὐ,形成 μὴ οὐκ ἀποθανεῖν,整句意为“(未能)阻止他在遭陷害时丧命”。
