← 斐洛斯脱拉德

论英雄

§704-705

俄耳甫斯的神谕与希腊诸将的仪容

葡萄园丁记述了莱斯博斯的俄耳甫斯神谕所及其对居鲁士的预言,描述了菲洛克忒忒斯抵特洛伊时的仪容,对比了阿伽门农与墨涅拉俄斯,并讲述了在奥利斯伊多墨纽斯使团要求分权以及埃阿斯的应对。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§704

Ἀμπελουργός ὅθεν ἐχρῶντό τε αὐτῇ τὰ μαντικὰ Λέσβιοι τε καὶ τὸ ἄλλο πᾶν Αἰολικὸν καὶ Ἴωνες Αἰολεῦσι πρόσοικοι, χρησμοὶ δὲ τοῦ μαντείου τούτου καὶ ἐς Βαβυλῶνα ἀνεπέμποντο, πολλὰ γὰρ καὶ ἐς τὸν ἄνω βασιλέα ἡ κεφαλὴ ᾖδε, Κύρῳ τε τῷ ἀρχαίῳ χρησμὸν ἐντεῦθεν ἐκδοθῆναι λέγεται· τὰ ἐμά, ὦ Κῦρε, σά, καὶ ὁ μὲν οὕτως ἐγίγνωσκεν, ὡς Ὀδρύσας τε καὶ τὴν Εὐρώπην καθέξων, ἐπειδὴ Ὀρφεύς ποτε μετὰ τοῦ σοφοῦ καὶ δυνατὸς γενόμενος ἀνά τε Ὀδρύσας ἴσχυσεν ἀνά τε Ἕλληνας, ὁπόσοι τελεταῖς ἐθείαζον, ὁ δʼ, οἶμαι, τὰ ἑαυτοῦ πείσεσθαι ἐδήλου τὸν Κῦρον·1 ἐλάσας γὰρ Κῦρος ὑπὲρ ποταμὸν Ἴστρον ἐπὶ Μασσαγέτας τε καὶ Ἰσσηδόνας — τὰ δὲ ἔθνη ταῦτα Σκύθαι — ἀπέθανέ τε ὑπὸ γυναικός, ἣ τούτων ἦρχε τῶν βαρβάρων καὶ ἀπέτεμεν ἡ γυνὴ τὴν Κύρου κεφαλήν, καθάπερ αἱ Θρᾷτται τὴν Ὀρφέως. τοσαῦτα, ξένε, περὶ τοῦ μαντείου τούτου Πρωτεσίλεώ τε καὶ Λεσβίων ἤκουσα. ἐλθεῖν δὲ ἐς Τροίαν τὸν Φιλοκτήτην οὔτε νοσοῦντα, οὔτε νενοσηκότι ὅμοιον, ἀλλὰ πολιὸν μὲν ὑφʼ ἡλικίας, ἑξήκοντα γάρ που ἔτη γεγονέναι, σφριγῶντα δὲ παρὰ πολλοὺς τῶν νέων βλέπειν δεινότατα ἀνθρώπων καὶ φθέγγεσθαι βραχυλογώτατα καὶ ὀλίγοις τῶν βουλευμάτων ξυντίθεσθαι. Ἀγαμέμνονα δὲ καὶ Μενέλεων οὔτε τὸ εἶδος ὁμοίω γενέσθαι φησὶν οὔτε τὴν ῥώμην· τὸν μὲν γὰρ ἐν αὐτουργίᾳ τῶν πολεμικῶν εἶναι μαχόμενόν τε οὐδενὸς τῶν ἀρίστων ἧττον καὶ ὁπόσα ἐς βασιλέα ἥκει, πράττοντα, γιγνώσκειν τε αὐτόν, ἃ χρὴ τὸν ἄρχοντα, καὶ ὅ τι ἕτερος γνοίη πείθεσθαι, πρέπειν τε τῇ τῶν Ἑλλήνων ἀρχῇ καὶ διʼ αὐτὸ τὸ εἶδος, σεμνὸν γὰρ καὶ μεγαλοπρεπῆ φαίνεσθαι καὶ οἷον ταῖς Χάρισι θύοντα, τὸν δὲ Μενέλεων μάχεσθαι μὲν μετὰ πολλοὺς τῶν Ἑλλήνων, Ἀμπελουργός ἀποχρῆσθαι δὲ τῷ ἀδελφῷ πάντα καὶ τυγχάνοντα προθύμου τε καὶ εὔνου τοῦ Ἀγαμέμνονος ὅμως βασκαίνειν αὐτῷ καὶ ὧν ὑπὲρ αὐτοῦ ἔπραττεν ὑπὸ τοῦ ἄρχειν μὲν ἐθέλειν αὐτός, μὴ ἀξιοῦσθαι δέ. τὸν γοῦν Ὀρέστην Ἀθήνησι μὲν παρὰ τοῖς Ἕλλησιν εὐδοκιμοῦντα, ἐπειδὴ τῷ πατρὶ ἐτιμώρησεν, ἐν δὲ τῷ Ἄργει κινδυνεύοντα, βληθέντα ἂν περιεῖδεν ὑπὸ τῶν Ἀργείων, εἰ μὴ Ὀρέστης ἐμπεσὼν τούτοις μετὰ ξυμμάχων Φωκέων τοὺς μὲν ἐτρέψατο,2 τὴν δὲ ἀρχὴν τοῦ πατρὸς καὶ ἄκοντος τοῦ Μενέλεω κατεκτήσατο. κομᾶν τε τὸν Μενέλεων μειρακιωδῶς φησιν, ἐπεὶ δὲ ἡ Σπάρτη ἐκόμα, ξυγγιγνώσκειν αὐτῷ τοὺς Ἀχαιοὺς ἐπιχωριάζοντι. οὐδὲ γὰρ τοὺς ἀπʼ Εὐβοίας ἥκοντας ἐτώθαζον καίτοι γελοίως κομῶντας. διαλεχθῆναι δὲ αὐτὸν ῥᾷστα ἀνθρώπων φησὶ καὶ βραχυλογώτατα ξυγκεραννύοντα ἡδονὴν τῷ λόγῳ. Κρῆτα Ἰδομενέα ὁ Πρωτεσίλεως οὐκ εἶδεν ἐν Ἰλίῳ, ἀλλʼ ἐν Αὐλίδι ὄντων πρεσβείαν ἀφικέσθαι παρʼ Ἰδομενέως φησὶν ὑπισχνουμένου τὸ Κρητῶν ξυμμαχικόν, εἰ συμμετέχοι τῆς ἀρχῆς τῷ Ἀγαμέμνονι. τὸν μὲν δὴ Ἀγαμέμνονα σωφρόνως ἀκοῦσαι ταῦτα καὶ παραγαγεῖν τὸν ἥκοντα, τὸν δὲ λαμπρᾷ τῇ φωνῇ καὶ φρονιμώδει ὦ Ἀχαιοί, φάναι ἀνὴρ τὴν Μίνω τοῦ Κρητὸς ἀρχὴν ἔχων δίδωσιν ὑμῖν ξυμμάχους ἑκατὸν πόλεις καὶ ὡς τὴν Τροίαν ἑλεῖν παίζοντας,3 ἀξιοῖ δὲ ξυντετάχθαι τῷ Ἀγαμέμνονι καὶ ἄρχειν ὑμῶν, ὥσπερ οὗτος. πρὸς ταῦτα εἰπόντος τοῦ Ἀγαμέμνονος ἐγὼ δὲ καὶ πάσης τῆς ἀρχῆς παραχωρεῖν ἕτοιμος, εἰ βελτίων ἐμοῦ φαίνοιτο παρελθεῖν φησι τὸν Τελαμῶνος Αἴαντα καὶ διαλεχθῆναι ὧδε· ἡμεῖς, Ἀγάμεμνον, ἐδώκαμέν σοι τὴν ἡγεμονίαν ὑπὲρ εὐταξίας τοῦ στρατοῦ καὶ τοῦ μὴ πολλοὺς ἄρχειν,

葡萄园丁:因此,莱斯博斯人、全体其他埃奥利斯人,以及与埃奥利斯人比邻的伊奥尼亚人,都在神谕之事上求决于这具头颅,而该神谕所的神谕甚至被呈送至巴比伦;因为这具头颅对内陆的大王也唱出了许多预言。据说此处曾向古代的居鲁士降下一条神谕: “居鲁士啊,属于我的,亦将属于你。” 居鲁士当时理解为,自己将统治奥德律萨伊人与欧洲,因为俄耳甫斯曾经既聪慧又权倾一时,在奥德律萨伊人中威风显赫,在所有以神圣狂热举行秘仪的希腊人中亦然;但我认为,他〔俄耳甫斯〕所昭示的乃是居鲁士将遭受与他自己相同的命运。因为居鲁士越过伊斯特罗斯河征讨马萨革泰人与伊塞多涅斯人——这些部族乃是斯基泰人——结果死于一位统治这些蛮族的妇人之手,那妇人割下了居鲁士的首级,正如昔日色雷斯女人们割下俄耳甫斯的首级一般。异乡人啊,关于这处神谕所,我从普罗忒西拉奥斯和莱斯博斯人那里听闻的便有这么多。他说,菲洛克忒忒斯来到特洛伊时,既无病容,亦不像曾经罹病之人,虽因年事已高而头发灰白——他大概已有六十岁——但精力比许多青年还要充沛,目光为人世间最威严逼人者,言语极尽简练,且极少赞同营中的决议。他说阿伽门农与墨涅拉俄斯无论在容貌还是气力上都全不相类:阿伽门农亲力亲为投身战事,奋战时不输给任何最优秀的勇士,凡属君王当尽之事无不躬行,他深知统帅当知之事,且在他人见识卓越时乐于服从;凭其容貌本身便足堪胜任统率希腊人之大任,因他显得庄重威严、气度非凡,宛如时常向美惠三女神献祭之人;然而墨涅拉俄斯则在作战上排在许多希腊人之后,葡萄园丁:事事倚仗其兄长;尽管阿伽门农热忱友善,他却依然连兄长为自己所作的一切也对兄长怀恨在心,皆因他自己一心想要统治,却未被公认具备这等资格。至少,当俄瑞斯忒斯为父报仇而在雅典受希腊人赞许,却在阿尔戈斯身陷危难之际,若非俄瑞斯忒斯与福基斯盟军一同袭向阿尔戈斯人并将他们击溃,违抗墨涅拉俄斯的意愿夺回了其父的王权,墨涅拉俄斯本会坐视他被阿尔戈斯人投石砸死。他还说墨涅拉俄斯留着如少年般的长发,但因斯巴达人素有蓄发之风,阿开奥斯人便体谅他是遵从乡俗;因为他们甚至不曾讥嘲自优卑亚而来的人,尽管那些人蓄着滑稽的长发。他说墨涅拉俄斯交谈时在世人中最为轻松自如、最为简明扼要,言谈之中兼具悦耳之致。普罗忒西拉奥斯未曾在伊利昂见过克里特人伊多墨纽斯,但他说当全军集结在奥利斯时,自伊多墨纽斯处派来的使团抵达,许诺提供克里特盟军,条件是他须与阿伽门农共同分担统帅大权。阿伽门农泰然听取了这番话,并引来使上前,使者用嘹亮而沉稳的声音说道: “阿开奥斯人啊,克里特人米诺斯王权的执掌者愿向你们提供一百座城池作为同盟,让你们犹如儿戏般轻取特洛伊;但他要求与阿伽门农平起平坐,且如他一般统领你们。” 对此阿伽门农回应道: “至于我,若他显出比我更胜一任,我甚至愿意让出全部指挥权。” 据说此时忒拉蒙之子埃阿斯走上前去,这般陈词: “阿伽门农啊,我们授你统帅之权,是为了全军的秩序,也是为了不让多数人发号施令;

语法注3 条
  1. 704τὰ ἑαυτοῦ πείσεσθαι ἐδήλου τὸν Κῦρον

    间接引语中的“宾格加不定式”结构。τὸν Κῦρον 为不定式 πείσεσθαι(πάσχω 的将来时不定式)的逻辑主语,τὰ ἑαυτοῦ 为内涵宾格,意为“与他自己(俄耳甫斯)相同的命运/经历”。居鲁士原将“属于我的属于你”理解为继承俄耳甫斯的智慧与统治权,而叙述者指出其真正的含义是承受与俄耳甫斯相同的遭遇(被妇人斩首)。

  2. 705βληθέντα ἂν περιεῖδεν ὑπὸ τῶν Ἀργείων, εἰ μὴ Ὀρέστης ἐμπεσὼν τούτοις μετὰ ξυμμάχων Φωκέων τοὺς μὲν ἐτρέψατο

    过去反事实条件句(主句:ἄν 加不定过去时直陈式 περιεῖδεν;条件从句:εἰ μή 加不定过去时直陈式 ἐτρέψατο)。动词 περιεῖδεν(坐视、放任)接补充分词 βληθέντα(被投石击中/砸死)。

  3. 705καὶ ὡς τὴν Τροίαν ἑλεῖν παίζοντας

    表示结果或目的的 ὡς 加不定式 ἑλεῖν 结构(“以便像儿戏般攻取特洛伊”)。分词 παίζοντας 为宾格,与未明言的逻辑主语(阿开奥斯人)一致,修饰行为方式,意为“宛如嬉戏般、毫不费力地”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:704-705