← 斐洛斯脱拉德

论英雄

§702-703

狄奥墨得斯等人的风貌与菲洛克忒忒斯的真相

在对比了狄奥墨得斯与斯忒涅罗斯的外貌与风度之后,园丁叙述了菲洛克忒忒斯及其继承的赫拉克勒斯神弓,并修正了关于他在利姆诺斯岛被遗弃与获救的传统传闻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§702

Ἀμπελουργός τὸν δὲ Ἀχιλλέα ἐπῄνει μέν, οὐ μὴν ἐξεπέπληκτό γε, οὐδὲ ἐθεράπευεν, ὥσπερ οἱ πολλοί· καὶ ἀνέκραγέ ποτε ὁ Πρωτεσίλεως ἐπʼ ἐκείνοις τοῖς ἔπεσιν, οἷς ὁ Διομήδης πεποίηται λέγων "μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλείωνα μυρία δῶρα διδούς· ὁ δʼ ἀγήνωρ ἐστὶ καὶ ἄλλως." ταῦτα γὰρ τὸν Ὅμηρον ὡς συστρατιώτην ἔφη εἰρηκέναι καὶ οὐχ ὡς ὑποτιθέμενον,1 ἀλλʼ αὐτὸν ξυγγεγονότα τοῖς Ἀχαιοῖς ἐν Τροίᾳ· τὸν γὰρ Διομήδην καθάπτεσθαι τοῦ Ἀχιλλέως παρὰ τὴν μῆνιν τρυφῶντος ἐς τοὺς Ἕλληνας. τὰ δὲ εἴδη ἀμφοῖν τὸν μὲν Σθένελον2 εὐμήκη ὁ Πρωτεσίλεως οἶδε καὶ ἀνεστηκότα γλαυκόν τε καὶ γρυπὸν καὶ οἷον κομῶντα ὑπέρυθρόν τε καὶ ἕτοιμον τὸ αἷμα, τὸν Διομήδην δὲ βεβηκότα τε ἀναγράφει καὶ χαροπὸν καὶ οὔπω μέλανα καὶ ὀρθὸν τὴν ῥῖνα, καὶ οὔλη δὲ ἡ κόμη καὶ ξὺν αὐχμῷ. Φιλοκτήτης δὲ ὁ Ποίαντος ἐστράτευσε μὲν ὀψὲ τῶν Τρωικῶν, ἄριστα δὲ ἀνθρώπων ἐτόξευεν, Ἡρακλέους, φασί, τοῦ Ἀλκμήνης μαθὼν αὐτό, καὶ κληρονομῆσαι λέγεται τῶν τόξων, ὁπότε Ἡρακλῆς ἀπιὼν τῆς ἀνθρωπείας φύσεως αὐτόν τε παρεστήσατο καὶ τὸ ἐν τῇ Οἴτῃ πῦρ. τοῦτον ἐν Λήμνῳ καταλειφθῆναί φασιν ἄτιμον τοῖς Ἀχαιοῖς ὕδρου ἐνσκήψαντος αὐτῷ ἐς τὸν πόδα, ὑφʼ οὗ νοσεῖν αὐτὸν ἐπὶ ἀκτῆς ὑψηλῆς ἐν πέτρᾳ κείμενον καὶ μαντευτὸν τοῖς Ἀχαιοῖς ἐλθεῖν ὕστερον ἐπὶ τὸν Πάριν, ὃν ἀποκτείνας τὴν μὲν Τροίαν ἑλεῖν τοῖς Ἡρακλέους αὖθις τόξοις, ἰαθῆναι δὲ ὑπὸ τῶν Ἀσκληπιαδῶν αὐτός. ταῦτα φησὶν ὁ Πρωτεσίλεως οὐ παραπολὺ τῆς ἀληθείας εἰρῆσθαι· τά τε γὰρ τοῦ Ἡρακλέους εἶναι ὁποῖα ὕμνηται, Ἀμπελουργός καὶ τὸν Φιλοκτήτην ξυλλαβεῖν αὐτῷ τοῦ ἐν τῇ Οἴτῃ ἄθλου, τὰ τόξα τε ἀπελθεῖν ἔχοντα καὶ μόνον ἀνθρώπων γιγνώσκειν, ὡς χρὴ ἕλκειν αὐτά, τυχεῖν τε ἀριστείων λαμπρῶν ἐπὶ τῇ ἁλώσει τοῦ Ἰλίου· τὰ δὲ τῆς νόσου καὶ τῶν ἰασαμένων αὐτὸν ἑτέρως λέγει· καταλειφθῆναι μὲν γὰρ ἐν Λήμνῳ τὸν Φιλοκτήτην, οὐ μὴν ἔρημον τῶν θεραπευσόντων οὐδὲ ἀπερριμμένον τοῦ Ἑλληνικοῦ· πολλούς τε γὰρ τῶν Μελίβοιαν οἰκούντων ξυγκαταμεῖναι — στρατηγὸς δὲ τούτων ἦν — τοῖς τε Ἀχαιοῖς δάκρυα ἐπελθεῖν, ὅτε ἀπέλιπε σφᾶς ἀνὴρ πολεμικὸς καὶ πολλῶν ἀντάξιος, ἰαθῆναι δὲ αὐτὸν αὐτίκα ὑπὸ τῆς βώλου τῆς Λημνίας, ἐς ἣν λέγεται πεσεῖν ὁ Ἥφαιστος· ἡ δὲ ἐλαύνει μὲν τὰς μανικὰς νόσους, ἐκραγὲν δὲ αἷμα ἴσχει, ὕδρου δὲ ἰᾶται μόνου δῆγμα ἑρπετῶν.3 ὃν δὲ ἐτρίβοντο οἱ Ἀχαιοὶ χρόνον ἐν τῷ Ἰλίῳ, τοῦτον ὁ Φιλοκτήτης Εὐνέῳ τῷ Ἰάσονος συνεξῄρει τὰς μικρὰς τῶν νήσων Κᾶρας ἐξελαύνων, ὑφʼ ὧν κατείχοντο, καὶ μισθὸς τῆς συμμαχίας αὐτῷ μοῖρα τῆς Λήμνου ἐγένετο, ἣν Ἄκεσαν ὁ Φιλοκτήτης ἐκάλεσεν, ἐπειδὴ ἐν Λήμνῳ ἰάθη. ἐκεῖθεν αὐτὸν Διομήδης καὶ Νεοπτόλεμος ἑκόντα ἐς Τροίαν ἤγαγον ἱκετεύσαντες ὑπὲρ τοῦ Ἑλληνικοῦ καὶ ἀναγνόντες αὐτῷ τὸν ὑπὲρ τῶν τόξων χρησμόν, ἐκ Λέσβου, ὥς φασιν, ἥκοντα· χρῆσθαι μὲν γὰρ καὶ τοῖς οἴκοι μαντείοις τοὺς Ἀχαιοὺς τῷ τε Δωδωναίῳ καὶ τῷ Πυθικῷ καὶ ὁπόσα μαντεῖα εὐδόκιμα Βοιώτιά τε ἦν καὶ Φωκικά, Λέσβου δὲ ὀλίγον ἀπεχούσης τοῦ Ἰλίου στέλλειν ἐς τὸ ἐκεῖ μαντεῖον τοὺς Ἕλληνας. ἔχρα δέ, οἶμαι, ἐξ Ὀρφέως, ἡ κεφαλὴ γὰρ μετὰ τὸ τῶν γυναικῶν ἔργον ἐς Λέσβον κατασχοῦσα ῥῆγμα τῆς Λέσβου ᾤκησε καὶ ἐν κοίλῃ τῇ γῇ ἐχρησμῴδει.

葡萄园丁:他对阿喀琉斯虽有赞赏,却绝未被其震慑,亦未像大多数人那样奉承他;普罗忒西拉奥斯曾在那几行诗句前高声惊呼,诗中狄奥墨得斯被描写为说道: “但愿你不曾向无可指摘的珀琉斯之子恳求,献上无数的厚礼;因为他本就傲慢不羁。” 因为他说,荷马说出这番话乃是以一名袍泽战士的身分,而非作为虚构故事之人,宛如他自己曾在特洛伊与阿开奥斯人朝夕相处;因为狄奥墨得斯是在痛斥阿喀琉斯因怀怒而对希腊将士态度倨傲。至于两人的外貌,普罗忒西拉奥斯所知的斯忒涅罗斯身材高大,昂然而立,生着灰蓝色的眼睛与鹰钩鼻,蓄着浓密的微红头发,血气充沛而面色红润;而他记载中的狄奥墨得斯则步伐沉稳,目光炯炯,肤色尚未深黑,鼻梁挺直,卷发且不修边幅。珀阿斯之子菲洛克忒忒斯虽在特洛伊战事后期才参战,射术却冠绝群伦,据说他是从阿尔克墨涅之子赫拉克勒斯那里习得此技,相传当赫拉克勒斯脱离人之凡胎、让菲洛克忒忒斯伴随于自己与俄忒山火堆之旁时,他继承了这具神弓。人们说他因水蛇袭伤其足,被阿开奥斯人不名誉地遗弃在利姆诺斯岛上,因此受创而卧于高耸海岸的岩石上忍受疾苦,后来因神谕指引来到阿开奥斯人阵中对付帕里斯,将他射杀后以赫拉克勒斯之弓再次攻取了特洛伊,而他自己则由阿斯克勒庇俄斯的后人治愈。普罗忒西拉奥斯说这些话与事实相距并不太远;因为关于赫拉克勒斯之事迹确如诗歌所颂咏的那样,葡萄园丁:且菲洛克忒忒斯确实在俄忒山的苦难中协助了他,携弓离去,并且是世上唯一知晓如何拉开那具神弓之人,在攻克伊利昂时荣获了辉煌的卓越战功;但对于疾病与医治他之人,他的说法却有所不同:菲洛克忒忒斯固然被留在了利姆诺斯岛,但绝非没有照料者,亦未被希腊全军抛弃;因为许多美利波亚的居民——他正是这些人的统帅——与他一同留了下来,当这样一位能征善战、抵得过众人的勇士离开他们时,阿开奥斯人亦不禁落泪;而且他立刻便被相传赫淮斯托斯坠落其上的利姆诺斯泥土治愈了;这泥土能驱逐发狂之症,止住喷涌之血,而在一切爬行类中专治水蛇之咬伤。当阿开奥斯人在伊利昂旷日持久消耗之际,菲洛克忒忒斯正协助伊阿宋之子欧涅奥斯攻取周遭的小岛,驱逐占据那里的卡里亚人,作为结盟的报酬,他获得了利姆诺斯岛的一块土地,因自己在利姆诺斯岛得以痊愈,菲洛克忒忒斯便称之为“阿凯萨”。狄奥墨得斯与涅俄普托勒摩斯自彼处代表希腊全军恳求他,并向他宣读了据说来自莱斯博斯岛关于那张弓的神谕,遂使他心甘情愿地前往特洛伊;因为阿开奥斯人固然也使用本土的神谕所,即多多纳神谕所、皮托神谕所,以及玻俄提亚和福基斯境内的所有知名神谕所,但因莱斯博斯距伊利昂近在咫尺,希腊人便遣使前往那里的神谕所。我想,那神谕乃是出自俄耳甫斯;因为在女人们痛下杀手之后,其头颅漂流至莱斯博斯岛,栖身于莱斯博斯的裂隙之中,在凹陷的地穴里降下神谕。

语法注3 条
  1. 702ὡς συστρατιώτην ἔφη εἰρηκέναι καὶ οὐχ ὡς ὑποτιθέμενον

    副词 ὡς 在对格加不定式结构(主语 τὸν Ὅμηρον,不定式 εἰρηκέναι)中,分别对比性地修饰名词 συστρατιώτην 与现在分词 ὑποτιθέμενον(捏造虚构者),表示荷马叙述的方式不是作为凭空虚构故事的作家,而是宛如一位亲临前线的袍泽战友。后文的 ἀλλʼ αὐτὸν ξυγγεγονότα 亦平行承接此意。

  2. 702τὰ δὲ εἴδη ἀμφοῖν τὸν μὲν Σθένελον

    句首的 τὰ δὲ εἴδη ἀμφοῖν 可理解为引出新话题的关系对格(关涉对格),亦或是“全体与部分”结构(schema kath' holon kai meros)中的全体对格,总摄后文出现的直接宾语 τὸν μὲν Σθένελον(配动词 οἶδε)和 τὸν Διομήδην δέ(配动词 ἀναγράφει),整体形成了稍带脱格语气的倒置排列。

  3. 703ὕδρου δὲ ἰᾶται μόνου δῆγμα ἑρπετῶν

    此处呈现明显的语序错置(hyperbaton)。属格 ἑρπετῶν 为部分属格,修饰 ὕδρου μόνου(“在爬行动物中唯独水蛇的”),而 δῆγμα 则是动词 ἰᾶται 的直接宾语。修饰成分与中心词被动词及宾语隔开,需准确识别其句法从属关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:702-703