- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:700-701
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
讲述者指出斯忒涅罗斯与狄奥墨得斯在战阵上旗鼓相当,批评了荷马对其贬抑的描写,并详述了两人对修筑防御墙及木马计谋的态度,以及他们在心性与军旅作风上的鲜明对比。
Ἀμπελουργός τὸν δὲ περὶ τῶν ψυχῶν1 οἱ παῖδες ὑπὲρ τῶν πατέρων ἐνίκησαν, ὅτε ἥβησαν, καὶ τὸ κράτος τῆς μάχης ἐς Διομήδην τε καὶ Σθένελον ἦλθεν ὡς ἀρίστω τε καὶ ὁμοίω ἄνδρε. Ὅμηρος δὲ οὐκ ἀξιοῖ σφᾶς τῶν ἴσων· τὸν μὲν γὰρ λέοντί τε εἰκάζει καὶ ποταμῷ γεφύρας ἀπάγοντι καὶ ἀνθρώπων ἔργα, καὶ γὰρ οὕτως ἐμάχετο, ὁ δʼ οἷον θεατὴς τοῦ Διομήδους ἕστηκε φυγῆς τε ξύμβουλος αὐτῷ γιγνόμενος καὶ ἄρχων φόβου· καίτοι φησὶν ὁ Πρωτεσίλεως μὴ ἐλάττω τοῦ Διομήδους ἔργα τὸν Σθένελον μηδὲ ἐκεῖ δρᾶσαι, φιλίαν μὲν γάρ σφισιν εἶναι οὐ μείω ἢ Ἀχιλλεῖ τε καὶ Πατρόκλῳ ἐγένετο, φιλοτιμεῖσθαι δὲ οὕτω πρὸς ἀλλήλους ὡς ξὺν ἀθυμίᾳ ἐπανήκειν ἐκ τῆς μάχης τὸν ἀπολειφθέντα τοῦ ἑτέρου. καὶ τὸ ἔργον δὲ τὸ ἐς Αἰνείαν τε καὶ Πάνδαρον πεπρᾶχθαι αὐτοῖς φησιν ὁμοῦ, τὸν μὲν γὰρ τῷ Αἰνείᾳ προσπεσεῖν μεγίστῳ τοῦ Τρωικοῦ ὄντι, τὸν Σθένελον δὲ τῷ Πανδάρῳ προσαγωνίσασθαι καὶ κρατῆσαι αὐτοῦ, ἀλλὰ τὸν Ὅμηρον Διομήδει μόνῳ ἐξῃρηκέναι ταῦτα2 ὥσπερ ἐπιλαθόμενον ὧν πρὸς τὸν Ἀγαμέμνονα ὑπὲρ τοῦ Σθενέλου εἶπε· τὸ γὰρ "ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι, ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν "
葡萄园丁:然而儿子们在成年之后,为父辈赢得了那场关乎性命的战役,战斗的优胜归于狄奥墨得斯与斯忒涅罗斯,因为他们是同样卓越且旗鼓相当的勇士。但荷马并未给予他们平等的评价:因为他把一人比作雄狮,比作冲垮堤防与人类劳作成果的激流——而他作战确实如此——另一人却如同狄奥墨得斯的旁观者般伫立,向他建言逃跑,带头恐惧。然而普罗忒西拉奥斯说,即使在那里,斯忒涅罗斯立下的战功也绝不下于狄奥墨得斯;因为他们之间的友谊不亚于阿喀琉斯与帕特洛克罗斯之间的情谊,而且他们相互竞争,以至于在战阵中逊于对方的人归来时皆满怀沮丧。他还说,针对埃涅阿斯与潘达罗斯的战绩是他们共同完成的;因为一人扑向特洛伊军中最为强大的埃涅阿斯,而斯忒涅罗斯则与潘达罗斯交锋并将其制服,但荷马却将这些功绩单独归于狄奥墨得斯一人,宛如忘却了自己在阿伽门农面前为斯忒涅罗斯所说的话:因为那句“我们自夸远胜于父辈,我们甚至攻下了忒拜的城垣”葡萄园丁:
Ἀμπελουργός ἀνδρός πού ἐστι παραπλήσια τούτοις καὶ ἐν Ἰλίῳ πράττοντος· ἔστω σοι κἀκεῖνα περὶ Σθενέλου εἰδέναι, ὡς τεῖχος μὲν οὐδὲν τοῖς Ἀχαιοῖς ἐξεποιήθη ἐν Τροίᾳ, οὐδὲ ἔστιν, ᾧ ἐφράξαντο ἢ τὰς ναῦς ἢ τὴν λείαν, ἀλλὰ τειχομαχίας ᾠδαὶ ταῦτα Ὁμήρῳ ἐπενοήθησαν, δι’ ἃς καὶ τὸ τεῖχος αὐτῷ ξυνετέθη. ὁρμὴ μέντοι τειχοποιίας ὁμολογεῖται τὸν Ἀγαμέμνονα ἐσελθεῖν μηνίοντος Ἀχιλλέως, ᾗ πρῶτον ἀντειρηκέναι τὸν Σθένελον εἰπόντα ἐγὼ μέντοι ἐπιτηδειότερος τείχη καθαιρεῖν ἢ ἐγείρειν, ἀντειρηκέναι δὲ καὶ τὸν Διομήδην τῷ τείχει φήσαντα μεγάλων ἀξιοῦσθαι τὸν Ἀχιλλέα, εἰ ξυγκλείσαιμεν ἑαυτοὺς λοιπόν, ἐπειδὴ ἐκεῖνος μηνίει.3 Αἴας δὲ λέγεται ταυρηδὸν ὑποβλέψας τὸν βασιλέα δείλαιε, εἰπεῖν τί οὖν αἱ ἀσπίδες; καὶ τὸν ἵππον δὲ τὸν κοῖλον παρῃτεῖτο Σθένελος οὐ τειχομαχίαν τοῦτο φάσκων εἶναι, ἀλλὰ κλοπὴν τῆς μάχης. τὰ μὲν δὴ μάχιμα ὁμοίω ἤστην καὶ ἴσου τοῖς Τρωσὶ φόβου ἄξιοι, ἐλείπετο δὲ τοῦ Διομήδους ὁ Σθένελος ξύνεσίν τε καὶ λόγου ἰσχὺν καὶ καρτερήσεις, ὁπόσαι ψυχῆς τέ εἰσι καὶ σώματος, ὀργῆς τε γὰρ ἥττων ἦν καὶ ὑπέρφρων τοῦ ὁμίλου καὶ τραχὺς ἐπιπλήττεσθαι4 καὶ τὰ ἐς τὴν δίαιταν ἁβρότερον ἢ ἐπὶ στρατοπέδου ἐχρῆν, κατεσκεύαστο, Διομήδει δὲ τἀναντία τούτων ἐπράττετο· μετρίως τε γὰρ πρὸς τὰς ἐπιπλήξεις εἶχε καὶ ἐκόλαζε τὸ ἐξοιδοῦν τῆς ὀργῆς, ὑβρίζειν τε οὐ ξυνεχώρει τοῖς πλήθεσιν, οὐδὲ ἀθυμεῖν, αὐτός τε αὐχμῶν φαίνεσθαι στρατιωτικὸν ἡγεῖτο καὶ τό, ὡς ἔτυχε, καθεύδειν ἐπῄνει σιτία τε ἦν αὐτῷ ἐπιτυχόντα, καὶ οὐδὲ οἴνῳ ἔχαιρεν, εἰ μὴ καθίκοιντο αὐτοῦ οἱ πόνοι.
想必是出自一个在伊利昂也能建立相仿战功之人的口中。你亦当知晓关于斯忒涅罗斯的另一件事:阿开奥斯人在特洛伊从未修筑过任何城墙,也未曾用任何东西将战船或战利品围护起来,而这些不过是荷马所构思的攻城之歌,正因这些歌谣,城墙才被他编造出来。不过,众所公认的是,当阿喀琉斯怀怒时,阿伽门农确实萌生过筑墙的念头,斯忒涅罗斯首先出面反对,说道: “然而我更擅长拆毁城墙,而非筑造城墙”;狄奥墨得斯也反对筑墙,称“倘若因为那人怀怒,我们从此就把自己关起来”,那简直是把阿喀琉斯看得太重了。据说大埃阿斯如怒牛般斜睨着国王说道: “懦夫,那盾牌究竟是用来做什么的?” 斯忒涅罗斯也反对中空的木马,声称这并非攻城之战,而是盗窃战役。因此在战力上两人旗鼓相当,令特洛伊人同样生畏;但斯忒涅罗斯在智慧、言辞的说服力以及身心的一切耐受力方面均逊于狄奥墨得斯;因为他易为愤怒所屈服,傲视士卒群众,受责备时性情粗暴,且在起居饮食方面比军营中所应有的更为奢靡;狄奥墨得斯所行却与之截然相反:他泰然面对责备,抑制激增的怒火,既不容许部众放肆无礼,亦不容其沮丧消沉;他自认衣着粗砺邋遢才合乎军人之风,称许随遇而安的睡眠,饮食有何吃何,若非劳苦将他压倒,甚至不会贪图美酒。
- 700τὸν δὲ περὶ τῶν ψυχῶν
承接前文的 τὸν μὲν ὑπὲρ τῶν σωμάτων ἀγῶνα(为争夺尸体而进行的战斗),冠词 τὸν 之后省略了名词 ἀγῶνα。此处构成直接对照,指后代将领(厄庇戈诺伊)为父辈进行的“关乎性命之战”(即第二次攻打忒拜之役)。
- 700Διομήδει μόνῳ ἐξῃρηκέναι ταῦτα
动词 ἐξαιρέω(挑选出、特意留出)的完成时主动不定式,与与格 Διομήδει μόνῳ 连用,意为“将这些战功单独保留给/归功于狄奥墨得斯一人”,构成了从属于主动词 φησιν 的“宾格加不定式”间接引语结构。
- 701εἰ ξυγκλείσαιμεν ἑαυτοὺς λοιπόν, ἐπειδὴ ἐκεῖνος μηνίει
间接引语内部的条件从句,因受过去时主句影响使用了祈愿体 ξυγκλείσαιμεν,与引导事实原因的从句 ἐπειδὴ ἐκεῖνος μηνίει(“既然那人在发怒”)相结合,充当主从结构不定式 μεγάλων ἀξιοῦσθαι τὸν Ἀχιλλέα(“阿喀琉斯被视为享有莫大荣宠”)的前提假设。
- 701τραχὺς ἐπιπλήττεσθαι
被动语态的不定式 ἐπιπλήττεσθαι 用作说明性(限制性)不定式,修饰形容词 τραχύς(粗暴的、难以招架的),字面义为“在被斥责时显得粗暴”,即“难以接受责备、一遭斥责便态度横暴”。
