- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:698-699
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
讲述者详细描绘了涅斯托耳与安提洛科斯的容貌、勇武及品性,纠正了关于安提洛科斯之死的传闻(杀害者乃同名的特洛伊青年门农而非埃塞俄比亚之王),并叙述了英雄们的阵亡追悼竞技会以及狄奥墨得斯等人的身世背景。
Ἀμπελουργός πολλοῖς δὲ αὐτῶν καὶ δάκρυα ἐπελθεῖν φησιν οἴκτῳ τῆς ἀμφοῖν ἡλικίας, εὐφημίαις τε χρήσασθαι τοὺς Ἀχαιοὺς ἐς τὸν Νέστορα ἐφʼ οἷς εἶπε, διέκειντο γὰρ ὡς παῖδες πρὸς πατέρα. ἔστι σοι καὶ ἄγαλμα παραγαγεῖν τοῦ Νέστορος·1 ὁ γὰρ Πρωτεσίλεως αὐτὸν ὧδε ἑρμηνεύει, ὡς φαιδρὸς μὲν ἀεὶ φαίνοιτο καὶ ἐν ὁρμῇ μειδιάματος, γενειῶν δὲ σεμνῶς τε καὶ ξυμμέτρως, τὰ δὲ ἀμφὶ παλαίστραν αὐτῷ πεπονημένα τὰ ὦτα κατηγοροίη καὶ ὁ αὐχὴν ὑπονεάζων ἔτι· καὶ γὰρ δὴ καὶ ὀρθὸν εἶναι τὸν Νέστορα καὶ μὴ ἡττώμενον ὑπὸ τοῦ γήρως, εἶναι δὲ καὶ μελανόφθαλμον καὶ μὴ ἀποκρεμάμενον τὴν ῥῖνα, ταυτὶ δὲ ἐν γήρᾳ μόνοι ἴσχουσιν, οὓς μὴ ἐπιλείπει τὸ ἐρρῶσθαι. τὸν δὲ Ἀντίλοχον τὰ μὲν ἄλλα ὅμοιόν φησι γενέσθαι τῷ Νέστορι, δρομικώτερον δὲ καὶ περιεπτισμένον τὸ εἶδος καὶ μὴ φρονοῦντα ἐπὶ τῇ κόμῃ. κἀκεῖνά μοι Ἀντιλόχου ἑρμηνεύει· φιλιππότατόν τε γενέσθαι αὐτὸν καὶ κυνηγετικώτατον καὶ ταῖς τῶν πολέμων ἀνοχαῖς ἐπὶ τὰ θηρία χρώμενον· ἀναφοιτᾶν γοῦν ἐς τὴν Ἴδην τὸν Ἀντίλοχον ξὺν Ἀχιλλεῖ καὶ Μυρμιδόσι καὶ ἐφʼ ἑαυτοῦ μετὰ Πυλίων τε καὶ Ἀρκάδων, οἳ θηρίων ἀγορὰν παρεῖχον τῷ στρατῷ διὰ πλῆθος τῶν ἁλισκομένων, τὰ δὲ πολέμια γενναῖόν τε εἶναι καὶ πτηνὸν τὼ πόδε καὶ ταχὺν τὴν ἐν τοῖς ὅπλοις κίνησιν, εὐξύνετόν τε τοῖς παραγγελλομένοις χρήσασθαι καὶ τὸ ἐπίχαρι μηδὲ ἐν ταῖς μάχαις ἀπολείποντα.
葡萄园丁:他说,他们中的许多人也因怜悯两人的年纪而流下泪水,阿开奥斯将士因涅斯托耳所说的话而向他致以赞颂,因为他们对待他就像子女对待父亲一样。你也可以在脑海中勾勒出一尊涅斯托耳的雕像;因为普罗忒西拉奥斯这样描述他:他总是显得容光焕发且面带笑意,留着威严而修整匀称的胡须,双耳见证着他在角力场上的苦练,颈项仍微带青年人的生气;因为涅斯托耳确实身躯挺拔,未被衰老所折服,双目乌黑,鼻梁也毫不耷拉——这些特征在老年时只有那些未曾丧失精力的人才能保有。他说,安提洛科斯在其他方面与涅斯托耳相仿,但更擅奔跑,身形更为矫健干练,且不自矜于秀发。普罗忒西拉奥斯还向我描述了安提洛科斯的这些特质:他极爱骏马与狩猎,善于利用战争的休战期去围捕野兽;实际上,安提洛科斯常与阿喀琉斯及密耳弥冬人一同登上伊达山,有时也独自率领皮洛斯人与阿卡迪亚人前往,由于捕获甚丰,他们竟为全军提供了一个野味集市;而在军旅事务中他英勇果决,双脚快若飞鸟,披甲行动迅捷,能敏锐领会并执行军令,甚至在战斗中亦未尝失去其从容优雅。
Ἀμπελουργός ἀποθανεῖν δὲ οὐχ, ὡς οἱ πολλοὶ ᾅδουσιν, ὑπὸ Μέμνονος ἐξ Αἰθιοπίας ἥκοντος· Αἰθίοπα μὲν γὰρ γενέσθαι Μέμνονα δυναστεύσαντα ἐπὶ τῶν Τρωικῶν ἐν Αἰθιοπίᾳ, ἐφʼ οὗ καὶ τὸ ψάμμινον ὄρος ἀναχωσθῆναι λέγεται ὑπὸ τοῦ Νείλου, καὶ θύουσιν αὐτῷ κατὰ Μερόην καὶ Μέμφιν Αἰγύπτιοι καὶ Αἰθίοπες, ἐπειδὰν ἀκτῖνα πρώτην ὁ ἥλιος ἐκβάλλῃ, παρʼ ἧς τὸ ἄγαλμα φωνὴν ἐκρήγνυσιν, ᾗ τοὺς θεραπεύοντας ἀσπάζεται, Τρῶα δὲ ἕτερον γενέσθαι Μέμνονα νεώτατον τοῦ Τρωικοῦ, ὃν ζῶντος μὲν Ἕκτορος οὐδὲν βελτίω δόξαι τῶν ἀμφὶ Δηίφοβόν τε καὶ Εὔφορβον, ἀποθανόντος δὲ προθυμότατόν τε καὶ ἀνδρειότατον νομισθῆναι, καὶ τὴν Τροίαν ἐς αὐτὸν βλέψαι κακῶς ἤδη πράττουσαν· οὗτος, ξένε, τὸν καλόν τε καὶ χρηστὸν Ἀντίλοχον ἀποκτεῖναι λέγεται προασπίζοντα τοῦ πατρὸς Νέστορος, ὅτε δὴ τὸν Ἀχιλλέα πυράν τε νῆσαι τῷ Ἀντιλόχῳ καὶ πολλὰ ἐς αὐτὴν σφάξαι τά τε ὅπλα καὶ τὴν κεφαλὴν τοῦ Μέμνονος ἐπικαῦσαι αὐτῷ· τὸ γὰρ τοῦ ἀγῶνος, ὃν ἐπὶ Πατρόκλῳ τε καὶ Ἀντιλόχῳ ὁ Ἀχιλλεὺς ἔθηκεν, ἐπὶ πλέον καὶ τοῖς ἀρίστοις νενομίσθαι φησίν,2 ὅθεν τεθῆναι μὲν ἐφʼ ἑαυτῷ ἐνταῦθα, τεθῆναι δὲ ἐπʼ Ἀχιλλεῖ τε καὶ Πατρόκλῳ καὶ Ἀντιλόχῳ ἐν Ἰλίῳ. λέγεται δὲ καὶ ἐπὶ τῷ Ἕκτορι τεθῆναι ἀγῶνα δρόμου καὶ τόξου καὶ αἰχμῆς, πάλην δὲ καὶ πυγμὴν μηδένα ἀποδύσασθαι Τρώων, τὸ μὲν γὰρ οὔπω ἐγίγνωσκον, τὸ δέ, οἶμαι, ἐφοβοῦντο. Διομήδης καὶ Σθένελος ἡλικίας μὲν ταὐτὸν εἶχον, ἤστην δὲ ὁ μὲν Καπανέως, ὁ δὲ Τυδέως,3 οἳ λέγονται τειχομαχοῦντες ἀποθανεῖν ὁ μὲν ὑπὸ Θηβαίων, ὁ δέ, οἶμαι, κεραυνωθείς. κειμένων δὲ ἀτάφων τῶν νεκρῶν τὸν μὲν ὑπὲρ τῶν σωμάτων ἀγῶνα Ἀθηναῖοι ἤραντο καὶ ἔθαψαν αὐτοὺς νικῶντες,
葡萄园丁:然而他并非像大众所歌唱的那样,死于来自埃塞俄比亚的门农之手。因为有一位埃塞俄比亚的门农,在特洛伊战事时期统领埃塞俄比亚,据说在他在位时尼罗河堆积起了沙丘,每当旭日初升吐露第一道光芒之际,埃及人与埃塞俄比亚人便在麦罗埃与孟菲斯一带向他献祭,雕像感应晨光而迸发出向崇敬者致意的声音;但另一位门农则是特洛伊人,是特洛伊军中最年轻的战士,当赫克托耳在世时,他被认为并不比德伊福玻斯和欧福耳玻斯之流出色,而在赫克托耳死后,他被视作最热忱、最英勇之士,已陷于危境的特洛伊便将希望寄托于他。异邦人啊,据说正是这位特洛伊门农,杀害了挺身为父涅斯托耳掩护的英俊而勇武的安提洛科斯。当时阿喀琉斯便为安提洛科斯筑起火葬薪堆,在其上宰杀了许多祭牲,并将门农的铠甲和首级一并在薪堆上焚化。因为他说,阿喀琉斯为帕特洛克罗斯与安提洛科斯举办竞技会这种荣耀,本是专门为最杰出的勇士所定制的习俗;因此在这里(赫勒斯滂)为他自己举办了竞技会,而在伊利昂则为阿喀琉斯、帕特洛克罗斯与安提洛科斯举办了竞技会。据说为赫克托耳也曾举办过赛跑、射箭和投枪的竞技会,但特洛伊人中却无一人为摔跤或拳击而脱衣角逐;因为对于前者他们尚不知晓,而对于后者,我想,他们则是心生畏惧。狄奥墨得斯与斯忒涅罗斯虽然同龄,但一人〔斯忒涅罗斯〕是卡帕纽斯的儿子,另一人〔狄奥墨得斯〕是堤丢斯的儿子,据说这两位父亲都是在攻城战中阵亡的,一人〔堤丢斯〕丧命于忒拜人之手,另一人〔卡帕纽斯〕,我想,则是遭雷击而死。当他们的尸骸弃置未葬时,雅典人挺身而出,为争夺这些尸体而战,并在战胜后将他们妥善埋葬,
- 698ἔστι σοι καὶ ἄγαλμα παραγαγεῖν τοῦ Νέστορος
非人称动词 ἔστι 支配与格 σοι 和不定词 παραγαγεῖν,表示“你完全可以唤起/勾勒出一尊涅斯托耳的雕像”。动词 παράγω 本是法庭演说中指将人或证物“传唤、带至台前”之术语,此处引申为在心目中生动地“呈现、唤出”形象。
- 699τὸ γὰρ τοῦ ἀγῶνος, ὃν ἐπὶ Πατρόκλῳ τε καὶ Ἀντιλόχῳ ὁ Ἀχιλλεὺς ἔθηκεν, ἐπὶ πλέον καὶ τοῖς ἀρίστοις νενομίσθαι φησίν
由 φησίν 所支配的带对格的不定词间接引语结构。主语为带有中性定冠词的代指短语 τὸ τοῦ ἀγῶνος(“竞技会这桩荣耀/制度”),由关系从句 ὃν ... ἔθηκεν 修饰;谓语不定词为完成时被动不定词 νενομίσθαι(“被立为习俗/制度”)。ἐπὶ πλέον 作副词修饰谓语(意为“格外、尤其”),与格 τοῖς ἀρίστοις 则表示“对于最杰出的勇士而言”。
- 699ἤστην δὲ ὁ μὲν Καπανέως, ὁ δὲ Τυδέως
双数未完成过去时动词 ἤστην(εἰμί 的第三人称双数)与前文的两个主语“狄奥墨得斯与斯忒涅罗斯”呼应,后接表示身世渊源的属格(Καπανέως, Τυδέως,省略 υἱός)。句中 ὁ μέν ... ὁ δέ 的照应与前文专名顺序呈交错配列(chiasmus):斯忒涅罗斯是卡帕纽斯之子,狄奥墨得斯则是堤丢斯之子。
