← 斐洛斯脱拉德

论英雄

§696-697

涅斯托耳的为人与安提洛科斯的参阵

葡萄园丁转述了普罗忒西拉奥斯关于涅斯托耳的武艺、雄辩以及昔日与赫拉克勒斯交情的证言。随后他讲述了涅斯托耳的幼子安提洛科斯中途赶赴特洛伊,并在阿喀琉斯的撮合下被引见给全军的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§696

Ἀμπελουργός ἄκουε, ξένε· παρέλθοι δέ με, ὦ Πρωτεσίλεω, μηδέν, μηδὲ ἐκλαθοίμην ὧν ἤκουσά τινος. πρεσβύτατον μὲν τοίνυν τοῦ Ἑλληνικοῦ φησιν ἐλθεῖν ἐς Τροίαν τὸν Νηλέως Νέστορα πολέμων τε πολλῶν γεγυμνασμένον, οἳ ἐφʼ ἡλικίας αὐτῷ ἐπολεμήθησαν, ἀγώνων τε γυμνικῶν, ἐν οἷς πύγμης καὶ πάλης ἆθλα ἐτίθετο, τακτικήν τε, ὁπόση ὁπλιτῶν τε καὶ ἵππων, ἄριστα δὴ ἀνθρώπων γιγνώσκοντα δημαγωγίᾳ τε ἐκ μειρακίου ξυμβεβηκότα, μὰ Δίʼ οὐ τῇ κολακευούσῃ τοὺς δήμους, ἀλλὰ τῇ σωφρονιζούσῃ· πράττειν δὲ αὐτὸ ξὺν ὥρᾳ τε καὶ ἡδονῇ τῶν λόγων, ὅθεν καὶ τὰς ἐπιπλήξεις, ἃς ἐποιεῖτο, μὴ ἀγροίκους, μηδὲ ἀηδεῖς φαίνεσθαι, καὶ ὁπόσα Ὁμήρῳ περὶ αὐτοῦ εἴρηται, ξὺν ἀληθείᾳ φησὶν εἰρῆσθαι. καὶ μὴν καὶ ὁπόσα ἕτεροι περὶ τῶν τοῦ Γηρυόνου βοῶν εἶπον, ὡς ἀφείλοντο αὐτὰς τὸν Ἡρακλέα Νηλεύς τε καὶ οἱ Νηλεῖδαι πλὴν Νέστορος, ἐπαινεῖ ὁ Πρωτεσίλεως ὡς ἀληθῆ καὶ μὴ παρευρημένα· τὸν γάρ τοι Ἡρακλέα δικαιοσύνης μισθὸν τῷ Νέστορι δοῦναι τὴν Μεσσήνην, ἐπειδὴ μηδὲν ὧν οἱ ἀδελφοὶ περὶ τὰς βοῦς ἥμαρτεν. λέγεται δὲ καὶ ἁλῶναι αὐτοῦ ὁ Ἡρακλῆς σωφρονεστάτου τε ὄντος καὶ καλλίστου ἀγαπῆσαί τε αὐτὸν μᾶλλον ἢ τὸν Ὕλλαν τε καὶ τὸν Ἄβδηρον· οἱ μὲν γὰρ παιδάρια ἦσαν καὶ κομιδῇ νέοι, Νέστορι δὲ ἐφήβῳ ἤδη ἐντυχεῖν αὐτὸν καὶ ἀρετὴν ἀσκοῦντι, ὁπόση ψυχῆς τε καὶ σώματος, ὅθεν ἀγαπῆσαί τε καὶ ἀγαπηθῆναι. τό τοι διομνύναι τὸν Ἡρακλέα οὔπω ξύνηθες τοῖς ἀνθρώποις ὂν πρῶτόν γε νομίσαι φησὶ τὸν Νέστορα καὶ παραδοῦναι τοῖς ἐν Τροίᾳ.

葡萄园丁:听我说,异邦人;普罗忒西拉奥斯啊,但愿我不会漏掉任何事情,也不至忘却我所听到的任何言辞。他说,在希腊大军之中,作为最年长者来到特洛伊的是涅琉斯之子涅斯托耳,他在青年时代经历的诸多战事中,以及在设立拳击与摔跤奖赏的竞技比赛中历经锤炼;他比世上任何人都要精通重装步兵与骑兵的战术,自少年起便投身于引导民众之事——指着宙斯发誓,他绝非以谄媚大众的方式,而是以使之归于节制的方式。而且他行此事时伴有言辞的优雅与愉悦,因此连他所施加的责备也不显得粗鲁或令人不快;凡荷马关于他所说的一切,他说都是据实而言。不仅如此,关于革律翁的牛群,他人所讲述的事迹——即除涅斯托耳之外,涅琉斯及涅琉斯的众子从赫拉克勒斯手中夺走牛群——普罗忒西拉奥斯也赞许为实情而非杜撰;因为赫拉克勒斯正是将墨塞涅赐予涅斯托耳作为其正直的回报,由于在牛群之事上他丝毫无犯其兄弟们所犯的过错。据说赫拉克勒斯亦为涅斯托耳所倾倒,因他最为明理且俊美非凡,喜爱他甚至胜过许拉斯与阿布得罗斯;因为那两人尚是幼童、年纪极轻,而赫拉克勒斯遇见涅斯托耳时,他已是青年,兼修身心的一切美德,因此他爱恋他也为他所爱恋。确实,指着赫拉克勒斯起誓当时在人间尚不普遍,他说正是涅斯托耳最先将之立为习俗,并传给了特洛伊军中的众人。

§697

Ἀμπελουργός γενέσθαι δὲ αὐτῷ καὶ παῖδα Ἀντίλοχον, ὃν μεσοῦντος ἤδη τοῦ πολέμου ἐλθεῖν. νέον μὲν γὰρ εἶναι τὸν Ἀντίλοχον καὶ οὐκ ἐν ὥρᾳ τῶν πολεμικῶν, ὁπότε ξυνελέγοντο ἐς Αὐλίδα, βουλομένῳ δὲ αὐτῷ στρατεύειν οὐ ξυγχωρῆσαι τὸν πατέρα, τὸν δʼ, ἐπειδὴ πέμπτον ἔτος ἤδη προβεβήκει τῷ πολέμῳ, νεώς τε ἐπιβάντα ἀφικέσθαι καὶ παρελθόντα ἐς τὴν τοῦ Ἀχιλλέως σκηνήν, ἐπειδὴ τοῦτον ἐπιτηδειότατον εἶναι τῷ πατρὶ ἤκουεν, ἱκετεῦσαι τὸν Ἀχιλλέα παραιτήσασθαι αὐτὸν τοῦ πατρός,1 εἴ πως ἀπειθήσαντι μὴ ἄχθοιτο. ὁ δὲ ἡσθεὶς τῇ τοῦ Ἀντιλόχου ὥρᾳ καὶ τῆς προθυμίας ἀγασθεὶς αὐτὸν οὔπω τὸν πατέρα, εἶπεν ὦ μειράκιον, τὸν σεαυτοῦ γιγνώσκεις, εἰ μὴ ὑπʼ αὐτοῦ ἐπαινεθήσεσθαι μᾶλλον οἴει ἔργον φιλότιμόν τε καὶ νεανικὸν εἰργασμένος, καὶ ὀρθῶς εἶπεν ὁ Ἀχιλλεὺς ταῦτα· ὑπερησθεὶς γὰρ τῷ παιδὶ ὁ Νέστωρ καὶ ἐπʼ αὐτῷ φρονήσας ἄγει αὐτὸν παρὰ τὸν Ἀγαμέμνονα, ὁ δὲ αὐτίκα ξυγκαλεῖ τοὺς Ἀχαιοὺς καὶ λέγεται ἄριστα ἑαυτοῦ2 διαλεχθῆναι τότε ὁ Νέστωρ. ξυνελθεῖν μὲν γὰρ αὐτοὺς χαίροντας ἐπὶ τῷ παῖδα ὄψεσθαι Νέστορος — οὐδὲ γὰρ εἶναι αὐτῷ ἐν Τροίᾳ υἱόν, οὔτε Θρασυμήδη τινὰ οὔτε ἕτερον — ἑστάναι δὲ τὸν Ἀντίλοχον ἐρυθριῶντά τε καὶ ἐς τὴν γῆν βλέποντα καὶ θαυμαστὰς κτήσασθαι τοῦ κάλλους οὐκ ἐλάττους ἢ Ἀχιλλεὺς ἐκέκτητο. τὸ μὲν γὰρ ἐκείνου εἶδος ἐκπληκτικόν τε φαίνεσθαι καὶ θεῖον, τὸ δὲ τοῦ Ἀντιλόχου τερπνόν τε καὶ ἥμερον δοκεῖν πᾶσι, καὶ τοὺς Ἀχαιοὺς ὁ Πρωτεσίλεως οὐδὲ ἄλλως ἐκλελησμένους τότε δὴ μάλιστα ἐς ἔννοιαν ἑαυτοῦ3 ἀφικέσθαι λέγει, ξυμβαίνοντος ἑαυτῷ τοῦ Ἀντιλόχου τὴν ἡλικίαν τε καὶ τὸ μέγεθος,

葡萄园丁:他说涅斯托耳还生有一个儿子安提洛科斯,此人直到战事已进行到一半时方才赶来。因为当希腊联军集结于奥利斯时,安提洛科斯尚年幼,未到服役的年龄,他虽渴望随军出征,父亲却未予准许;但当战事已推进到第五年时,他便登船赶来,并步入阿喀琉斯的营帐——因他听说此人与自己的父亲最为亲厚——恳求阿喀琉斯向父亲为自己求情,以免父亲因他的违命而发怒。阿喀琉斯欣喜于安提洛科斯的青春风采,赞赏他的这番热忱,便说:“年轻人啊,你若不认为自己做了一桩壮怀激烈的男儿事业因而反会受到父亲的称赞,那你可就还不了解你自己的父亲了。”阿喀琉斯此言果然不虚;因为涅斯托耳见到儿子欣喜若狂,并以他为傲,遂将他引见给阿伽门农,阿伽门农随即便召集阿开奥斯将士,据说涅斯托耳当时发表了他平生最出色的演说。将士们都因能见到涅斯托耳的儿子而欢欣集结——因为在特洛伊城下涅斯托耳本无子嗣相随,既无斯拉叙墨得斯,亦无其他儿子——而安提洛科斯则满面羞红、垂首视地而立,其美貌赢得了不亚于阿喀琉斯的赞叹者。因为阿喀琉斯的容貌令人震撼而宛如神明,安提洛科斯的外貌却令所有人感到悦目而温和;普罗忒西拉奥斯说,平日里并未将他忘怀的阿开奥斯人,在此时尤为深切地忆起了他自己,因为安提洛科斯的年龄和身材恰与他相仿,

语法注3 条
  1. 697παραιτήσασθαι αὐτὸν τοῦ πατρός

    动词 παραιτέομαι(求情、代为恳请)在此处带双重补足成分:受格 αὐτόν 表示被说情的人,属格 τοῦ πατρός 表示被求告施恩或息怒的对象,意为“向其父为他求情”。

  2. 697ἄριστα ἑαυτοῦ

    最高级副词 ἄριστα 与反身代词属格 ἑαυτοῦ 连用,为希腊语熟语结构,表示与主语自身以往的表现相比达到最高水平,意为“达到他平生发挥的最佳水准”。

  3. 697ἐς ἔννοιαν ἑαυτοῦ

    反身代词 ἑαυτοῦ 在间接引语中用作间接反身代词,指代所报道言论的主体普罗忒西拉奥斯本人,意为“(阿开奥斯人)想起了他自己(即普罗忒西拉奥斯)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:696-697