- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:694-695
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普罗忒西拉奥斯论证了海伦未曾在特洛伊的历史理据,批评荷马偏袒奥德修斯而编造离奇神话,并揭示波塞冬与阿喀琉斯的真正怒因乃是为帕拉墨得斯鸣不平,随后引出对各位英雄事迹的逐一详述。
Ἀμπελουργός ξυγκαλύπτεσθαί τε καὶ μὴ ὁρᾶν αὐτὰ διαβεβλημένου τοῦ γένους. ἐπαινουμένου δὲ οὐδὲ ἐν αὐτῇ τῇ Τροίᾳ Πάριδος ἐπὶ τῇ ἁρπαγῇ τῆς Ἑλένης οὔτʼ ἂν Ἕκτορα τὸν σωφρονέστατον καρτερῆσαί φησι τὸ μὴ οὐκ ἀποδοῦναι αὐτὴν1 τῷ Μενέλεῳ ἐν Ἰλίῳ οὖσαν, οὔτʼ ἂν Πρίαμον ξυγχωρῆσαι τῷ Πάριδι τρυφᾶν, πολλῶν ἤδη ἀπολωλότων αὐτῷ παίδων, οὔτʼ ἂν τὴν Ἑλένην διαφυγεῖν τὸ μὴ οὐκ ἀποθανεῖν ὑπὸ τῶν Τρωάδων, ὁπόσων ἤδη ἄνδρες ἀπωλώλεισαν καὶ ἀδελφοὶ καὶ παῖδες, ἴσως δʼ ἂν καὶ ἀποδρᾶναι αὐτὴν παρὰ τὸν Μενέλεων διὰ τὸ ἐν Τροίᾳ μῖσος. ἐξῃρήσθω δὴ ὁ ἀγών, ὅν φησιν Ὅμηρος ἀγωνίσασθαι τῷ Μενέλεῳ τὸν Πάριν ἐπὶ σπονδαῖς τοῦ πολέμου· κατʼ Αἴγυπτόν τε γὰρ τὴν Ἑλένην εἶναι καὶ τοὺς Ἀχαιοὺς πάλαι τοῦτο γιγνώσκοντας ἐκείνῃ μὲν ἐρρῶσθαι φράζειν,2 μάχεσθαι δὲ ὑπὲρ τοῦ ἐν Τροίᾳ πλούτου. οὐδὲ ἐκεῖνα ὁ Πρωτεσίλεως ἐπαινεῖ τοῦ Ὁμήρου, ὅτι λόγον ὑποθέμενος Τρωικὸν ἀποπηδᾷ τοῦ λόγου μετὰ τὸν Ἕκτορα, καθάπερ σπεύδων ἐπὶ τὸν ἕτερον τῶν λόγων, ᾧ τὸν Ὀδυσσέα ἐπιγράφει, καὶ ᾅδει μὲν ἐν ᾠδαῖς Δημοδόκου τε καὶ Φημίου τήν τε τοῦ Ἰλίου πόρθησιν καὶ τὸν Ἐπειοῦ καὶ Ἀθηνᾶς ἵππον, δίεισι δὲ αὐτὰ ἀποτεμὼν τοῦ λόγου καὶ ἀνατιθεὶς Ὀδυσσεῖ μᾶλλον, διʼ ὃν Κυκλώπων τε αὐτῷ ἐπενοήθη γένος οὐδαμοῦ τῆς γῆς φύντες Λαιστρυγόνες τε ἀνετυπώθησαν, οὓς οὐδεὶς οἶδεν, ὅπου γενόμενοι, Κίρκη τε δαίμων ἐποιήθη ʽἡʼ σοφὴ ἐπὶ φαρμάκοις καὶ θεαὶ ἕτεραι ἐρᾶν αὐτοῦ καίτοι προήκοντος ἤδη ἐς ὠμὸν γῆρας, ὅτε καὶ τὰς ὑακινθίνας κόμας, αἳ ἐπὶ τὴν Ναυσικάαν αὐτῷ ἤνθησαν, φαίνεται ἔχων.
葡萄园丁:她理应遮住脸面而不去看这些事情,因为她们这一性别已然蒙受恶名。而且,既然在特洛伊城中也没有人会因帕里斯劫掠海伦而赞赏他,普罗忒西拉奥斯便说,若是海伦人在伊利昂,最明理的赫克托尔绝难容忍不把她归还给墨涅拉俄斯,普里阿摩斯在已经丧失了众多儿子的情形下也绝不会容许帕里斯肆意妄为,海伦也绝不可能逃脱那些已有丈夫、兄弟或儿子丧命的特洛伊妇女们的诛杀;甚至海伦自己由于在特洛伊受到的痛恨,恐怕也早已逃回墨涅拉俄斯那里去了。因此,荷马所谓帕里斯在停战誓约下与墨涅拉俄斯进行的那场决斗应当被剔除在外;因为海伦当时身在埃及,阿开奥斯人对此早就心知肚明,他们早已对她挥手作别,而仅仅是为了争夺特洛伊的财富而战。普罗忒西拉奥斯对荷马的以下做法也不予称许:他既已立定特洛伊故事为题,却在赫克托尔死后便跳离正题,宛如急不可耐地奔向以奥德修斯冠名的另一故事;虽然他在德谟多科斯与珀弥奥斯的歌声中唱到了伊利昂的陷落以及厄珀俄斯和雅典娜的木马,却把这些从正题中割裂出来加以叙述,反而归功于奥德修斯。正是为了奥德修斯,荷马才虚构出了大地上绝不存在的独目巨人族,描绘了无人知晓生于何处的莱斯特律戈涅斯人,将喀耳刻塑造成精通草药的神女,并让其他女神爱恋奥德修斯——尽管他当时早已步入迟暮之年,而且在那时他还宛如依然拥有为了瑙西卡阿而绽放的风信子般卷发。
Ἀμπελουργός ὅθεν ὁ Πρωτεσίλεως παίγνιον τὸν Ὀδυσσέα καλεῖ τοῦ Ὁμήρου· οὐδὲ γὰρ τῆς λεγομένης αὐτοῦ σοφίας ἤρα ἡ κόρη· τί γὰρ σοφὸν ἢ εἶπε πρὸς τὴν Ναυσικάαν ἢ ἔπραξε; καλεῖ δὲ αὐτὸν Ὁμήρου παίγνιον καὶ ἐν τῇ ἄλῃ· καθεύδων τε γὰρ πολλαχοῦ ἀπόλλυται καὶ ἐκφέρεται τῆς νεὼς τῶν Φαιάκων ὥσπερ ἀποθανὼν ἐν τῇ Εὐπλοίᾳ, τὴν δὲ τοῦ Ποσειδῶνος μῆνιν, διʼ ἣν οὔτε ναῦς ὑπελείφθη τῷ Ὀδυσσεῖ οὐδεμία καὶ οἱ ἄνδρες οἱ πληροῦντες αὐτὰς ἀπώλοντο, οὐχ ὑπὲρ τοῦ Πολυφήμου γενέσθαι φησίν· οὔτε γὰρ ἀφικέσθαι τὸν Ὀδυσσέα ἐς ἤθη τοιαῦτα, οὔτʼ ἄν, εἰ Ποσειδῶνι Κύκλωψ παῖς ἐγένετο, μηνῖσαι τὸν Ποσειδῶ ποτε ὑπὲρ τοῦ τοιούτου παιδός, ὃς λέοντος ὠμοῦ δίκην τοὺς ἀνθρώπους ἤσθιεν, ἀλλʼ ὑπὲρ Παλαμήδους υἱωνοῦ ὄντος ἄπλουν μὲν τὴν θάλατταν τῷ Ὀδυσσεῖ ἐποίει, διαφυγόντα δὲ αὐτὸν τὰ ἐκεῖ πάθη ἀπώλεσεν ʽἐνʼ αὐτῇ ʽτῇʼ Ἰθάκῃ ὕστερον θαλαττίαν, οἶμαι, αἰχμὴν ἐπʼ αὐτὸν δούς.3 λέγει δὲ καὶ τὴν Ἀχιλλέως μῆνιν οὐχ ὑπὲρ τῆς τοῦ Βρισέως θυγατρὸς ἐμπεσεῖν τοῖς Ἕλλησιν, ἀλλὰ κἀκεῖνον ὑπὲρ Παλαμήδους μηνῖσαι. καὶ ἀποκείσθω μοι ὁ λόγος οὗτος ἐς τὰ τοῦ Ἀχιλλέως ἔργα· δίειμι γὰρ καὶ κατὰ ἕνα τοὺς ἥρως ἀπαγγέλλων, ὅσα τοῦ Πρωτεσίλεω περὶ αὐτῶν ἤκουσα. Φοῖνιξ ἥκεις ἐπὶ τὸν ἥδιστον ἐμοὶ τῶν λόγων· ἵππων γὰρ ἤδη δή με καὶ ἀνδρῶν "ἀμφὶ κτύπος οὔατα βάλλει "καὶ μαντεύομαί τι ἀγαθὸν ἀκούσεσθαι μέγα.
葡萄园丁:因此普罗忒西拉奥斯把奥德修斯称作荷马的玩物。因为那少女并非爱慕他所谓的智慧;他对瑙西卡阿究竟说了什么睿智之语,又做了什么睿智之事呢?在漂泊途中,他也把奥德修斯称作荷马的玩物;因为奥德修斯多次在沉睡中濒于灭顶,又在顺风航行中宛如死尸一般被抬下淮阿喀亚人的船只。至于使奥德修斯一艘船也没能剩下、所有船员尽皆丧命的波塞冬的震怒,普罗忒西拉奥斯说绝非因波吕斐摩斯而起;因为奥德修斯既未曾到达过那样的野蛮之乡,即使波塞冬真有一个独目巨人之子,波塞冬也绝不会为了这样一个如凶残雄狮般食人的儿子而发怒;而是为了自己的孙子帕拉墨得斯,波塞冬才使大海对于奥德修斯变得不可航行;待奥德修斯侥幸逃离那里的苦难之后,后来又在伊萨卡本土毁灭了他——依我看,便是借由向他降下海之矛。他还说,阿喀琉斯的震怒降临到希腊人身上,也不是为了布里塞伊斯,而是他同样为了帕拉墨得斯而震怒。不过,且让我把这段叙述留待阿喀琉斯的功绩部分再说;因为我打算将我从普罗忒西拉奥斯那里听到的关于各位英雄的一切,一一分别讲给你听。 腓尼基人:你讲到了我最乐意听的故事;因为战马与勇士们的“喧闹之声已击打着我的耳畔”,我预感到我将听到某种伟大而美妙的事情。
- 694οὔτʼ ἂν Ἕκτορα τὸν σωφρονέστατον καρτερῆσαί φησι τὸ μὴ οὐκ ἀποδοῦναι αὐτὴν
在带有否定词(此处为伴随 οὔτε 的 καρτερέω“忍受、耐住”)的语境中,采用带有双重否定的定冠词加不定式结构(τὸ μὴ οὐ + 不定式)作补足成分。“忍受不去归还她”,整体语义等于断言赫克托尔“绝不可能不将她归还”。后文紧随的 διαφυγεῖν τὸ μὴ οὐκ ἀποθανεῖν(在表示逃脱、避免的动词之后)亦属于完全相同的语法句式。
- 694ἐκείνῃ μὲν ἐρρῶσθαι φράζειν
带有习语 ἐρρῶσθαι φράζω(“道别”、“抛开”、“与之断绝关系”)的宾格加不定式结构。源于完成时被动命令语气的不定式 ἐρρῶσθαι(“愿你保重、永别”)与 φράζω(“说”)连用,支配与格 ἐκείνῃ(海伦),表示希腊诸侯早已对寻回海伦一事彻底作罢。
- 695θαλαττίαν, οἶμαι, αἰχμὴν ἐπʼ αὐτὸν δούς
意为“我想,是通过向他降下海之矛”。此处典引史诗《忒勒戈诺斯史诗》中的神话传统:奥德修斯最终死于他与喀耳刻所生的儿子忒勒戈诺斯之手,所用的正是以黄貂鱼毒刺为矛尖的武器(θαλαττία αἰχμή),故文中将其解释为海神波塞冬假借来自大海的兵刃完成了复仇。
