← 斐洛斯脱拉德

论英雄

§692-693

荷马的省略缘由与普罗忒西拉奥斯的评判

葡萄园丁阐明了荷马蓄意忽略密细亚战事与帕拉墨得斯的缘由,随后转述了普罗忒西拉奥斯对荷马的评判:既极力称赞荷马超越早期诸诗人、手法隐微巧妙的非凡诗艺,又指责其将神祇贬于凡人之下以及安排海伦登城观战的处理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§692

Ἀμπελουργός ὡς ἐκλανθάνεσθαι1 τῶν ἄλλων Ἀχαιῶν, ὅτε Ἀχιλλεὺς μάχοιτο, οὔτε Μύσια ἐποίησεν ἔπη, οὔτε ἐς μνήμην κατέστη τοῦ ἔργου τούτου, ἐν ᾧ καὶ γυνὴ καλλίων Ἑλένης εὕρητο ἂν καὶ ἄνδρες οὐ παραπολὺ Ἀχιλλέως τὴν ἀνδρίαν2 καὶ ἀγὼν εὐδοκιμώτατος. Παλαμήδους δὲ μνημονεύσας οὐκ ἂν εὗρεν, ὅτῳ ποτὲ κρύψοι τὸ τοῦ Ὀδυσσέως ἐπʼ αὐτῷ ὄνειδος. Φοῖνιξ πῶς οὖν ὁ Πρωτεσίλεως περὶ τοῦ Ὁμήρου φρονεῖ; βασανίζειν γάρ που αὐτὸν ἔφασκες τὰ τούτου ποιήματα. Ἀμπελουργός τὸν Ὅμηρον φησί, ξένε, καθάπερ ἐν ἁρμονίᾳ μουσικῇ πάντας ψῆλαι τοὺς ποιητικοὺς τῶν τρόπων καὶ τοὺς ποιητάς, ἐφʼ οἷς ἐγένετο,3 ὑπερβεβλῆσθαι πάντας, ἐν ὅτῳ ἕκαστος αὐτῶν ἦν κράτιστος· μεγαλορρημοσύνην τε γὰρ ὑπὲρ τὸν Ὀρφέα ἀσκῆσαι ἡδονῇ τε ὑπερβαλέσθαι τὸν Ἡσίοδον καὶ ἄλλῳ ἄλλον, καὶ λόγον μὲν ὑποθέσθαι Τρωικόν, ἐς ὃν ἡ τύχη τὰς πάντων Ἑλλήνων τε καὶ βαρβάρων ἀρετὰς ξυνήνεγκεν, ἐσαγαγέσθαι δὲ ἐς αὐτὸν πολέμους τοὺς μὲν πρὸς ἄνδρας, τοὺς δὲ πρὸς ἵππους καὶ τείχη, τοὺς δὲ πρὸς ποταμούς, τοὺς δὲ πρὸς θεοὺς καὶ θεάς, καὶ ὁπόσα κατʼ εἰρήνην εἰσὶ καὶ χοροὺς καὶ ᾠδὰς καὶ ἔρωτας καὶ δαῖτας ἔργα τε, ὧν γεωργία ἅπτεται, καὶ ὥρας, αἳ σημαίνουσιν, ὁπόσα ἐς τὴν γῆν δεῖ πράττειν, καὶ ναυτιλίας καὶ ὁπλοποιίας τὰς ἐν Ἡφαίστῳ, εἴδη τε ἀνδρῶν καὶ ἤθη ποικίλα. πάντα ταῦτα τὸν Ὅμηρον δαιμονίως ἐξειργάσθαι φησὶ καὶ τοὺς μὴ ἐρῶντας αὐτοῦ μαίνεσθαι. καλεῖ δὲ αὐτὸν καὶ οἰκιστὴν Τροίας, ἐπειδὴ εὐδοκίμησεν ἐκ τῶν Ὁμήρου ἐπʼ αὐτῇ θρήνων. θαυμάζει δὲ αὐτοῦ καὶ ὅσα ἐπιτιμᾷ τοῖς ὁμοτέχνοις, ὅτι μὴ τραχέως διορθοῦται σφᾶς, ἀλλʼ οἷον λανθάνων· Ἡσίοδον μὲν ἐν ἄλλοις τε καὶ οὐκ ὀλίγοις καὶ νὴ Δίʼ ἐν τοῖς ἐκτυπώμασι τῶν ἀσπίδων· ἑρμηνεύων γὰρ οὗτός ποτε τὴν τοῦ Κύκνου ἀσπίδα τὸ τῆς Γοργοῦς εἶδος ὑπτίως τε καὶ οὐ ποιητικῶς ᾖσεν, ὅθεν ἐπιστρέφων αὐτὸν ὁ Ὅμηρος Ἀμπελουργός "τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε, "οὑτωσὶ τὴν Γοργὼ ᾅδει. Ὀρφέα δὲ ἐν πολλοῖς τῶν κατὰ θεολογίαν ὑπερῆρε, Μουσαῖον δʼ ἐν ᾠδαῖς χρησμῶν, καὶ μὴν καὶ Παμφὼ σοφῶς μὲν ἐνθυμηθέντος, ὅτι. Ζεὺς εἴη τὸ ζῳογονοῦν καὶ διʼ οὗ ἀνίσταται τὰ ἐκ τῆς γῆς πάντα, εὐηθέστερον δὲ χρησαμένου4 τῷ λόγῳ καὶ καταβεβλημένα ἔπη ἐς τὸν Δία ᾅσαντος — ἔστι γὰρ τὰ τοῦ Παμφὼ ἔπη· "Ζεῦ κύδιστε, μέγιστε θεῶν, εἰλυμένε κόπρῳ μηλείῃ τε καὶ ἱππείῃ καὶ ἡμιονείῃ "τὸν Ὅμηρον ὁ Πρωτεσίλεώς φησιν ἐπάξιον τοῦ Διὸς ᾆσαι ὕμνον· "Ζεῦ κύδιστε, μέγιστε, κελαινεφές, αἰθέρι ναίων "ὡς οἰκοῦντος μὲν αὐτοῦ τὸ καθαρώτατον, ἐργαζομένου δὲ ἔμβια τὰ ὑπὸ τῷ αἰθέρι. καὶ τὰς μάχας δέ, ὁπόσαι Ποσειδῶνι μὲν πρὸς Ἀπόλλω, Λητοῖ δὲ πρὸς Ἑρμῆν ἐγένοντο, καὶ ὡς ἐμάχοντο ἡ Ἀθηνᾶ τῷ Ἄρει καὶ ὁ Ἥφαιστος τῷ ὕδατι, ταῦτα τὸν Ὀρφέως τρόπον πεφιλοσοφῆσθαι τῷ Ὁμήρῳ φησὶ καὶ οὐ μεμπτὰ εἶναι πρὸς ἔκπληξιν καὶ θεῖα, ὥσπερ τὸ καὶ (ὡς) ἀνεπήδησεν Ἀιδωνεὺς τοῦ θρόνου τινασσομένης τῆς γῆς ἐκ Ποσειδῶνος. μέμφεται δὲ τοῦ Ὁμήρου ἐκεῖνα·5 πρῶτα μὲν ὅτι θεοὺς ἐγκαταμίξας ἀνθρώποις περὶ μὲν τῶν ἀνθρώπων μεγάλα εἴρηκε, περὶ δὲ τῶν θεῶν μικρὰ καὶ φαῦλα, εἶτα ὅτι σαφῶς γιγνώσκων, ὡς ἐν Αἰγύπτῳ ἡ Ἑλένη ἐγένετο ἀπενεχθεῖσα ὑπὸ ἀνέμων ὁμοῦ τῷ Πάριδι, ὁ δὲ ἄγει αὐτὴν ἐπὶ τὸ τοῦ Ἰλίου τεῖχος ὀψομένην τὰ ἐν τῷ πεδίῳ κακά, ἣν εἰκός, εἰ καὶ διʼ ἑτέραν γυναῖκα ταῦτα ἐγίγνετο,

葡萄园丁: ……以至于每当阿喀琉斯作战时,人们就会彻底忘却其余的阿开奥斯人;因此他既没有创作有关密细亚的史诗,也没有将这一功绩载入篇章,而在这一功绩中,本可以发现比海伦更美丽的女子、在勇力上不甚逊色于阿喀琉斯的勇士,以及最显赫的争斗。而且,他若提及帕拉墨得斯,就决计找不到任何办法来掩盖奥德修斯针对帕拉墨得斯所招致的耻辱。 腓尼基人:那么,普罗忒西拉奥斯对荷马究竟作何评价呢?因为你刚才似乎说过,他在审视荷马的诗作。 葡萄园丁:异邦人啊,他说荷马宛如在音乐的和声中弹遍了所有的诗歌调式,在先前的诗人们各自最擅长的方面超越了所有人。因为他在崇高宏伟的辞句上超越了俄耳甫斯,在悦耳优美上胜过了赫西俄德,并在不同方面凌驾于其他众人;他选定特洛伊的故事作为底本——命运将全体希腊人与异邦人的美德都汇聚于此——并在这部史诗中引入了战争:有时是对人,有时是对战马与城墙,有时是对江河,有时是对男神与女神;他又引入了和平时期的一切:歌舞、诗歌、情爱、筵席、农事活动、指示当对土地施以何种农活的节令、航海、赫淮斯托斯炉中的兵器打造,以及形形色色的人物样貌与性格。普罗忒西拉奥斯说,荷马神妙地成就了这一切,凡不爱戴荷马之人皆是疯癫。他甚至称荷马为特洛伊的建立者,因为特洛伊正是因荷马对它的哀歌而享誉后世。普罗忒西拉奥斯还钦佩荷马对同道者的批评方式,因为荷马纠正他们时毫不苛厉,而是宛如不着痕迹:对赫西俄德,在许多其他事情上是如此,指着宙斯发誓,在盾牌浮雕的描写上亦是如此。赫西俄德曾描绘库克诺斯的盾牌,却以平铺直叙、毫无诗意的手法歌咏了戈耳工的形貌;荷马为了扭转纠正他,葡萄园丁: “其上盘踞着面貌狰狞的戈耳工,目光可怖,周遭环绕着战栗与惊骇,”便如此歌唱戈耳工。荷马还在神学的诸多方面超越了俄耳甫斯,在神谕的诗篇中超越了墨萨俄斯。确实,当潘福斯明智地领悟到宙斯是孕育生灵者、大地所出之万物皆由他而兴起,却极其笨拙地运用这一理念,唱出了写给宙斯的鄙俗诗句时——因为潘福斯的诗句是: “最显赫的宙斯,众神中最伟大者,裹缠于羊粪、马粪与骡粪之中”——普罗忒西拉奥斯说,荷马唱出了配得上宙斯的颂歌: “最显赫、最伟大的宙斯,浓云密布、居于以太者”,意指宙斯居于至纯之界,使以太之下的生灵充满活力。至于波塞冬对阿波罗、勒托对赫耳墨斯的交战,以及雅典娜如何与阿瑞斯、赫淮斯托斯如何与流水交战,他说荷马以俄耳甫斯的方式对这些作了哲学上的阐发,就其震撼人心的力量而言无可指责,实属神圣,正如写到波塞冬震动大地时哈得斯从王座上一跃而起的那段一样。然而他非难荷马的则是这些:首先,他将诸神与凡人混杂在一起,对凡人备加崇扬,对诸神却说得渺小而卑劣;其次,他分明清楚海伦是与帕里斯一同被风刮到了埃及,却将她带到伊利昂的城墙上观看平原上的惨状,而即便这一切是因别的女子而起,按常理她也会……

语法注5 条
  1. 692ὡς ἐκλανθάνεσθαι

    接续上一段落结尾的分词短语(οὕτως ἀνατιθείς)的结果(或目的)从句,由 ὡς + 不定词构成,意为“(将最显赫的武功尽数归于阿喀琉斯一人)以至于每当阿喀琉斯作战时,人们就会彻底忘却其余的阿开奥斯人”。

  2. 692οὐ παραπολὺ Ἀχιλλέως τὴν ἀνδρίαν

    Ἀχιλλέως 为由 παραπολύ 所引出的比较属格,τὴν ἀνδρίαν 为表示方面的对格(限制对格),意为“在勇武方面并不甚逊色于阿喀琉斯的(勇士们)”。

  3. 692τοὺς ποιητάς, ἐφʼ οἷς ἐγένετο

    关系节 ἐφʼ οἷς ἐγένετο 修饰先行词 τοὺς ποιητάς,意为“先于他存在的诗人们”(字面为“他生于其后的诗人们”,ἐπί + 与格表示时间上的承继或在其之后)。

  4. 693Παμφὼ σοφῶς μὲν ἐνθυμηθέντος ... εὐηθέστερον δὲ χρησαμένου

    属格独立结构。两个分词(ἐνθυμηθέντος 与 χρησαμένου)由 μὲν ... δέ 形成对比,表示让步与背景:“潘福斯虽然明智地领悟到了……,却极其笨拙地运用了这一理念……”。

  5. 693μέμφεται δὲ τοῦ Ὁμήρου ἐκεῖνα

    动词 μέμφομαι 接被非难之人的属格(τοῦ Ὁμήρου)以及非难之事由的对格(ἐκεῖνα),意为“关于荷马,他非难这些事情”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:692-693