- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:690-691
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
葡萄园丁讲述了大埃阿斯斩杀伊斯特罗斯河之子、帕拉墨得斯与阿喀琉斯的功勋、忒勒福斯的负伤及其盾牌归属的裁决,以及战死的密细亚勇武王后希厄拉的绝世美貌,并探讨了荷马蓄意在史诗中略去这些事迹的原因。
Ἀμπελουργός Αἴας δὲ ὁ μέγας τοὺς μὲν τὰ πλήθη ἀποκτείνοντας θεριστὰς ἡγεῖτο μέγα οὐδὲν ἀμῶντας, τοὺς δὲ τῶν ἀρίστων κρατοῦντας δρυτόμους ἐκάλει καὶ ταύτης ἑαυτὸν τῆς μάχης ἠξίου μᾶλλον· ταῦτα τοι καὶ ἐπὶ τοὺς τοῦ ποταμοῦ παῖδας ᾖξεν οὔτε τοῦ μέρους ἑαυτοῦ ὄντας1 καὶ τὸν τοῦ Ἕκτορος τρόπον ἀπὸ τεττάρων μαχομένους ἵππων, βαίνων τε σοβαρὸν μετὰ τῆς αἰχμῆς πρὸς τὴν ἀσπίδα ἐδούπησε ταραχῆς ἕνεκα τῶν ἵππων· οἱ δὲ ἵπποι ἔκφρονές τε αὐτίκα ἐγένοντο καὶ ὀρθοὶ ἀνεσκίρτησαν, ὅθεν ἀπιστήσαντες οἱ Σκύθαι τῷ ἅρματι ἀπεπήδησάν τε αὐτοῦ ἀτακτοῦντος καὶ συνέπεσον τῷ Αἴαντι, λόγου τε ἀξίως μαχόμενοι ἄμφω ἀπέθανον. μνημονεύει ὁ Πρωτεσίλεως καὶ τῶν τοῦ Παλαμήδους ἔργων ὡς μεγάλων, οἷς αὐτός τε καὶ Διομήδης καὶ Σθένελος τὸν Αἷμον καὶ τοὺς ἀμφʼ αὐτὸν ἀποκτείναντες οὐδὲ ἀριστείων ὁ Παλαμήδης ἠξίου τυγχάνειν, ἀλλʼ ἐκεῖνα μὲν τῷ Διομήδει ξυνεχώρει ἔχειν, ἐπειδὴ πάνθʼ ὑπὲρ τῆς τῶν πολεμικῶν τιμῆς τε καὶ δόξης ἐγίγνωσκεν αὐτὸν πράττοντα, σοφίας δὲ εἴ τινα στέφανον προθείη τὸ Ἑλληνικόν, οὐκ ἂν ἐκστῆναι τούτου ἑτέρῳ2 σοφίας τε ἀπʼ ἀρχῆς ἐρῶν καὶ μελετῶν τοῦτο. Τηλέφῳ δὲ ὁ Πρωτεσίλεως αὐτὸς μὲν συμπλακῆναί φησι καὶ τὴν ἀσπίδα ζῶντος περισπάσαι, τὸν δὲ Ἀχιλλέα γυμνῷ προσπεσόντα τρῶσαι αὐτὸν εὐθὺ τοῦ μηροῦ καὶ ἰατρὸν μὲν ὕστερον ἐν Τροίᾳ γενέσθαι τοῦ τραύματος, τότε δὲ λιποθυμῆσαί τε ὑπʼ αὐτοῦ ὁ Τήλεφος καὶ ἀποθανεῖν ἄν, εἰ μὴ οἱ Μυσοὶ ξυνδραμόντες ἀνείλοντο αὐτὸν ἐκ τῆς μάχης, ὅτε δὴ λέγονται πολλοὶ τῶν Μυσῶν ἐπʼ αὐτῷ πεσεῖν, ὑφʼ ὧν ᾑματωμένον ῥυῆναι τὸν Κάικον. λέγει δὲ ὡς καὶ δικάσαιτο μὲν πρὸς αὐτὸν ὁ Ἀχιλλεὺς περὶ τῆς ἀσπίδος, ἐπειδὴ ἐτετρώκει τὸν Τήλεφον, οἱ δὲ Ἀχαιοὶ ψηφίσαιντο αὐτῷ μᾶλλον προσήκειν τὴν ἀσπίδα, ὡς οὐκ ἂν τοῦ Τηλέφου τρωθέντος, εἰ μὴ ἐκείνης ἐγυμνώθη.3 φησὶ δέ, ὅτι καὶ Μυσαὶ γυναῖκες ἀφʼ ἵππων συνεμάχοντο τοῖς ἀνδράσιν, ὥσπερ Ἀμαζόνες, καὶ ἦρχε τῆς ἵππου ταύτης Ἱερὰ γυνὴ Τηλέφου.
葡萄园丁:大埃阿斯认为,那些斩杀普通兵卒的人不过是收割毫无价值之物的收割者,而将压制杰出勇士的人称为伐木者,并认为自己更配参与这种伐木者的战斗。正因如此,他也冲向了那条河的儿子们——他们甚至不在划归给他的防区,而且仿效赫克托耳的方式驾着四匹马拉的战车战斗;埃阿斯威严地前行,用长矛撞击盾牌以惊扰战马。战马立时受惊并发狂地直立腾跃,于是斯基泰人对战车失去信任,趁战车混乱时跳下车来,与埃阿斯交手;二人以配得上盛名的英勇奋战,双双阵亡。普罗忒西拉奥斯还把帕拉墨得斯的功绩记为极其伟大,凭此功绩,帕拉墨得斯本人与狄俄墨得斯、斯忒涅罗斯杀死了海摩斯及其随从;然而帕拉墨得斯并不认为自己该得到头功奖赏,而是赞同将其归于狄俄墨得斯,因为他知道狄俄墨得斯所做的一切都是为了军事的荣誉与声威;但若希腊联军设立任何智慧的冠冕,他决不会将其让给他人,因为他从一开始就热爱智慧并钻研智慧。普罗忒西拉奥斯说,是他自己同忒勒福斯缠斗,并在其尚且活着时剥下了他的盾牌,而阿喀琉斯则扑向失去防护的忒勒福斯,直接刺穿了他的大腿,后来并在特洛伊成为这处伤口的医治者;但在当时,忒勒福斯因伤昏厥,若非密细亚人一同跑来将其从战场抢救出来,他早已毙命;据说当时许多密细亚人为保护他而倒下,凯科斯河因他们的鲜血染红而流淌。普罗忒西拉奥斯还说,阿喀琉斯曾因刺伤了忒勒福斯而与他就这面盾牌对簿公堂,但阿开奥斯人投票裁定盾牌更应属于普罗忒西拉奥斯,理由是若非忒勒福斯的盾牌被剥去,他决不可能负伤。他还说,密细亚妇人也如亚马逊人一般从马上与男人们并肩作战,统领这支骑兵的是忒勒福斯的妻子希厄拉。
Ἀμπελουργός ταύτην μὲν δὴ λέγεται Νιρεὺς ἀποκτεῖναι — τὸ γὰρ μειρακιῶδες τοῦ στρατοῦ καὶ οὔπω εὐδόκιμον πρὸς αὐτὰς ἔταξαν — πεσούσης δὲ ἀνέκραγον αἱ Μυσαὶ καὶ συνταράξασαι τὴν ἑαυτῶν ἵππον ἐς τὰ τοῦ Καίκου ἕλη ἀπηνέχθησαν. τὴν δὲ Ἱερὰν ταύτην ὁ Πρωτεσίλεως μεγίστην ὧν εἶδε γυναικῶν γενέσθαι λέγει καλλίστην τε ἁπασῶν, ὁπόσαι ὄνομα ἐπὶ κάλλει ἤραντο. Ἑλένην μὲν γὰρ τὴν Μενέλεω γυναῖκα ἰδεῖν οὔ φησιν ἐν Τροίᾳ, νυνὶ δὲ ὁρᾶν μὲν αὐτὴν τὴν Ἑλένην καὶ οὐ μέμφεσθαι τὸ ὑπὲρ αὐτῆς ἀποθανεῖν, εἰ δὲ ἐνθυμηθείη τὴν Ἱεράν, τοσοῦτον αὐτήν φησι πλεονεκτεῖν τῆς Ἑλένης, ὅσον κἀκείνη τῶν Τρωάδων. καὶ οὐδὲ αὕτη, ξένε, Ὁμήρου ἐπαινέτου ἔτυχεν, ἀλλὰ Ἑλένῃ χαριζόμενος οὐκ ἐσηγάγετο ἐς τὰ ἑαυτοῦ ποιήματα θείαν γυναῖκα, ἐφʼ ᾗ καὶ παθεῖν τι οἱ Ἀχαιοὶ καὶ πεσούσῃ λέγονται καὶ παρακελεύσασθαι πρεσβύτεροι νέοις μὴ σκυλεύειν Ἱεράν, μηδὲ προσάπτεσθαι κειμένης. ἐν ταύτῃ, ξένε, τῇ μάχῃ πολλοὶ τῶν Ἀχαιῶν ἐτρώθησαν, καὶ λουτρὰ τοῖς τετρωμένοις μαντευτὰ ἐγένετο, πηγαὶ θερμαὶ ἐν Ἰωνίᾳ, ἃς ἔτι καὶ νῦν Ἀγαμεμνονείους καλοῦσιν οἱ Σμύρναν οἰκοῦντες. ἀπέχουσι δέ, οἶμαι, τετταράκοντα στάδια τοῦ ἄστεος καὶ ἀνῆπτό ποτε αὐτοῖς αἰχμάλωτα κράνη Μύσια. Φοῖνιξ τί οὖν, ἀμπελουργέ, φῶμεν ἑκόντα τὸν Ὅμηρον ἤ ἄκοντα παραλιπεῖν ταῦτα οὕτως ἡδέα καὶ ποιητικὰ ὄντα; Ἀμπελουργός ἑκόντα ἴσως, ξένε· βουληθεὶς γὰρ τὴν Ἑλένην ὡς ἀρίστην γυναικῶν ὑμνῆσαι ἐπὶ τῷ κάλλει καὶ τὰς Τρωικὰς μάχας ὡς μεγίστας τῶν ἀλλαχοῦ διαπολεμηθεισῶν ἐπαινέσαι Παλαμήδην τε τὸν θεῖον ἐξαιρῶν ἅπαντος λόγου διʼ Ὀδυσσέα Ἀχιλλεῖ τε μόνῳ τὰ μαχιμώτατα τῶν ἔργων οὕτως ἀνατιθείς,4
葡萄园丁:据说杀死她的是尼柔斯——因为他们将全军中年轻且尚未成名之人派去迎战她们——而当她倒下时,密细亚妇人们大声悲号,自乱骑兵队伍,溃退到了凯科斯河的沼泽地中。普罗忒西拉奥斯说,这位希厄拉是他所见过的妇人中最魁伟的,也是凡因美貌而赢得声誉之人中最美丽的。因为他说自己在特洛伊并未见过墨涅拉俄斯的妻子海伦,如今虽亲眼见到海伦本人,且不非议为她丧生之事,但若回想起希厄拉,他说希厄拉胜过海伦的程度,正如海伦胜过特洛伊女子一般。异邦人啊,连她也没能遇上荷马这位赞颂者;荷马为了取悦海伦,竟未将这位神一般的女子写入自己的诗篇;据说甚至当她阵亡倒地时,阿开奥斯人也为之心生恻隐,长者们告诫年轻人不要剥除希厄拉的甲胄,也不要触碰躺在那里的遗体。异邦人啊,在这场战斗中,许多阿开奥斯人受了伤,神谕为负伤者指明了浴池,即伊奥尼亚的温泉,居于士麦那的人至今仍称其为阿伽门农之泉。我想,这些温泉距城有四十斯塔狄昂,上面曾悬挂过缴获的密细亚头盔。 腓尼基人:那么,葡萄园丁,我们当说荷马是故意还是无意遗漏了这些如此优美而富有诗意的事情呢? 葡萄园丁:也许是故意的,异邦人;因为他既想歌颂海伦在美貌上为天下妇人之冠,又想将特洛伊的战役赞美为各地所有交战中最大的一场,加之为了奥德修斯而将神圣的帕拉墨得斯从全部记述中抹去,又将最显赫的武功如此归于阿喀琉斯一人,
- 690οὔτε τοῦ μέρους ἑαυτοῦ ὄντας
属格 τοῦ μέρους ἑαυτοῦ 作表语性质的从属(所有)属格,意为“不属于他自己的作战阵区/分队”。
- 690οὐκ ἂν ἐκστῆναι τούτου ἑτέρῳ
间接引语中的“ἄν + 不定词”(ἐκστῆναι)对应直接引语中的可能希求法(οὐκ ἂν ἐκσταίην),与前面的条件从句 εἴ τινα στέφανον προθείη τὸ Ἑλληνικόν(希求法)相呼应,表示对将来的假定推论(若……决不让给他人)。
- 690ὡς οὐκ ἂν τοῦ Τηλέφου τρωθέντος, εἰ μὴ ἐκείνης ἐγυμνώθη
由 ὡς 引出的带 ἄν 属格独立结构(οὐκ ἂν ... τρωθέντος)代表过去与事实相反条件的归结分句(即代替直接引语中的 οὐκ ἂν ἐτρώθη),与条件分句 εἰ μὴ ἐκείνης ἐγυμνώθη(不定过去时直陈式)相对应,体现了阿开奥斯人做出裁决的主观理由(即若非盾牌被夺,决不可能负伤)。
- 691βουληθεὶς γὰρ ... ἀνατιθείς
结尾处的一系列分词(βουληθεὶς ... ἐξαιρῶν ... ἀνατιθείς)为前句省略的主句 ἑκόντα ἴσως(“也许是故意[遗漏的]”)提供原因说明。句子在此并未接续独立定式动词,而是保持分词悬空状态收尾(未完句结构)。
