← 斐洛斯脱拉德

论英雄

§688-689

激战忒勒福斯与阿开奥斯军的布阵

葡萄园丁记述了忒勒福斯统领的密细亚与斯基泰联军阻击阿开奥斯登陆军的激烈战斗,详述了阿喀琉斯与普罗忒西拉奥斯解救搁浅阿卡狄亚人的英勇举动,以及埃阿斯倡导的纪律严明的希腊军阵部署。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§688

Ἀμπελουργός καί πη καὶ δεδιότες, μὴ πρόσοικοι τῷ Ἰλίῳ ὄντες ἐς κοινωνίαν τῶν κινδύνων μετακληθῶσι. Τηλέφῳ δὲ Ἡρακλείδῃ τε ὄντι καὶ ἄλλως γενναίῳ καὶ ὡπλισμένης γῆς ἄρχοντι οὐκ ἀνεκτὰ ταῦτα ἐφαίνετο, ὅθεν πολλὴν μὲν ἀσπίδα παρέταττε, πολλὴν δὲ ἵππον· ἦγε δὲ τοὺς μὲν ἐκ τῆς ὑπʼ αὐτῷ Μυσίας — ἦρχε δέ, οἶμαι, πάσης, ὁπόση ἐπὶ θαλάττῃ — οἱ δὲ ἐκ τῶν ἄνω Μυσῶν ξυνεμάχουν, οὓς Ἀβίους τε οἱ ποιηταὶ καλοῦσι καὶ ἵππων ποιμένας καὶ τὸ γάλα αὐτῶν πίνοντας, τῆς τε γὰρ τῶν Ἀχαιῶν διανοίας, καθʼ ἣν ἐποιοῦντο τοὺς περίπλους οὐκ οὔσης ἀδήλου, Τληπολέμου τε πέμψαντος ἐπὶ Ῥοδίας ὁλκάδος ἄγγελον ὡς ἀδελφὸν καὶ κελεύσαντος ἀπὸ γλώττης1 αὐτῷ σημαίνειν, ὁπόσα τῶν Ἀχαιῶν ἐν Αὐλίδι διῄσθετο — γράμματα γὰρ οὔπω εὕρητο — πᾶσα ἡ μεσογεία ἐς ξυμμαχίαν καταβεβήκει καὶ τῷ πεδίῳ ἐπεκύμαινε τὰ Μύσιά τε καὶ Σκυθικὰ ἔθνη. λέγει δὲ ὁ Πρωτεσίλεως, ὅτι καὶ μέγιστος αὐτοῖς ἀγώνων γένοιτο τῶν τε ἐν αὐτῇ τῇ Τροίᾳ καὶ ὁπόσοι πρὸς βαρβάρους ὕστερον διεπολεμήθησαν Ἕλλησι. καὶ γὰρ κατὰ πλῆθος εὐδόκιμοι καὶ κατʼ ἄνδρα ἦσαν ἡ ξυμμαχία τοῦ Τηλέφου, καὶ ὥσπερ ὑπὸ τῶν Ἀχαιῶν Αἰακίδαι τε ᾔδοντο καὶ Διομήδεις καὶ Πάτροκλοι, οὕτω Τηλέφου τε ὄνομα ἦν καὶ Αἵμου τοῦ Ἄρεος, ὀνομαστότατοι δὲ ἦσαν Ἕλωρός τε καὶ Ἀκταῖος ποταμοῦ παῖδες τοῦ κατὰ Σκυθίαν Ἴστρου. τὴν μὲν δὴ ἀπόβασιν οὐ ξυνεχώρουν οἱ Μυσοὶ ποιεῖσθαι τοξεύοντες ἀπὸ τῆς γῆς καὶ ἀκοντίζοντες, οἱ δὲ Ἀχαιοὶ καὶ μὴ ξυγχωρούντων ἐβιάζοντο, καί τινας καὶ ὤκελλον τῶν νεῶν οἱ Ἀρκάδες, ἅτε πρῶτον πλέοντες καὶ θαλάττης οὔπω γεγυμνασμένοι.2

葡萄园丁:而在某种程度上,他们也是害怕密细亚人由于是伊利昂的邻邦而被召去共同分担危险。但对忒勒福斯——他既是赫拉克勒斯的后裔,在其他方面又显赫高贵,并且统治着一片武备完备的土地——来说,这些事情显得难以忍受;因此他排布了大量盾牌兵和大量骑兵。他率领着来自他统治下的密细亚的人——我想,凡临海的密细亚领土皆受他统治——而来自高地密细亚的人也前来助战,诗人们称这些人是阿比奥伊人,是放马之人且饮用马乳。因为阿开奥斯人沿海航行所抱的意图并非不可探知,加之特勒波勒摩斯曾派一名使者乘着罗得岛商船去往其兄那里,吩咐他口头报告在奥利斯所察觉到的关于阿开奥斯人的一切——因为文字那时候还未被发明——所以全部内陆地区的部族都为了结盟而下到海滨,密细亚人和斯基泰人的各部族如潮水般涌向平原。普罗忒西拉奥斯说,这对他们而言乃是最大的一场激战,不仅大于在特洛伊城本身的战斗,也大于后来希腊人对异族所进行的所有战争。因为忒勒福斯的联军无论在人数上还是单兵勇武上都享有盛名;正像阿开奥斯人歌颂埃阿科斯的后裔、狄俄墨得斯们和帕特罗克洛斯们一样,忒勒福斯的名号以及阿瑞斯之子海摩斯的名号也同样响亮,而最著名的则是斯基泰境内伊斯特罗斯河的儿子们,厄罗罗斯与阿克泰俄斯。密细亚人从陆地上放箭并投掷标枪,不准他们登陆;阿开奥斯人却在对方不准的情况下强行推进,阿卡狄亚人甚至使几艘战船搁浅了,因为他们是首次出航,尚未受过海上风浪的训练。

§689

Ἀμπελουργός φησὶ γάρ, ὥς που γιγνώσκεις, Ὅμηρος, ὅτι μήτε ναυτικοὶ ἦσαν πρὸ Ἰλίου Ἀρκάδες μήτε ἔργων θαλαττίων ἥπτοντο, ἀλλʼ ἐπὶ νεῶν ἑξήκοντα ὁ Ἀγαμέμνων ἐσηγάγετο αὐτοὺς ἐς τὴν θάλατταν αὐτὸς ἐπιδοὺς ναῦς οὔπω πεπλευκόσιν. ὅθεν ἐπιστήμην μέν, ὁπόση πολεμική, καὶ ῥώμην ἐς τὰ πεζὰ παρείχοντο, πλέοντες δὲ οὔτε ὁπλῖται ἀγαθοὶ ἦσαν οὔτε ἐρέται. τὰς μὲν δὴ ναῦς ἀπειρίᾳ τε καὶ τόλμῃ ὤκελλον καὶ πολλοὶ μὲν αὐτῶν ἐτρώθησαν ὑπὸ τῶν ἐπὶ τῇ ῥαχίᾳ τεταγμένων, ὀλίγοι δὲ ἀπέθανον· Ἀχιλλεὺς δὲ καὶ Πρωτεσίλεως δείσαντες ὑπὲρ τῶν Ἀρκάδων ὥσπερ ἀπὸ συνθήματος ἄμφω ἅμα ἐς τὴν γῆν ἐπεπήδησαν καὶ ἀπεώσαντο τοὺς Μυσοὺς εὐοπλοτάτω ὀφθέντε καὶ καλλίστω τοῦ Ἑλληνικοῦ, τοῖς δʼ ἄγαν βαρβάροις καὶ δαίμονες ἐδοξάτην. ἐπεὶ δὲ ὁ Τήλεφος ἐπανήγαγε τὴν στρατιὰν ἐς τὸ πεδίον καὶ προσέπλευσαν οἱ Ἀχαιοὶ καθʼ ἡσυχίαν, ἐξεπήδων αὐτίκα τῶν νεῶν, πλὴν κυβερνήτου καὶ περίνεω,3 πάντες, οὓς ἡ ναῦς ἦγεν, ἐτάττοντο δὲ ὡς ἐς μάχην κόσμον καὶ σιωπὴν ἐν θυμῷ ἔχοντες. ὀρθῶς γὰρ τοῦτο τὸν Ὅμηρον περὶ αὐτῶν εἰρηκέναι φησὶν ἐπαινοῦντα τὸ τῆς Ἑλληνικῆς μάχης ἦθος, ἧς ξύμβουλον γενέσθαι Αἴαντα τὸν Τελαμῶνος λέγει. Μενεσθέως γὰρ τοῦ Ἀθηναίου τακτικωτάτου τῶν βασιλέων ἐς Τροίαν ἐλθόντος καὶ διδάσκοντος ἐν Αὐλίδι τὴν στρατιὰν πᾶσαν, ὡς χρὴ συνηρμόσθαι, κραυγῇ τε χρωμένοις μὴ ἐπιπλήττοντος οὐ ξυνεχώρει ὁ Αἴας,4 ἀλλʼ ἐπετίμα γυναικεῖόν τε ἀποφαίνων καὶ ἄτακτον. ἔλεγε γάρ, ὅτι καὶ τὸν θυμὸν ἡ κραυγὴ κακῶς ἑρμηνεύει. ταχθῆναι δὲ πρὸς μὲν τοὺς Μυσοὺς ἑαυτόν τε καὶ τὸν Ἀχιλλέα φησὶν ὁμοῦ τῷ Πατρόκλῳ, πρὸς δὲ τὸν τοῦ Ἄρεος Αἷμον Διομήδην τε καὶ Παλαμήδην καὶ Σθένελον, πρὸς δὲ τοὺς ἀπὸ τοῦ Ἴστρου ἥκοντας οἱ Ἀτρεῖδαί τε καὶ ὁ Λοκρὸς καὶ οἱ λοιποὶ ἐτάχθησαν.

葡萄园丁:因为正如你大概所知,荷马曾说,阿卡狄亚人在伊利昂之前既非水手,也不从事海上作业,而是阿伽门农用六十艘船将他们带入大海,亲自给这些从未航行过的人配备了船只。因此,在凡涉及步战的军事知识与力量上,他们固然都能展现,但在航行时,他们既不是合格的重装步兵,也不是合格的桨手。他们确实因缺乏经验与鲁莽而使船搁浅,其中许多人被部署在乱石滩上的敌军击伤,但阵亡者寥寥。阿喀琉斯和普罗忒西拉奥斯为阿卡狄亚人担忧,仿佛依照密约一般,两人同时跳上陆地,击退了密细亚人,他们被目击为全希腊军中披甲最精良、容貌最英俊之人,而在那些极其野蛮的异族人眼中,他们甚至被看作神灵。当忒勒福斯将军队引回平原、阿开奥斯人安然靠岸时,除了舵手和备用人员,船上所载之人全都在一瞬间从船上跃下,心中抱持着严整与肃静而列队准备战斗。因为普罗忒西拉奥斯说,荷马称赞希腊人战斗的作风并在谈及他们时这样说,是极其正确的;他说这种作风的倡议者乃是忒拉蒙之子埃阿斯。因为当雅典人墨涅斯透斯作为诸王中最善战术者来到特洛伊,并在奥利斯教导全军当如何紧密编队,并且对那些呐喊喧嚷之人不加斥责时,埃阿斯并不赞同,反而予以训斥,指出那是妇人之态且毫无纪律;因为他说,呐喊也拙劣地表达了勇气。他说,他自己和阿喀琉斯同帕特罗克洛斯一起被部署来迎战密细亚人;迎战阿瑞斯之子海摩斯的是狄俄墨得斯、帕拉墨得斯和斯忒涅罗斯;而迎战来自伊斯特罗斯河的人的,则是阿特柔斯的儿子们、洛克里斯人以及其余众人。

语法注4 条
  1. 688ἀπὸ γλώττης

    意为“口头地”、“通过口头传达”的习语。紧随其后的解释性分句 γράμματα γὰρ οὔπω εὕρητο(“因为文字那时候还未被发明”)说明了使者必须口头传信而非传递书信的原因。

  2. 688θαλάττης οὔπω γεγυμνασμένοι

    完成时被动分词 γεγυμνασμένοι 带有表示领域或对象的属格 θαλάττης(“未受过海上训练的”),属于形容词或分词后接属格表示专长领域的用法。

  3. 689πλὴν κυβερνήτου καὶ περίνεω

    由接属格的前置词 πλὴν(“除……之外”)支配。περίνεω 是阿提卡第二变格名词 περίνεως(指“多余乘员”、“备用船员”)的单数属格形式。

  4. 689Μενεσθέως γὰρ τοῦ Ἀθηναίου ... μὴ ἐπιπλήττοντος οὐ ξυνεχώρει ὁ Αἴας

    Μενεσθέως ... μὴ ἐπιπλήττοντος 构成属格独立结构(表时间或条件背景),与主句主语 ὁ Αἴας 和谓语 οὐ ξυνεχώρει 构成对比。插入其中的 κραυγῇ τε χρωμένοις 是分词 ἐπιπλήττοντος 的与格宾语(“对发出呐喊的人未加斥责”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:688-689