← 斐洛斯脱拉德

论英雄

§686-687

诸英雄显灵与密细亚的蓄意洗劫

葡萄园丁讲述了阿喀琉斯、安提罗科斯与帕特罗克洛斯在特洛伊显灵的轶事,随后根据普罗忒西拉奥斯的叙述论证,阿开奥斯人洗劫密细亚乃蓄意为之,而非因迷航所致的误会。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§686

Ἀμπελουργός τὰ μὲν ἐν τῷ Πόντῳ, ξένε, εἰ μήπω ἐς αὐτὸν πέπλευκας καὶ ὅσα ἐν τῇ ἐκεῖ νήσῳ λέγεται πράττειν, ἐγώ σοι ἀπαγγελῶ ὕστερον ἐν τῷ περὶ αὐτοῦ λόγῳ μακροτέρῳ ὄντι, τὰ δὲ ἐν Ἰλίῳ παραπλήσια τοῖς ἄλλοις ἥρωσι, καὶ γὰρ προσδιαλέγεταί τισι καὶ ἐπιφοιτᾷ καὶ θηρία διώκει. ξυμβάλλονται δὲ αὐτὸν Ἀχιλλέα εἶναι τῇ τε ὥρᾳ τοῦ εἴδους καὶ τῷ μεγέθει καὶ τῇ ἀστραπῇ τῶν ὅπλων· κατόπιν δὲ αὐτοῦ ζάλη ἀνέμου εἱλεῖται πομπὸς τοῦ εἰδώλου. ἐπιλείψει με ἡ φωνή, ξένε, τῶν τοιούτων μνημονεύοντα· καὶ γάρ τι καὶ περὶ Ἀντιλόχου ᾅδουσιν, ὡς κόρη Ἰλιὰς φοιτῶσα ἐπὶ τὸν Σκάμανδρον εἰδώλῳ τοῦ Ἀντιλόχου ἐνέτυχε καὶ προσέκειτο τῷ σήματι ἐρῶσα τοῦ εἰδώλου, καὶ ὡς βουκόλοι μειράκια, περὶ τὸν τοῦ Ἀχιλλέως βωμὸν ἀστραγαλίζοντες ἀπέκτεινεν ἂν ὁ ἕτερος τῇ καλαύροπι τὸν ἕτερον πλήξας, εἰ μὴ ὁ Πάτροκλος αὐτοὺς διεπτόησεν ἀρκεῖ μοι εἰπών ὑπὲρ ἀστραγάλων αἷμα ἕν.1 γιγνώσκειν δὲ ὑπάρχει ταῦτα καὶ παρὰ τῶν βουκόλων καὶ πάντων τῶν οἰκούντων τὸ Ἴλιον· ἐπιμίγνυμεν γὰρ ἅτε τὰς ὄχθας οἰκοῦντες τῶν τοῦ Ἑλλησπόντου ἐκβολῶν καὶ ποταμόν, ὡς ὁρᾷς, πεποιημένοι τὴν θάλατταν. ἄγε δή, ὦ ξένε, τὴν ἀσπίδα ἤδη ἀναλάβωμεν,2 ἣν ὁ Πρωτεσίλεως Ὁμήρῳ τε ἠγνοῆσθαί φησι καὶ ποιηταῖς πᾶσιν. Φοῖνιξ ποθοῦντι ἀποδίδως, ἀμπελουργέ, τὸν περὶ αὐτῆς λόγον, σπάνιον δὲ οἶμαι ἀκούσεσθαι. Ἀμπελουργός σπανιώτατον· προσέχων δὲ ἀκροῶ.

葡萄园丁:异邦人啊,关于黑海的事,若是你还不曾航行到那里,以及关于传说他在那里的岛屿上所行的一切,我稍后会在关于他的更长叙述中告诉你;但他在伊利昂的事迹则与其他英雄相似,因为他确实会与某些人交谈、造访并追逐野兽。人们是根据他容貌的青春美丽、魁梧的身形以及盔甲的闪光,推断出他就是阿喀琉斯的;在他身后,还旋绕着一阵风暴作为这幻影的护送。异邦人啊,若是历数这类事,我的嗓音都要枯竭了;因为关于安提罗科斯他们也传唱着这样的事:一个经常前往斯卡曼德罗斯河的特洛伊少女遇见了安提罗科斯的幻影,因爱慕这幻影而依偎在墓碑旁;还有年轻的牧牛人在阿喀琉斯的祭坛旁掷羊拐骨玩耍时,其中一人,若非帕特罗克洛斯吓住他们并说: “为羊拐骨而流的热血,于我有一场便够了”,他就已经用牧杖击打对方而将其杀死了。这些事从牧牛人以及所有居住在伊利昂的人那里都可以了解到;因为我们居住在赫勒斯滂出海口的岸边,正如你所见,已将这片海视作河流,彼此交往频繁。来吧,异邦人,让我们现在就拿起那面“盾牌”吧,普罗忒西拉奥斯说它对荷马以及所有诗人们而言都是不为人知的。 腓尼基人:你把关于盾牌的记述讲给了一个渴求它的人,葡萄园丁啊,我想这必定是罕得一闻的。 葡萄园丁:极为罕见;你可要留心倾听。

§687

Φοῖνιξ προσέχων λέγεις; οὐδὲ τὰ θηρία ἐς τὸν Ὀρφέα οὕτως ἐκεχήνει ᾅδοντα, ὡς ἐγώ σου ἀκούων τά τε ὦτα ἵστημι καὶ τὸν νοῦν ἐγρήγορα καὶ ξυλλέγομαι ἐς τὴν μνήμην πάντα. ἡγοῦμαι δὲ καὶ τῶν ἐπὶ Τροίαν ἐστρατευκότων εἷς εἶναι, τοσοῦτον κατέσχημαι τοῖς ἡμιθέοις ὑπὲρ ὧν διαλεγόμεθα. Ἀμπελουργός οὐκοῦν, ἐπειδὴ φρονεῖς οὕτως, αἴρωμεν ἐξ Αὐλίδος, ὦ ξένε. τὸ γὰρ ἐκεῖ ξυνειλέχθαι σφᾶς ἀληθές. τὰ δʼ ἐμβατήρια τοῦ λόγου τῷ Πρωτεσίλεῳ εὔχθω. ὡς μὲν δὴ τὴν Μυσίαν οἱ Ἀχαιοὶ πρὸ Τροίας ἐπόρθησαν ἐπὶ Τηλέφῳ τότε οὖσαν, καὶ ὡς ὁ Τήλεφος ὑπὲρ τῶν ἑαυτοῦ μαχόμενος ἐτρώθη ὑπὸ Ἀχιλλέως, ἔστι σοι καὶ ποιητῶν ἀκούειν — οὐ γὰρ ἐκλέλειπται αὐτοῖς ταῦτα — τὸ δὲ πιστεύειν, ὡς ἀγνοήσαντες οἱ Ἀχαιοὶ τὴν χώραν τὰ τοῦ Πριάμου ἄγειν τε καὶ φέρειν ᾤοντο, διαβάλλει τὸν Ὁμήρου λόγον,3 ὃν περὶ Κάλχαντος ᾅδει τοῦ μάντεως· εἰ γὰρ ἐπὶ μαντικῇ ἔπλεον καὶ τὴν τέχνην ἡγεμόνα ἐποιοῦντο, πῶς ἂν ἄκοντες ἐκεῖ καθωρμίσθησαν; πῶς δʼ ἂν καθορμισθέντες ἠγνόησαν, ὅτι μὴ ἐς Τροίαν ἥκουσι καὶ ταῦτα πολλοῖς μὲν βουκόλοις ἐντετυχηκότες, πολλοῖς δὲ ποιμέσι; νέμεταί τε γὰρ ἡ χώρα μέχρι θαλάττης καὶ τοὔνομα ἐρωτᾶν τῆς ξένης ξύνηθες, οἶμαι, τοῖς καταπλέουσιν. εἰ δὲ καὶ μηδενὶ τούτων ἐνέτυχον, μηδὲ ἤροντο τῶν τοιούτων οὐδέν, ἀλλʼ Ὀδυσσεὺς καὶ Μενέλεως ἐς Τροίαν ἤδη ἀφιγμένω τε καὶ πεπρεσβευκότε καὶ τὰ κρήδεμνα τοῦ Ἰλίου εἰδότε οὐκ ἄν μοι δοκοῦσι περιιδεῖν ταῦτα,4 οὐδʼ ἂν ξυγχωρῆσαι τῷ στρατῷ διαμαρτάνοντι τῆς πολεμίας. ἑκόντες μὲν δὴ οἱ Ἀχαιοὶ τοὺς Μυσοὺς ἐληίζοντο, λόγου ἐς αὐτοὺς ἥκοντος, ὡς ἄριστα ἠπειρωτῶν πράττοιεν,

腓尼基人:你说留心?就连野兽对着歌唱的俄耳甫斯张口出神,也比不上我听你讲述时这般竖起耳朵、心神警醒并把一切储入记忆之中。我都觉得自己仿佛也是当年远征特洛伊的一员了,我竟被我们谈论的这群半神如此彻底地迷住了。 葡萄园丁:那么,异邦人啊,既然你这样想,我们就从奥利斯扬帆起航吧;因为他们聚集在那里确是真实的。就让关于我们叙述的启航祈祷献给普罗忒西拉奥斯吧。阿开奥斯人在攻打特洛伊之前掠夺了当时在忒勒福斯统治下的密细亚,以及忒勒福斯为保卫家园而战被阿喀琉斯刺伤,这些事你也能从诗人们那里听到——因为他们并没有漏掉这些——;然而,相信阿开奥斯人是由于不识地理而误以为自己在抢掠普里阿摩斯的领地,这却败坏了荷马关于预言家卡尔卡斯所传唱的说法。因为倘若他们是凭借预言航海并以此术为向导,他们又怎会身不由己地泊靠在那里呢?泊靠之后,他们又怎会不知自己并未到达特洛伊,况且还遇见了许多牧牛人和牧羊人呢?因为这片土地直到海滨都被用作牧场,而且我想,对于靠岸的人来说,询问异乡的地名是常有的事。即便他们没有遇见这些人中的任何一个,也没有询问任何此类事情,但奥德修斯和墨涅拉俄斯早先曾作为使节出使特洛伊,熟知伊利昂的雉堞,在我看来他们决不会对此视而不见,也不会容许军队错失敌国。阿开奥斯人确实是蓄意劫掠密细亚人的,因为有消息传到他们耳中,说密细亚人是大陆居民中最富庶的,

语法注4 条
  1. 686ἀρκεῖ μοι ... ὑπὲρ ἀστραγάλων αἷμα ἕν

    αἷμα ἕν 意为“一场(流出的)血”,暗指帕特罗克洛斯少年时因掷羊拐骨争执而失手杀死同伴的神话典故(见《伊利亚特》第23卷第87-88行)。此句意为:“因争夺羊拐骨而流血,有我当年那一桩就足够了”,以此警戒正在冲突中的年轻人。

  2. 686τὴν ἀσπίδα ἤδη ἀναλάβωμεν

    “拿起盾牌”比喻重装步兵披挂上阵,在此用作转义,表示“开始正式叙述特洛伊战争的征战业绩与本题”。这同时也可能影射荷马史诗中著名的“阿喀琉斯之盾”,宣告由普罗忒西拉奥斯所传授的全新远征史诗记述的开启。

  3. 687τὸ δὲ πιστεύειν, ὡς ἀγνοήσαντες οἱ Ἀχαιοὶ τὴν χώραν τὰ τοῦ Πριάμου ἄγειν τε καὶ φέρειν ᾤοντο, διαβάλλει τὸν Ὁμήρου λόγον

    句首带冠词的不定式短语 τὸ δὲ πιστεύειν... 作句子的主语,主谓动词为 διαβάλλει,宾语为 τὸν Ὁμήρου λόγον。διαβάλλει 在此意为“败坏……的信誉”或“揭露……的矛盾而加以驳斥”。意即如果相信阿开奥斯人是因为无知而劫掠了密细亚,就会动摇荷马将卡尔卡斯塑造成神意向导的说法的可信度。

  4. 687Ὀδυσσεὺς καὶ Μενέλεως ἐς Τροίαν ἤδη ἀφιγμένω τε καὶ πεπρεσβευκότε καὶ τὰ κρήδεμνα τοῦ Ἰλίου εἰδότε οὐκ ἄν μοι δοκοῦσι περιιδεῖν ταῦτα

    主语 Ὀδυσσεὺς καὶ Μενέλεως 支配双数主格的分词 ἀφιγμένω、πεπρεσβευκότε 和 εἰδότε。主句动词 δοκοῦσι 采用了人称句构(Personal construction),支配带有 ἄν 的不定式 περιιδεῖν 及 ξυγχωρῆσαι,骨架为:“奥德修斯与墨涅拉俄斯在我看来决不会坐视不管,也不会容许军队错失敌国”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:686-687