- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:684-685
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
葡萄园丁讲述了侮辱赫克托耳的少年之悲惨结局,随后将话题转回埃阿斯,并记述了帕拉墨得斯的幽灵向一位虔诚的农夫显灵并传授防雹秘法的故事。
Ἀμπελουργός διʼ ἧς τὸ μειράκιον ἤλαυνεν ἐπὶ τεττάρων ἵππων οὐ μεγάλων, οὓς ὑπολαβὼν ὁ ποταμὸς ὁμοῦ τῷ μειρακίῳ βοῶντί τε καὶ ξυνιέντι λοιπὸν τοῦ Ἕκτορος1 ἀπήγαγεν ἐς τὰ ἑαυτοῦ ἤθη καὶ οὕτως ἀπώλεσεν, ὡς μηδὲ ἀνελέσθαι ξυγχωρῆσαι τὸ σῶμα, ᾤχετο γὰρ οὐκ οἶδʼ ὅποι ἀφανισθέν. Φοῖνιξ οὔτε τὸν Αἴαντα χρὴ θαυμάζειν, ἀμπελουργέ, καρτερήσαντα τὰ ἐκ τῶν ποιμένων, οὔτε τὸν Ἕκτορα ἡγεῖσθαι βάρβαρον μὴ ἀνασχόμενον τὰ ἐκ τοῦ μειρακίου· τοῖς μὲν γὰρ καὶ ξυγγνώμη ἴσως, οἳ Τρῶες ὄντες ἔτι καὶ πονήρως ἐχόντων σφίσι τῶν προβάτων ἐπεπήδων τῷ τάφῳ, μειρακίῳ δὲ Ἀσσυρίῳ πομπεύοντι ἐς τὸν τοῦ Ἰλίου ἥρω τίς ξυγγνώμη; οὐ γὰρ δὴ Ἀσσυρίοις ποτὲ καὶ Τρωσὶ πόλεμος ἐγένετο, οὐδὲ τὰς ἀγέλας σφῶν ὁ Ἕκτωρ ἐπόρθησεν, ὡς τὰς τῶν Τρώων ὁ Αἴας. Ἀμπελουργός πεπονθέναι τι πρὸς τὸν Ἕκτορα, ὦ ξένε, δοκεῖς, καὶ οὐκ ἀξιῶ διαφέρεσθαι. ἀλλʼ ἐπανίωμεν ἐπὶ τὰ τοῦ Αἴαντος, ἐκεῖθεν γὰρ οἶμαι τὴν ἐκβολὴν τοῦ λόγου πεποιῆσθαι. Φοῖνιξ ἐκεῖθεν, ὦ ἀμπελουργέ, καὶ εἰ δοκεῖ, ἐπανίωμεν. Ἀμπελουργός πρόσεχε οὖν, ὦ ξένε· νηός ποτε καθορμισαμένης ἐς τὸ Αἰάντειον δύο τῶν ξένων πρὸ τοῦ σήματος ἤλυόν τε καὶ πεττοῖς ἔπαιζον, ἐπιστὰς δὲ ὁ Αἴας πρὸς θεῶν ἔφη μετάθεσθε τὴν παιδιὰν ταύτην· ἀναμιμνήσκει γάρ με τῶν Παλαμήδους ἔργων σοφοῦ τε καὶ μαλʼ ἐπιτηδείου μοι ἀνδρός. ἀπολώλεκε δὲ κἀμὲ κἀκεῖνον ἐχθρὸς εἷς ἄδικον εὑρὼν ἐφʼ ἡμῖν κρίσιν. Φοῖνιξ Δεδάκρυκα, νὴ τὸν Ἥλιον, ἀμπελουργέ, τὰ γὰρ ἀμφοῖν πάθη παραπλήσιά τε καὶ ἐοικότα ἐς εὔνοιαν· ἀγαθῶν μὲν γὰρ κοινωνία τίκτει ποτὲ καὶ φθόνον, ὅσοι δʼ ἂν κοινωνήσωσι συμφορῶν, ἀγαπῶσιν ἀλλήλους τὸν ἔλεον τοῦ ἐλέου ἀντιδιδόντες. Παλαμήδους δὲ εἴδωλον ἔχοις ἄν τινα εἰπεῖν ἑωρακότα ἐν Τροίᾳ;
葡萄园丁:少年正驱赶着四匹并不高大的马在这条道上疾驰;而暴涨的河水将群马连同那大呼小叫、终于明白这是赫克托耳所为的少年一同吞没,卷入了它自己的深渊,将他彻底毁灭,以至于连尸身都未能允许收殓,因为尸体早已不知被冲到了何处而无影无踪。 腓尼基人:葡萄园丁啊,既不必对埃阿斯能够容忍牧人们的行径感到惊奇,也不该把赫克托耳不能容忍少年的放肆视作残暴。因为对前者而言或许尚有情可原,他们既是特洛伊人,又因羊群患病,才跳上了坟墓;但对于一个向伊利昂的英雄肆意侮辱的亚述少年,又有什么可宽恕的呢?毕竟亚述人与特洛伊人之间从未发生过战争,赫克托耳也从未掠夺过他们的牲畜群,不像埃阿斯掠夺了特洛伊人的牲畜那样。 葡萄园丁:异邦人啊,看来你对赫克托耳颇有深情,我也无意与你争辩。不过我们还是回到关于埃阿斯的话题上来吧,因为我想我们的话题正是从那里岔开的。 腓尼基人:正是从那里岔开的,葡萄园丁啊,若是你愿意,我们就回到那里吧。 葡萄园丁:那么请留心听着,异邦人。曾有一艘船泊入埃阿斯陵区,两个异邦人在墓前漫步并玩着六博棋;埃阿斯突然立于他们面前,说道: “看在诸神的份上,收起这游戏吧!因为它让我想起了帕拉墨得斯的业绩,他是一位贤者,也是我极亲密的朋友;而同一个仇人通过对我们施加不公的判决,害死了他,也害死了我。” 腓尼基人:指着太阳起誓,葡萄园丁啊,我都流下泪来了!因为他们两人的遭遇十分相似,足以引人互生同情。盖因共富贵有时反生嫉妒,而凡是共患难的人,皆能以怜悯回报怜悯,彼此相亲相爱。不过在特洛伊城中,你是否能说出有谁见过帕拉墨得斯的幽灵呢?
Ἀμπελουργός τὰ μὲν ὁρώμενα εἴδωλα οὔπω δῆλα ὅτου ἕκαστον, πολλὰ γὰρ καὶ ἄλλοτε ἄλλα, διαλλάττει δὲ ἀλλήλων καὶ ἰδέᾳ καὶ ἡλικίᾳ καὶ ὅπλοις. ἀκούω δʼ ὁμῶς καὶ περὶ τοῦ Παλαμήδους ταῦτα· ἦν γεωργὸς ἐν Ἰλίῳ ταὐτόν ποτʼ ἐμοὶ πράττων· οὗτος ἐπεπόνθει τι πρὸς τὸ τοῦ Παλαμήδους πάθος καὶ ἐθρήνει αὐτὸν ἥκων ἐπὶ τὴν ἠιόνα, πρὸς ᾗ λέγεται ὑπὸ τῶν Ἀχαιῶν βεβλῆσθαι, καὶ ὁπόσα νομίζουσιν ἐπὶ σημάτων ἄνθρωποι, ἐπέφερε τῇ κόνει τάς τε ἡδίους τῶν ἀμπέλων ἐξαιρῶν αὐτῷ κρατῆρα ἐτρύγα, καὶ ξυμπίνειν τῷ Παλαμήδει ἔφασκεν, ὅτε ἀναπαύοιτο τῶν ἔργων. ἦν δὲ αὐτῷ καὶ κύων τέχνῃ αἰκάλλων καὶ ὑποκαθήμενος τοὺς ἀνθρώπους· τοῦτον Ὀδυσσέα ἐκάλει καὶ ἐπαίετο ὑπὲρ τοῦ Παλαμήδους ὁ Ὀδυσσεὺς οὗτος προσακούων κακὰ μυρία. δοκεῖ δὴ τῷ Παλαμήδει ἐπιφοιτῆσαί ποτε τῷ ἐραστῇ τούτῳ καὶ ἀγαθόν τι αὐτῷ δοῦναι, καὶ δῆτα ὁ μὲν πρὸς ἀμπέλῳ τινὶ ἦν γόνυ αὐτῆς ἰώμενος, ὁ δὲ ἐπιστὰς αὐτῷ σὺ γιγνώσκεις με ἔφη γεωργέ; καὶ πῶς, εἶπεν ὃν οὔπω εἶδον; τί οὖν ἔφη ἀγαπᾷς, ὃν μὴ γιγνώσκεις; ξυνῆκεν ὁ γεωργός, ὅτι ὁ Παλαμήδης εἴη· καὶ τὸ εἶδος ἐς ἥρω ἔφερε μέγαν τε καὶ καλὸν καὶ ἀνδρεῖον οὔπω τριάκοντα ἔτη γεγονότα· καὶ περιβαλὼν αὐτὸν μειδιῶν φιλῶ σε, ὦ Παλάμηδες, εἶπεν ὅτι μοι δοκεῖς φρονιμώτατος ἀνθρώπων γεγονέναι καὶ δικαιότατος ἀθλητὴς τῶν κατὰ σοφίαν πραγμάτων, πεπονθέναι τε ὑπὸ τῶν Ἀχαιῶν ἐλεεινὰ διὰ τὰς Ὀδυσσέως ἐπὶ σοὶ τέχνας, οὗ τάφος εἴ τις ἦν ἐνταῦθα, ἐξωρώρυκτʼ ἂν ὑπʼ ἐμοῦ πάλαι,2 μιαρὸς γὰρ καὶ κακίων τοῦ κυνός, ὃν ἐπʼ αὐτῷ τρέφω. φειδώμεθα λοιπὸν τοῦ Ὀδυσσέως, ὁ ἥρως ἔφη τούτων γὰρ ἐπραξάμην αὐτὸν ἐγὼ δίκας ἐν Αἵδου· σὺ δέ, ἐπειδὴ φιλεῖς που τὰς ἀμπέλους, εἰπέ μοι, τί μάλιστα περὶ αὐταῖς δέδοικας. τί δʼ ἄλλο γε εἶπεν ἢ τὰς χαλάζας; ὑφʼ ὧν ἐκτυφλοῦνταί τε καὶ ῥήγνυνται. ἱμάντα τοίνυν εἶπεν ὁ Παλαμήδης περιάπτωμεν μιᾷ τῶν ἀμπέλων καὶ οὐ βεβλήσονται αἱ λοιπαί.3 Φοῖνιξ σοφός γε ὁ ἥρως, ἀμπελουργέ, καὶ ἀεί τι εὑρίσκων ἀγαθὸν τοῖς ἀνθρώποις. Ἀχιλλέως δὲ πέρι τί ἂν εἴποις; τοῦτον γὰρ θειότατον τοῦ Ἑλληνικοῦ παντὸς ἡγούμεθα.
葡萄园丁:所见到的幽灵目前尚不清楚各自究竟是谁,因为幻影繁多且时有变幻,在容貌、年龄和甲胄上皆彼此各异。不过关于帕拉墨得斯,我也听闻过这样一件事:在伊利昂曾有一名农夫,做着与我相同的营生;他深为帕拉墨得斯的悲剧所动,常常前往传说中帕拉墨得斯被阿开奥斯人乱石砸死的海滩,为他痛哭哀悼;凡是人们习俗中向墓地奉献的祭品,他都一一供奉在尘土之上,并挑出自己葡萄中最甜美的一株为他榨酒注满调酒缸,每当农事歇息之时,便声称自己正与帕拉墨得斯同饮。他还养了一条极善摇尾乞怜、俯首贴耳迎合众人的狗;他给这条狗取名为奥德修斯,而这只奥德修斯狗便为了帕拉墨得斯而挨打,并听尽了无数的唾骂。于是帕拉墨得斯决定在某一刻造访这位热爱他的人,并赐予他某种恩惠;果然,有一次农夫正靠在一株葡萄树旁医治它的结节,帕拉墨得斯便立在他身旁说道: “农夫,你认得我吗?” 农夫答道: “我从未见过的人,又怎会认得呢?” “那么,”英雄说,“你为何要爱一个你并不认识的人呢?”农夫随即领悟到这就是帕拉墨得斯;而且那身形展现出一位魁梧、英俊而英武的英雄,年纪尚不足三十岁。于是农夫微笑着拥抱了他,说道: “我敬爱你,帕拉墨得斯啊,因为在我看来你是人间最聪慧之人,在智慧之事上也是最公正的健将,却因奥德修斯针对你设下的诡计而遭受了阿开奥斯人可悲的残害;倘若他的坟墓在此处,我早就把它刨开了,因为他是个污秽之徒,比我以此命名喂养的那条狗还要卑劣。” 英雄说道: “今后就放过奥德修斯吧,因为关于这些事,我已在哈得斯那里向他索取了惩罚;倒是你,既然你如此钟爱葡萄树,告诉我,你对它们最害怕什么?” 农夫说: “除了雹灾还能有什么呢?葡萄树被冰雹打得芽眼受损、枝条折裂。” 帕拉墨得斯便说: “那么,让我们在其中一株葡萄树上系上一根皮带,其余的葡萄树就都不会遭殃了。” 腓尼基人:这位英雄真是聪慧啊,葡萄园丁,总是能为人类发现福祉。然而关于阿喀琉斯,你又能说些什么呢?因为我们视他为全希腊军中最具神性之人。
- 684ξυνιέντι λοιπὸν τοῦ Ἕκτορος
动词 ξυνίημι(领悟、明白)支配属格 τοῦ Ἕκτορος,表示灾祸背后的始作俑者(“明白这是赫克托耳所为”)。副词性宾格 λοιπόν 在此意为“终于”、“至此”。
- 685οὗ τάφος εἴ τις ἦν ἐνταῦθα, ἐξωρώρυκτʼ ἂν ὑπʼ ἐμοῦ πάλαι
非真实(与事实相反)条件句。条件从句(εἴ τις ἦν)使用未完成过去时直陈式表示对现在的虚拟,主句(ἐξωρώρυκτʼ ἄν,即 ἐξωρώρυκτο ἄν 的省略)使用过去完成时直陈式加 ἄν,表示过去动作完成并持续的状态虚拟(“早就被我刨开了”)。
- 685οὐ βεβλήσονται αἱ λοιπαί
βεβλήσονται 是动词 βάλλω 的完成将来时中动/被动态。此处使用完成将来时带有强烈的语气,用以断言一种确定无疑的持续状态或结果(“其余的都绝不会被击伤”)。
