- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:682-683
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
葡萄园丁对比了埃阿斯的宽容(仅喝退侮辱其墓穴的特洛伊牧民)与赫克托耳的严酷(杀死了冒犯自己的年轻人)。应腓尼基人之请,他描绘了伊利昂城中栩栩如生的赫克托耳雕像,并开始讲述一名出言不逊的亚述少年如何被赫克托耳幻影所引来的暴涨河水吞噬的经过。
Ἀμπελουργός ὡς Τρῶές ποτε ποιμένες ἐς τὸν Αἴαντα ὕβριζον1 νενοσηκότων αὐτοῖς τῶν προβάτων καὶ περιστάντες τὸ σῆμα πολέμιον μὲν Ἕκτορος τὸν ἥρωα ἐκάλουν, πολέμιον δὲ Τροίας τε καὶ ποιμνίων, καὶ ὁ μὲν μανῆναι αὐτόν, ὁ δὲ μαίνεσθαι, ὁ δʼ ἀσελγέστατος τῶν ποιμένων "Αἴας δʼ οὐκέτʼ ἔμιμνε2 "μέχρι τούτου τὸ ἔπος αὐτῷ ἐπερραψῴδει ὡς δειλῷ· ὁ δὲ ἀλλὰ ἔμιμνον εἶπε βοήσας ἐκ τοῦ τάφου φρικῶδές τι καὶ ὄρθιον, λέγεται δὲ καὶ δουπῆσαι τοῖς ὅπλοις, οἷον ἐν ταῖς μάχαις εἰώθει. τὸ μὲν δὴ τῶν κακοδαιμόνων ἐκείνων πάθος οὐ χρὴ θαυμάζειν, εἰ Τρῶές τε καὶ νομεῖς ὄντες ἐξεπλάγησαν ὁρμὴν Αἴαντος, καὶ οἱ μὲν ἔπεσον αὐτῶν, οἱ δʼ ἔτρεσαν, οἱ δʼ ᾤχοντο φεύγοντες οὗ ἐποίμαινον, τὸν δὲ Αἴαντα θαυμάσαι ἄξιον, ἀπέκτεινε γὰρ οὐδένα αὐτῶν, ἀλλὰ τὴν παροινίαν, ᾗ ἐχρῶντο, ἐκαρτέρησε μόνον ἐνδειξάμενος αὐτοῖς τὸ ἀκούειν. ὁ δὲ Ἕκτωρ οὐκ ἐγίγνωσκεν, οἶμαι, τὴν ἀρετὴν ταύτην, ὑβρίσαντος γὰρ ἐς αὐτὸν πέρυσι μειρακίου τινός, ἦν δʼ, ὥς φασι, κομιδῇ νέον καὶ ἀπαίδευτον, ὥρμησεν ἐπὶ τὸ μειράκιον καὶ ἀπέκτεινεν αὐτὸ ἐν ὁδῷ, ποταμῷ τὸ ἔργον προσθείς. Φοῖνιξ ἀγνοοῦντι λέγεις, ἀμπελουργέ, καὶ σφόδρα ἐκπληττομένῳ τὸν λόγον, ᾤμην γὰρ μηδαμοῦ φαίνεσθαι τὸν ἥρω τοῦτον, καὶ ὁπότε μοι τὰ τῶν Ἑλλήνων ἀπήγγελλες, ὑπερήλγουν τοῦ Ἕκτορος, εἰ μήτε ἀρότης τι ὑπὲρ αὐτοῦ λέγει, μήτε αἰπόλος, ἀλλʼ ἀφανής ἐστι τοῖς ἀνθρώποις καὶ ἀτεχνῶς κεῖται. περὶ μὲν γὰρ τοῦ Πάριδος οὐδʼ ἀκούειν ἀξιῶ οὐδέν, δι’ ὃν τοιοίδε καὶ τοσοίδε ἔπεσον, περὶ δὲ τοῦ Ἕκτορος, ὃς ἔρεισμα μὲν τῆς Τροίας καὶ τοῦ ξυμμαχικοῦ παντὸς ἦν, ἵππους δὲ ξυνεῖχε τέτταρας, ὅ μηδεὶς τῶν ἡρώων ἕτερος, τὰς δὲ τῶν Ἀχαιῶν κατεπίμπρη ναῦς, Φοῖνιξ ἐμάχετο δὲ πρὸς αὐτοὺς ὁμοῦ πάντας ἐφορμῶντάς τε καὶ ξυνταττομένους ἐπʼ αὐτὸν οὐκ ἂν ἐροίμην γέ τι, οὐδʼ ἂν ἀκούσαιμι χαίρων, εἰ μὴ διαπηδῴης αὐτά, μηδʼ ἀμελῶς λέγοις;3 Ἀμπελουργός ἄκουε διὰ πλειόνων, ἐπειδὴ τοῦτο ἡγῇ τὸ μὴ ἀμελῶς φράζειν· τὸ ἐν Ἰλίῳ ἄγαλμα τοῦ Ἕκτορος ἡμιθέῳ ἀνθρώπῳ ἔοικε καὶ πολλὰ ἤθη ἐπιφαίνει τῷ θεωροῦντι αὐτὸ ξὺν ὀρθῷ λόγῳ· καὶ γὰρ φρονηματῶδες δοκεῖ καὶ γοργὸν καὶ φαιδρὸν καὶ ξὺν ἁβρότητι σφριγῶν καὶ ἡ ὥρα μετʼ οὐδεμιᾶς κόμης. ἔστι δʼ οὕτω τι ἔμπνουν, ὡς τὸν θεατὴν ἐπισπάσασθαι θιγεῖν. τοῦτο ἵδρυται μὲν ἐν περιβλέπτῳ τοῦ Ἰλίου, πολλὰ δὲ ἐργάζεται χρηστὰ κοινῇ τε καὶ ἐς ἕνα, ὅθεν εὔχονται αὐτῷ καὶ ἀγῶνα θύουσιν, ὅτε δὴ θερμὸν οὕτω καὶ ἐναγώνιον γίγνεται, ὡς καὶ ἱδρῶτα ἀπʼ αὐτοῦ λείβεσθαι· μειράκιον οὖν Ἀσσύριον ἧκον ἐς τὸ Ἴλιον ἐλοιδορεῖτο τῷ Ἕκτορι προφέρον αὐτῷ τάς τε ἕλξεις, αἳ ἐξ Ἀχιλλέως ποτὲ ἐς αὐτὸν ἐγένοντο, καὶ τὸν τοῦ Αἴαντος λίθον, ᾧ βληθεὶς ἀπέθανε πρὸς βραχύ, καὶ ὡς Πάτροκλον τὰ πρῶτα ἔφυγε, καὶ ὡς οὐδὲ ἀπέκτεινεν, ἀλλὰ ἕτεροι. μετεποίει δὲ τὸ ἄγαλμα τοῦ Ἕκτορος, Ἀχιλλέως γὰρ ἔφασκεν εἶναι αὐτὸ μετὰ τὴν κόμην, ἣν ἐκείρατο ἐπὶ τῷ Πατρόκλῳ·4 τούτων ἐμφορηθὲν ἐξήλασεν ἐκ τοῦ Ἰλίου, καὶ πρὶν ἢ δέκα πορευθῆναι σταδίους ποταμὸς οὕτω βραχύς, ὡς μηδὲ ὄνομα αὐτοῦ ἐν Τροίᾳ εἶναι, μέγας ἐκ μικροῦ αἴρεται καὶ ὡς ἀπήγγελλον οἱ διαφυγόντες τῶν ὀπαδῶν, ὁπλίτης ἡγεῖτο τοῦ ποταμοῦ μέγας παρακελευόμενος αὐτῷ βαρβάρῳ τῇ φωνῇ καὶ σφοδρᾷ ἐπιστρέφειν τὸ ὕδωρ ἐς τὴν ὁδόν,
葡萄园丁:这是关于特洛伊牧人们的一段往事:当时他们的羊群染上了疫病,他们便围在埃阿斯的墓旁侮辱他,称这位英雄是赫克托耳的仇敌,是特洛伊与羊群的仇敌;有人说他曾发了疯,有人说他如今仍疯着;而牧人中最放肆的一个,甚至将他当作懦夫,当面吟诵史诗嘲弄他: “然而埃阿斯再也不肯坚守,”只吟到这一句。然而埃阿斯从坟墓中发出一声尖锐可怖的怒吼,说道: “不,我坚守住了!” 据说他还像当年在战斗中惯常做的那样,将武器铠甲撞击得铮铮作响。那些倒霉鬼所遭遇的惊吓固然不足为奇——他们既是特洛伊人又是牧民,自然被埃阿斯的气魄吓破了胆,有的跌倒在地,有的浑身发抖,有的则向放牧之地落荒而逃;但埃阿斯却实属令人赞叹,因为他并未杀死他们中的任何一人,而是忍受了他们借酒行凶的狂妄之举,仅仅向他们表明自己听得清清楚楚。至于赫克托耳,我想他并不懂得这种美德;因为去年有个年轻人侮辱了他——据说还是个极为年轻且缺少管教的少年——赫克托耳便向那个年轻人扑去,在半路上杀死了他,并将这桩暴行归咎于一条河流。 腓尼基人:葡萄园丁啊,你是在对我这个一无所知、且对这番话深感震惊的人倾诉呢;因为我本以为这位英雄从未在任何地方显灵,而且每当你向我讲述希腊将士的事迹时,我都为赫克托耳感到极度惋惜,哀叹既无农夫亦无牧羊人提起他,仿佛他在人间销声匿迹、徒然躺在墓中。至于帕里斯,因他的缘故倒下了如此之多、如此卓越的勇士,我认为甚至不值一闻;但赫克托耳作为特洛伊及全体同盟军的支柱,能够同时驾驭四匹战马——这是其他任何英雄都做不到的——又曾焚烧阿开奥斯人的战船,腓尼基人: 并且在众人一齐向他冲锋、列阵围攻之际独战群雄——对于这样一位赫克托耳,如果你不略过这些事迹、不草率敷衍地讲述,我难道不会有所探问,难道不会满心欢喜地倾听吗? 葡萄园丁:既然你把详细讲述视为不草率敷衍,那就听我细细道来吧。伊利昂城里的赫克托耳雕像宛若半神之人,凡是以理智审视它的人,都能看出它所展现出的诸多神韵:它显得意气风发、威风凛凛、神采飞扬,在优雅之中透出刚劲的力量,虽无长发却尽显青春俊美。它是如此栩栩如生,甚至引得观者忍不住想要去触摸它。这尊雕像矗立在伊利昂城一处显眼的地方,无论对城邦公家还是个人都赐予诸多福祉;因此人们向他祈祷并举行竞技献祭,届时雕像便会变得如此温热、充满战斗的激情,以至于汗珠都从其上渗出。后来,有一个来到伊利昂的亚述少年当面辱骂赫克托耳,拿阿喀琉斯当年对他的拖尸之辱来当面揭短,又提起他被埃阿斯的投石击中而死去片刻之事,以及他最初如何从帕特罗克洛斯面前逃跑、甚至杀死帕特罗克洛斯的也不是他而是别人。他还甚至硬说这尊雕像不是赫克托耳,声称这是阿喀琉斯为帕特罗克洛斯剪去头发之后的模样。少年说够了这番侮辱之词便驱马离开了伊利昂;然而未行至十斯塔狄翁,一条在特洛伊甚至连名字都没有的小溪忽然由微弱暴涨为洪流,据逃脱的随从们报告,一名高大的重装步兵引领着河水,用蛮邦而激厉的声音命令它将水流转向大道,
- 682ὡς Τρῶές ποτε ποιμένες ἐς τὸν Αἴαντα ὕβριζον
连词 ὡς 引导一个内容从句,接续上一语段末尾的句式 ἔστι δέ τις λόγος(“有这样一段传说……”)。
- 682Αἴας δʼ οὐκέτʼ ἔμιμνε
引用自《伊利亚特》第15卷727行(或16卷102行)的荷马史诗诗句。后文的 μέχρι τούτου τὸ ἔπος αὐτῷ ἐπερραψῴδει(“只吟诵至此句嘲弄他”)表明该牧人特意截取至埃阿斯退却之处,以此讥讽埃阿斯为胆怯之徒(ὡς δειλῷ)。
- 683οὐκ ἂν ἐροίμην γέ τι, οὐδʼ ἂν ἀκούσαιμι χαίρων, εἰ μὴ διαπηδῴης αὐτά, μηδʼ ἀμελῶς λέγοις;
带有 ἄν 的希求法(修辞疑问句:οὐκ ἂν ἐροίμην... οὐδʼ ἂν ἀκούσαιμι)与 εἰ 引导的希求法条件从句搭配。该否定修辞反问句表达强烈的肯定语气:“倘若您不跳过这些、不敷衍讲述,我难道不会探问、难道不会乐于倾听吗?(=我定会急切探问并乐于倾听)。”
- 683μετὰ τὴν κόμην, ἣν ἐκείρατο ἐπὶ τῷ Πατρόκλῳ
介词 μετά 接宾格表示“在……之后”,此处结合 τὴν κόμην 表示状态或时间节点:“(这是阿喀琉斯)在为帕特罗克洛斯剪发之后的(形象)”。
