- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:680-681
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
葡萄园丁列举了各地英雄显圣与奇迹的事迹,并讲述了伊利昂平原上英雄幻影预示旱涝与瘟疫的征兆,以及围绕埃阿斯之墓的诅咒。
Ἀμπελουργός πολὺς ἐπιρρεῖ τῶν τοιούτων ὄχλος, εἰ πάντων ἀπομνημονεύοιμι1 ὄντων γε καὶ τῶν ἐν Φθίᾳ τε καὶ Φυλάκῃ φανερῶν πᾶσιν, ὅσοι Θετταλίαν οἰκοῦσιν· καὶ γὰρ τὸ ἐκείνῃ ἱερὸν ἐνεργὸν τῷ Πρωτεσίλεῳ, καὶ πολλὰ τοῖς Θετταλοῖς ἐπισημαίνει φιλάνθρωπά τε καὶ εὐμενῆ, καὶ ὀργίλα αὖ, εἰ ἀμελοῖτο. Φοῖνιξ πείθομαι, νὴ τὸν Πρωτεσίλεων, ἀμπελουργέ· καλὸν γάρ, ὡς ὁρῶ, καὶ ὀμνύναι τοιοῦτον ἥρω. Ἀμπελουργός ἢ ἀδικήσεις γε ἀπιστῶν, ξένε. τὸν δὲ Ἀμφιάρεων, ὃν λέγεται ἡ γῆ ἐν σοφῷ ἀδύτῳ ἔχειν Ἀμφίλοχόν τε τὸν τούτου παῖδα πλείω ἴσως ἢ ἐγὼ γιγνώσκεις οὐ πολὺ ἀπέχων τῆς Κιλίκων ἠπείρου, καὶ Μάρωνα δὲ τὸν Εὐάνθους ἀδικοίης ἂν ἐπιφοιτῶντα ταῖς ἐν Ἰσμάρῳ ἀμπέλοις καὶ ἡδυοίνους αὐτὰς ἐργαζόμενον φυτεύοντά τε καὶ κυκλοῦντα, ὅτε δὴ ὁρᾶται τοῖς γεωργοῖς ὁ Μάρων καλός τε καὶ ἁβρὸς καὶ ἀναπνέων ποτιμόν τε καὶ οἰνῶδες. γιγνώσκειν δὲ χρὴ καὶ τὰ τοῦ Θρᾳκὸς Ῥήσου· Ῥῆσος γάρ, ὃν ἐν Τροίᾳ Διομήδης ἀπέκτεινε, λέγεται οἰκεῖν τὴν Ῥοδόπην καὶ πολλὰ αὐτοῦ θαύματα ᾅδουσιν· ἱπποτροφεῖν τε γάρ φασιν αὐτὸν καὶ ὁπλιτεύειν καὶ θήρας ἅπτεσθαι. σημεῖον δὲ εἶναι τοῦ θηρᾶν τὸν ἥρω τὸ τοὺς σῦς τοὺς ἀγρίους καὶ τὰς δορκάδας καὶ ὁπόσα ἐν τῷ ὄρει θηρία φοιτᾶν πρὸς τὸν βωμὸν τοῦ Ῥήσου κατὰ δύο ἢ τρία θύεσθαί τε οὐδενὶ δεσμῷ ξυνεχόμενα καὶ παρέχειν τῇ μαχαίρᾳ ἑαυτά.2
葡萄园丁:若我要将这一切尽数述及,这类事例定会如潮水般涌来,尤其是普提亚和费拉刻的灵验神迹,对于所有居住在色萨利的人来说皆是有目共睹的;因为在那里的圣所中,普罗忒西拉奥斯同样显圣非凡,他向色萨利人显示出诸多仁慈恩惠的征兆,但若遭到怠慢,亦会降下震怒的警示。 腓尼基人:凭着普罗忒西拉奥斯起誓,葡萄园丁啊,我信服了;因为依我看,以这样一位英雄的名义起誓亦是一件美事。 葡萄园丁:异邦人,你若不信,反倒是不义了。至于据说被大地保留在智慧圣所之中的安菲阿拉俄斯,以及他的儿子安菲罗科斯,你因距离奇里乞亚大陆不远,所知或许比我还多;此外,你对欧安忒斯之子马隆也会行不义——他时常巡幸伊斯马罗斯的葡萄园,使藤蔓结出醇美佳酿,亲自栽植并修剪周围,每当农夫们目睹马隆显现时,他总是面容俊美、仪态优雅,周身散发着甘醇宜人的酒香。人们还应当知晓色雷斯人瑞索斯的事迹:在特洛伊被狄俄墨得斯斩杀的瑞索斯,据说如今居于罗多彼山,人们歌颂他的诸多奇迹;因为据说他饲养战马、披坚执锐,并热衷于狩猎。而这位英雄行猎的明证,便是野猪、羚羊以及山中所有的野兽都会成双成对或三两成群地主动来到瑞索斯的祭坛前,无需任何绳索束缚便自行受戮,主动将身体献于刀刃之下。
Ἀμπελουργός λέγεται δὲ ὁ ἥρως οὗτος καὶ λοιμὸν ἐρύκειν τοῦ ὄρους, πολυανθρωποτάτη δὲ ἡ Ῥοδόπη καὶ πολλαὶ περὶ τὸ ἱερὸν αἱ κῶμαι, ὅθεν μοι δοκεῖ καὶ βοήσεσθαι ὑπὲρ τῶν ἑαυτοῦ συστρατιωτῶν ὁ Διομήδης, εἰ τὸν μὲν Θρᾷκα τοῦτον, ὃν ἀπέκτεινεν αὐτὸς μηδὲν εὐδόκιμον ἐν Τροίᾳ ἐργασάμενον, μηδὲ δείξαντά τι ἐκεῖ λόγου ἄξιον πλὴν ἵππων λευκῶν, εἶναί τι ἡγοίμεθα καὶ θύοιμεν αὐτῷ διὰ Ῥοδόπης τε καὶ Θρᾴκης πορευόμενοι, τοὺς δὲ θεῖά τε καὶ λαμπρὰ εἰργασμένους ἔργα ἀτιμάζοιμεν3 μυθώδη τὴν περὶ αὐτοὺς δόξαν ἡγούμενοι καὶ κεκομπασμένην. Φοῖνιξ μετὰ σοῦ λοιπόν, ἀμπελουργέ, τάττω ἐμαυτὸν καὶ οὐδεὶς ἔτι τοῖς τοιούτοις ἀπιστήσει· οἱ δὲ ἐν τῷ πεδίῳ τῷ ἐν Ἰλίῳ, οὓς ἔφασκες διʼ αὐτοῦ τὸν μάχιμον τρόπον στείχειν, πότε ὤφθησαν; Ἀμπελουργός ὁρῶνται, ὦ Φοῖνιξ, ὁρῶνται ἔτι βουκόλοις τε τοῖς ἐν τῷ πεδίῳ καὶ νομεῦσι μεγάλοι καὶ θεῖοι καὶ θεῶνταί ἐστιν ὅτε ἐπὶ κακῷ τῆς γῆς· εἰ μὲν γὰρ κεκονιμένοι φαίνοιντο, αὐχμοὺς ἐπισημαίνουσι τῇ χώρᾳ, εἰ δὲ ἱδρῶτος πλέοι, κατακλυσμούς τε καὶ ὄμβρους, εἰ δὲ αἷμα περὶ αὐτοῖς ἢ τοῖς ὅπλοις φαίνοιτο, νόσους τῷ Ἰλίῳ ἀναπέμπουσιν, εἰ δὲ μηδὲν τούτων περὶ τοῖς εἰδώλοις ὁρῷτο, ἀγαθὰς ἤδη ἄγουσι τὰς ὥρας καὶ σφάττουσιν αὐτοῖς τότε οἱ νομεῖς ὁ μὲν ἄρνα, ὁ δὲ ταῦρον, ὁ δὲ πῶλον, ὁ δʼ ἄλλο τι ὧν νέμει. φθορὰς δέ, ὁπόσαι περὶ τὰς ἀγέλας γίγνονται, πάσας ἐξ Αἴαντος ἥκειν φασίν, οἶμαι, διὰ τὸν ἐν τῇ μανίᾳ λόγον, ὅτε δὴ ὁ Αἴας λέγεται ταῖς ἀγέλαις ἐμπεσὼν διαφορῆσαι σφᾶς οἷον κτείνων τοὺς Ἀχαιοὺς ἐπὶ τῇ κρίσει, καὶ οὐδὲ νέμει περὶ τὸ σῆμα οὐδεὶς φόβῳ τῆς πόας, νοσώδης γὰρ δὴ ἀναδίδοται καὶ πονηρὰ βόσκειν. ἔστι δέ τις λόγος,
葡萄园丁:据说这位英雄还能为这片山区驱除瘟疫。罗多彼山人口极为稠密,圣所周围村落密布;因此在我看来,倘若我们途经罗多彼山与色雷斯时,将这位在特洛伊毫无显赫战功、除了白马之外别无任何值得称道之处、〔狄俄墨得斯〕亲自斩杀的色雷斯人奉为崇高之神并向他献祭,却贬损那些建立了如神般辉煌功业的勇士,把关于他们的名声视为虚妄神话与夸大之词,狄俄墨得斯必定会为自己的袍泽战友们鸣不平而大声呼号了。 腓尼基人:葡萄园丁啊,从今往后我便与你站在同一立场了,再也不会有人怀疑这等事情了。不过,那些在伊利昂平原上、据你所言曾以作战之姿昂首阔步的英雄们,又是何时被人们见到的呢? 葡萄园丁:他们能被看见,腓尼基人啊,平原上的牧牛人和牧羊人至今仍能看见他们高大如神明般的身躯,有时他们的显现预示着这片土地的灾厄:因为若是他们显得满身尘土,便预示着该地将有旱灾;若是浑身是汗,则预兆着洪涝与暴雨;若是他们身上或铠甲上带有血迹,便会将瘟疫降于伊利昂;但若在这些幻影身上见不到上述任何迹象,他们便是在带来风调雨顺的时节,那时牧人们便会向他们献祭宰杀,有人献羊羔,有人献公牛,有人献马驹,有人则献上自己放牧的其他牲畜。至于牲畜群所遭受的一切灾祸,人们都说全是由埃阿斯而来的,我想这是由于他发疯时的那段传说:据说埃阿斯冲入牲口群中将它们撕碎,仿佛是因裁判之事在屠杀阿开奥斯人;因而无人敢在他的坟墓周围放牧,惧怕那里的青草,因为那里长出的草带病且极不利于牲畜啃食。此外还有这样一段传说——
- 680πολὺς ἐπιρρεῖ τῶν τοιούτων ὄχλος, εἰ πάντων ἀπομνημονεύοιμι
混合条件句,主句使用现在直陈式(ἐπιρρεῖ),条件从句使用祈愿语气(ἀπομνημονεύοιμι)。从句提出潜在假设(“若我要将这一切尽数述及”),而主句则断言目前确凿的事实(“这类事例定会如潮水般涌来”)。
- 680σημεῖον δὲ εἶναι τοῦ θηρᾶν τὸν ἥρω τὸ τοὺς σῦς τοὺς ἀγρίους καὶ τὰς δορκάδας καὶ ὁπόσα ἐν τῷ ὄρει θηρία φοιτᾶν πρὸς τὸν βωμὸν τοῦ Ῥήσου κατὰ δύο ἢ τρία θύεσθαί τε οὐδενὶ δεσμῷ ξυνεχόμενα καὶ παρέχειν τῇ μαχαίρᾳ ἑαυτά
间接引语中的长篇不定式结构。主语是由中性单数冠词 τὸ 引导的一连串不定式从句(τὸ ... φοιτᾶν ... θύεσθαί τε ... καὶ παρέχειν ἑαυτά),述语为 σημεῖον ... εἶναι。此外,τοῦ θηρᾶν 是带冠词的属格动名词,τὸν ἥρω 为其逻辑主语(即“英雄正在行猎的明证”)。
- 681ὅθεν μοι δοκεῖ καὶ βοήσεσθαι ὑπὲρ τῶν ἑαυτοῦ συστρατιωτῶν ὁ Διομήδης, εἰ ... εἶναί τι ἡγοίμεθα καὶ θύοιμεν ... ἀτιμάζοιμεν
由关系副词 ὅθεν 引导的主句核心为 μοι δοκεῖ ... βοήσεσθαι ὁ Διομήδης(“在我看来狄俄墨得斯定会呼号”),其下附接着潜在条件从句 εἰ ... ἡγοίμεθα καὶ θύοιμεν ... ἀτιμάζοιμεν(现在祈愿语气)。将来时不定式 βοήσεσθαι 表示在假设条件达成时预期会发生的后果。
