← 斐洛斯脱拉德

论英雄

§678-679

普罗忒西拉奥斯的神谕与治愈惩戒之奇迹

葡萄园丁讲述了普罗忒西拉奥斯对竞技者(哈尔特尔、普鲁塔克、欧代蒙、赫利克斯)的神谕及其实验,以及他医治疾病、指点失恋者并惩处通奸者的神迹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§678

Φοῖνιξ οἶδα τεκμαιρόμενος δήπου τοῖς ἀνδριᾶσι, χαλκοῦς γὰρ πολλαχοῦ ἕστηκεν. Ἀμπελουργός τούτῳ, ξένε, περιῆν μὲν καὶ ἐπιστήμης, περιῆν δὲ καὶ θυμοῦ, καὶ μάλα ἐρρώννυ αὐτὸν ἡ εὐαρμοστία τοῦ σώματος. ἀφικόμενος οὖν ἐς τὸ ἱερὸν τοῦτο ὁ παῖς, ἔπλει δὲ εὐθὺ Δελφῶν ἀγωνιούμενος τὴν κρίσιν, ἠρώτα τὸν Πρωτεσίλεων, ὅ τι πράττων περιέσοιτο τῶν ἀντιπάλων, ὁ δὲ πατούμενος1 ἔφη. ἀθυμία οὖν αὐτίκα τὸν ἀθλητὴν ἔσχεν ὡς καταβεβλημένον ὑπὸ τοῦ χρησμοῦ, τὸ δὲ ἀποπτερνίζειν ἐν ἀγωνίᾳ πρῶτος εὑρὼν ξυνῆκεν ὕστερον, ὅτι κελεύει αὐτὸν μὴ μεθίεσθαι τοῦ ποδός· τὸν γὰρ προσπαλαίοντα τῇ πτέρνῃ πατεῖσθαί τε ξυνεχῶς χρὴ καὶ ὑποκεῖσθαι τῷ ἀντιπάλῳ. καὶ τοῦτο πράττων ὁ ἀθλητὴς οὗτος ὀνόματος λαμπροῦ ἔτυχε καὶ ἡττήθη οὐδενός. ἀκούεις δέ που καὶ Πλούταρχον ἐκεῖνον τὸν δεξιόν; Φοῖνιξ ἀκούω. τὸν πύκτην γάρ, ὡς τὸ εἰκός, λέγεις. Ἀμπελουργός οὗτος ἀνιὼν τὴν δευτέραν Ὀλυμπιάδα ἐπὶ τοὺς ἄνδρας ἱκετεύει τὸν ἥρω χρῆσαί οἱ περὶ τῆς νίκης· ὁ δὲ αὐτὸν κελεύει Ἀχελώῳ ἐναγωνίῳ2 εὔχεσθαι. Φοῖνιξ τί οὖν τὸ αἴνιγμα; Ἀμπελουργός ἠγωνίζετο μὲν ἐν Ὀλυμπίᾳ πρὸς Ἑρμείαν τὸν Αἰγύπτιον τὴν περὶ τοῦ στεφάνου, ἀπειρηκότες δὲ ὁ μὲν ὑπὸ τραυμάτων, ὁ δὲ ὑπὸ δίψης, καὶ γὰρ ἀκμάζουσα μεσημβρία περὶ τὴν πυγμὴν εἱστήκει, νεφέλη ἐς τὸ στάδιον καταρρήγνυται καὶ διψῶν ὁ Πλούταρχος ἔσπασε τοῦ ὕδατος, ὅ ἀνειλήφει τὰ περὶ τοῖς πήχεσι κώδια· καὶ τὸν χρησμὸν ἐνθυμηθείς, ὡς μετὰ ταῦτα ἔφασκεν, ἐς θάρσος ὥρμησε καὶ ἔτυχε τῆς νίκης. εὐδαίμονα δὲ τὸν Αἰγύπτιον θαυμάζεις τῆς καρτερίας ἴσως, εἰ πυκτεύοντι που παρέτυχες.

腓尼基人:我自然是凭借雕像认得他的,因为到处都立着他的青铜像。 葡萄园丁:异邦人,此人不仅技艺过人,而且斗志昂扬,匀称健美的体魄更赋予他极大的力量。当年这少年来到这处圣所时——他当时正径直航向德尔斐去参加选拔竞技——,曾向普罗忒西拉奥斯请教,自己采取何种策略才能战胜对手;而英雄“被踏于足下”答道。于是,这位竞技者立刻陷入沮丧,以为自己被神谕宣判了败局;但他在赛会中首创了抓踵摔法之后,后来才明白英雄是在嘱咐他绝不要放开对手的脚;因为凡是攻击脚后跟相搏者,必当不断被对手踩踏并身处其下。凭借这种技法,这位竞技者赢得了显赫的名声,未曾败给任何人。想必你也听说过那位以灵巧敏捷著称的普鲁塔克吧? 腓尼基人:我听说过。你想必是指那位拳击手吧。 葡萄园丁:此人在第二次前往奥林匹亚参加成年组比赛时,恳求英雄就胜利之事赐予神谕;英雄便命他向“赛会之神阿刻罗俄斯”祈祷。 腓尼基人:那么,这谜团究竟是何意? 葡萄园丁:他当时在奥林匹亚与埃及人赫尔梅亚斯争夺桂冠;一人因负伤、另一人因口渴而精疲力竭,因为拳击比赛正值正午的酷暑,此时一团云在赛场上空破裂降雨,干渴的普鲁塔克便吮吸了缠在前臂上的羊毛所吸纳的雨水;正如他后来所说的那样,他想起了神谕,顿时勇气倍增并赢得了胜利。如果你曾在某处亲眼见过埃及人欧代蒙拳击,或许也会惊叹于他的坚韧毅力。

§679

Ἀμπελουργός τούτῳ ἐρομένῳ, πῶς ἂν μὴ ἡττηθείη θανάτου ἔφη καταφρονῶν. Φοῖνιξ καὶ πείθεταί γε, ὦ ἀμπελουργέ, τῷ χρησμῷ, παρασκευάζων γὰρ οὕτως ἑαυτὸν ἀδαμάντινος τοῖς πολλοῖς καὶ θεῖος δοκεῖ. Ἀμπελουργός ἕλιξ δὲ ὁ ἀθλητὴς αὐτὸς μὲν οὔπω προσπέπλευκε τῷ ἱερῷ τούτῳ, πέμψας δέ τινα τῶν ἑαυτοῦ ἑταίρων ἤρετο, ποσάκις νικήσοι τὰ Ὀλύμπια, ὁ δὲ δὶς ἔφη νικήσεις, ἐὰν μὴ ἐθέλῃς τρίς. Φοῖνιξ δαιμόνιον, ἀμπελουργέ, λέξεις γάρ που τὸ ἐν Ὀλυμπίᾳ πραχθέν· προυπαρχούσης γὰρ αὐτῷ νίκης μιᾶς, ὅτʼ ἀνὴρ ἐκ παίδων ἐνίκα πάλην, ἀπεδύσατο τὴν ἐπʼ ἐκείνῃ Ὀλυμπιάδα πάλην τε καὶ παγκράτιον, ἐφʼ ᾧ δυσχεράναντες οἱ Ἠλεῖοι διενοοῦντο μὲν ἀμφοῖν εἴργειν αὐτὸν ἐγκλήματα Ὀλυμπικὰ ξυντιθέντες ʽἐπ’ αὐτῷ, μόγις δʼ οὖν ἀνέδησαν τὸ παγκράτιον. καὶ τοῦτον ἄρα τὸν φθόνον ὁ Πρωτεσίλεως φυλάξασθαι προὔλεγεν εἰδὼς αὐτὸν ἀντίπαλον τοῖς ἐξῃρημένοις ὄντα.3 Ἀμπελουργός ἄριστα, ξένε, τοῦ χρησμοῦ ἐτεκμήρω. Φοῖνιξ τῶν δὲ δὴ νόσων τίνας ἰᾶται; πολλοὺς γὰρ αὐτῷ φῂς εὔχεσθαι. Ἀμπελουργός πάσας ἰᾶται, ὁπόσαι εἰσί, μάλιστα δὲ τὰς φθόας τε καὶ τοὺς ὑδέρους καὶ τὰς τῶν ὀφθαλμῶν νόσους καὶ τοὺς τεταρταίῳ πυρέσσοντας· ἔστι δὲ καὶ ἐρῶντι τυχεῖν αὐτοῦ ξυμβούλου. ξυναλγεῖ γὰρ σφόδρα τοῖς τὰ ἐρωτικὰ ἀτυχοῦσι καὶ ὑποτίθεται αὐτοῖς ἐπῳδὰς καὶ τέχνας, αἳ τὰ παιδικὰ θέλξουσι, μοιχοῖς δὲ οὔτε προσδιαλέγεται οὐδὲν οὔτε ὑποτίθεταί τι ἐρωτικόν· φησὶ γὰρ ἀπηχθῆσθαι αὐτοῖς, ἐπειδὴ τὸ ἐρᾶν διαβάλλουσιν. ἀφικομένου γοῦν ἐνταῦθα μοιχοῦ ποτε αὐτῇ γυναικί,4 ἣν ἐπείρα, καὶ ξυνομνύναι βουλομένων ἐπὶ τὸν ἄνδρα παρόντα μέν, ξυνιέντα δὲ οὔπω, ὁ μὲν γὰρ ἔτυχε καθεύδων μεσημβρίας ἐνταῦθα, οἱ δʼ ὤμνυσαν ἤδη προσεστηκότες τῷ βωμῷ — Φοῖνιξ τί οὖν ὁ Πρωτεσίλεως; Ἀμπελουργός ἐξορμᾷ τοῦτον τὸν κύνα καίτοι χρηστόν, ὡς ὁρᾷς, ὄντα προσπεσεῖν τε αὐτοῖς κατόπιν καὶ δακεῖν ἔτι ὀμνύντας, καὶ τὸν ὅρκον οὑτωσὶ ξυγχέας ἐφίσταται τῷ ἀνδρὶ καὶ κελεύει αὐτὸν ἐκείνων μὲν ἀμελεῖν, τὸ γὰρ δῆγμα σφῶν ἀνίατον εἶναι, σώζειν δὲ νῦν γοῦν ἑαυτόν τε καὶ τὸν ἑαυτοῦ οἶκον, τοὺς μὲν γὰρ θεοὺς πάντα γιγνώσκειν, τοὺς δὲ ἥρωας θεῶν μὲν ἐλάττω, πλείω δὲ ἀνθρώπων.

葡萄园丁:当此人询问如何才能不败时,英雄“死亡”说道,“蔑视它。” 腓尼基人:葡萄园丁啊,他确实听从了神谕;因为他正是如此磨砺自己,以致在众人看来坚如金刚、神采非凡。 葡萄园丁:至于竞技者赫利克斯,他本人虽尚未泛舟来到这处圣所,却派遣了他的一位同伴前来询问自己在奥林匹克赛会上能获胜几次;英雄“两次”说道,“若你不贪求三次,便可获胜。” 腓尼基人:真是不可思议啊,葡萄园丁!你想必是要讲述在奥林匹亚发生的那件事了:因为他此前已有一场胜利,即从少年组晋升成年组时赢得了摔跤冠军;而在随后的那届奥林匹亚赛会上,他同时报名参加了摔跤与混斗;厄利斯人对此心生不满,便罗织侵犯赛会的罪名企图将他两项赛事皆予剥夺,但最终勉强只为他的混斗项目戴上了花冠。原来普罗忒西拉奥斯深知他的实力足以匹敌那些拔尖的佼佼者,故而预先告诫他要提防这种嫉妒啊。 葡萄园丁:异邦人,你对这神谕推断得极为透彻。 腓尼基人:那么对于疾病,他又医治哪些呢?因为你说有许多人向他祈愿求告。 葡萄园丁:凡世间所有的病症他都能医治,尤以痨病、水肿、眼疾以及受四日疟折磨者为最;深陷情网之人亦能得到他作为谋士的指点。因为他对情场失意之人深怀同情,会向他们传授能迷倒心上人的咒语与法门;但对于通奸之徒,他既不与他们交谈半句,也不传授任何求爱之术;因为他说自己厌恶这些人,因为他们玷污了爱。有一次,一个通奸者带着自己所勾引的那个有夫之妇来到这里,企图针对丈夫立下同盟誓言,而当时丈夫虽在场却毫无察觉——正值正午,他碰巧在这里熟睡,而那两人已经站在祭坛旁起誓了——腓尼基人:那么普罗忒西拉奥斯做了什么? 葡萄园丁:正如你所见,这条狗虽然性情温顺,英雄却驱使它从背后猛扑上去,将那对尚在起誓的男女咬伤;就这样破坏了他们的誓约之后,英雄显现在那丈夫面前,嘱咐他不必理会那两人,因为被狗咬伤的创口乃是不可救药的,如今务要保全自己与自己的门户;因为诸神无所不知,而英雄虽逊于诸神,却比凡人所知更多。

语法注4 条
  1. 678πατούμενος

    主格阳性单数现在被动态分词,用作方式与手段状语,直接呼应前文疑问分词短语 ὅ τι πράττων(“通过做何事”)。字面意义为“被踩踏在脚下”,表面看似预言失败的悖论式神谕,实则预示了其首创的抓后踵摔跤技术(屈身钻入对手身下控制其脚踝)。

  2. 678Ἀχελώῳ ἐναγωνίῳ

    动词 εὔχεσθαι 所要求的与格补足语。将大河之神阿刻罗俄斯(在诗学中常借代为水)冠以形容词 ἐναγώνιος(“赛会的、主持竞技的”),构成谜语式的神谕表达;其后在烈日酷暑中突降暴雨、拳击手吸吮缠臂羊毛中的蓄水而反败为胜,解开了此神谕的机锋。

  3. 679ἀντίπαλον τοῖς ἐξῃρημένοις ὄντα

    形容词 ἀντίπαλος(“与……匹敌、抗衡”)作分词 ὄντα 的补足语,后接阳性复数完成时被动态分词与格 τοῖς ἐξῃρημένοις(源自 ἐξαιρέω,意为“被特选出的精英/杰出之辈”)。该结构表明普罗忒西拉奥斯深知赫利克斯具备与拔尖特例抗衡的实力。

  4. 679αὐτῇ γυναικί

    伴随与格(sociative dative)。指示代词 αὐτός 与名词连用,构成古典期常见的“连同……本人”惯用结构(如著名的 αὐτοῖς ἀνδράσι 句式),此处意为“带着那个有夫之妇本人”,突显了奸夫竟敢当着熟睡的丈夫的面带其发妻前来立誓的嚣张放肆。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:678-679