- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:676-677
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
葡萄园丁转述了普罗特西拉奥斯关于自身军事与体育操练方式以及他与阿喀琉斯之优劣的看法,并开始讲述被荷马遗漏的英雄事迹以及这位英雄指点竞技选手的奇闻。
Ἀμπελουργός τῶν γὰρ Αἰακιδῶν λελεῖφθαι τὰ πολέμια διʼ ἡλικίαν φησίν,1 αὐτὸς μὲν γὰρ εἶναι μειράκιον, ἐκείνων δὲ τὸν μὲν Ἀχιλλέα εἶναι νεανίαν, τὸν δὲ Αἴαντα ἄνδρα. καὶ τὰ ἔπη τὰ ἐς αὐτὸν εἰρημένα Ὁμήρῳ ἐπαινεῖ καίτοι μὴ πάντα ἐπαινῶν τὰ Ὁμήρου, ὡς ἀμφίδρυφον μὲν αὐτῷ τὴν γυναῖκα εἶπεν, ἡμιτελῆ δὲ τὴν οἰκίαν, περιμάχητον δὲ τὴν ναῦν, ἐφʼ ἧς ἔπλευσε, πολεμικόν τε αὐτὸν καλεῖ. ἑαυτὸν δὲ ὀλοφύρεται μηδὲν ἐν Τροίᾳ ἐργασάμενον, ἀλλὰ πεσόντα ἐν γῇ, ἧς οὐδὲ ἐπέβη· καὶ τὴν οὐλὴν δὲ ἐντετύπωται τῷ μηρῷ, τὸ γὰρ τραῦμα συναπορρύψασθαί φησι τῷ σώματι. Φοῖνιξ γυμνάζεται δέ, ὦ ἀμπελουργέ, τίνα τρόπον; ἐπειδὴ ἔφασκες αὐτὸν καὶ τοῦτο ἐξασκεῖν. Ἀμπελουργός γυμνάζεται, ξένε, τὰ πολεμικὰ πλὴν τοξικῆς, τὰ δὲ γυμναστικὰ πλὴν πάλης· τὸ μὲν γὰρ τοξεύειν δειλῶν ἡγεῖται, τὸ δὲ παλαίειν ἀργῶν. Φοῖνιξ Παγκρατιάζει δὲ πῶς ἢ πυκτεύει; Ἀμπελουργός σκιᾶς, ὦ ξένε, τούτων γυμνάζεται,2 καὶ δισκεύει μεῖζον ἢ ἐφικέσθαι ἄνθρωπον. ἀνακρούει μὲν γὰρ ὑπὲρ τὰς νεφέλας τὸν δίσκον, ῥίπτει δὲ ὑπὲρ τοὺς ἑκατὸν πήχεις καὶ ταῦθʼ, ὡς ὁρᾷς, διπλάσιον τοῦ Ὀλυμπικοῦ ὄντα. δραμόντος δὲ αὐτοῦ οὐκ ἂν εὕροις ἴχνος, οὐδʼ ἂν ἐνσημήναιτό τι τῇ γῇ ὁ πούς. Φοῖνιξ καὶ μὴν καὶ ἴχνη μεγάλα ἐντετύπωται τοῖς δρόμοις ἐς τὸ δεκάπηχυ μέγεθος τοῦ ἥρω.
葡萄园丁:因为他说,自己在战事上逊色于埃阿科斯的后裔,乃是因为年龄的缘故;盖因他自己当时不过是个少年,而他们二人中阿喀琉斯已是青年,埃阿斯更是壮年男子了。他虽然并不赞同荷马的一切,却称赞荷马关于他所咏唱的诗句:因为荷马称他的妻子为“抓破双颊悲泣者”,称他的家室为“未竟之居”,称他乘航而来的战船为“众人争战之物”,并称他为“勇于征战者”。但他哀叹自己在特洛伊未建分毫功业,竟倒毙在自己甚至未曾涉足的土地上;而且他的大腿上烙印着伤疤,因为他说这道伤口是随着他的躯体一同被拭净洗去了。 腓尼基人:葡萄园丁啊,他是以何种方式锻炼身体的呢?既然你曾说他也从事这种操练。 葡萄园丁:异邦人,他操练除射箭以外的战阵之技,以及除摔跤以外的体操技艺;因为他认为射箭属于懦夫,摔跤则属于懒汉。 腓尼基人:那么他又是如何练习混斗或拳击的呢? 葡萄园丁:异邦人,他对着虚影操练这些;而在掷铁饼上,他的距离超越了凡人所能企及的极限。他能将铁饼击打得直穿云霄之上,投掷超过一百肘远,而且正如你所见,这铁饼还是奥林匹亚铁饼的两倍大呢。但他奔跑之时,你是寻不到足迹的,他的双脚也不会在地上留下任何印记。 腓尼基人:然而,在跑道上明明烙印着巨大的足迹,正合乎这位英雄十肘高的身量啊。
Ἀμπελουργός βαδίζοντος, ξένε, τὰ ἴχνη ἐκεῖνα καὶ γυμναζομένου τι ἕτερον, δραμόντος δὲ ἄσημος ἡ γῆ, μετέωρος γάρ τις καὶ οἷον ἐπικυματίζων αἴρεται. φησὶ δὲ καὶ παραδραμεῖν ἐν Αὐλίδι τὸν Ἀχιλλέα ἐν ἄθλοις, γυμναζομένης ἐπὶ Τροίαν τῆς Ἑλλάδος καὶ ὑπὲρ τὸ πήδημα τὸ ἐκείνου ἀρθῆναι. τὰ δὲ πολέμια ξυγχωρεῖ, ὡς ἔφην, τῷ Ἀχιλλεῖ πλὴν τῆς ἐν Μυσοῖς μάχης· ἐκεῖ γὰρ πλείους ἀπεκτονέναι Μυσῶν ἢ ἐκεῖνος ἀριστεῖά τε ἀπενηνέχθαι, κεκρατηκέναι δὲ αὐτοῦ καὶ τὸν ἀγῶνα τὸν περὶ τῆς ἀσπίδος. Φοῖνιξ καὶ τί ἂν εἴη, ἀμπελουργέ, τὸ τῆς ἀσπίδος; οὔτε γὰρ ποιητῇ εἴρηταί πω, οὔτε ἐς λόγον τινὰ τῶν Τρωικῶν ἥκει. Ἀμπελουργός περὶ πολλῶν, ξένε, τοῦτʼ ἐρεῖς· πολλὰ γὰρ περί τε ἀνδρῶν περί τε πολεμικῶν ἔργων ὁ ἥρως λέγει μήπω τοῖς πολλοῖς δῆλα ὄντα. τὸ δὲ αἴτιον· φησὶν αὐτοὺς κατὰ ἔκπληξιν τῶν Ὁμήρου ποιημάτων ἐς μόνους Ἀχιλλέα τε καὶ Ὀδυσσέα βλέψαντας ἀμελῆσαι καλῶν καὶ ἀγαθῶν ἀνδρῶν. καὶ τῶν μὲν οὐδὲ ἐπιμνησθῆναι τοπαράπαν, τοῖς δὲ ἀναθεῖναι τριήρη τεττάρων ἐπῶν.3 τὸν μὲν δὴ Ἀχιλλέα φησὶν ἐπαξίως ὑμνῆσθαι, τὸν δὲ Ὀδυσσέα μειζόνως. καὶ ὁπόσα δὲ Σθενέλου τε καὶ Παλαμήδους καὶ τῶν τοιῶνδε ἀνδρῶν παραλέλειπται, δίειμί σοι μικρὸν ὕστερον, μὴ γὰρ ἀγνοήσας γε ἀπέλθοις τι τούτων.4 καὶ τὸν λόγον δὲ τὸν Μύσιον, ἐς ὅν ἐστιν ἡ ἀσπίς, αὐτίκα ἀποτελοῦμεν, ἐπειδὴ δὲ παγκρατίου καὶ πυγμῆς καὶ δίσκου μνημονεύοντες ἐς τὴν ἀσπίδα ἀπηνέχθημεν, ἄκουε τοῦ ἥρω θαύματα πρὸς ἀθλητάς, οἳ ἐχρήσαντο αὐτῷ συμβούλῳ· τὸν Κίλικα, οἶμαι, παγκρατιαστὴν ἀκούεις, ὃν Ἁλτῆρα ἐκάλουν οἱ πατέρες, ὡς μικρὸς ἦν καὶ τῶν ἀντιπάλων παραπολύ.
葡萄园丁:异邦人,那些足迹是他行走或做其他操练时留下的;但他一旦飞奔,大地上便毫无痕迹,因为他身形凌空,宛如踏浪而行般跃起。他还说,当希腊全军在奥利斯为征伐特洛伊而操练时,他在赛会中跑赢了阿喀琉斯,而且跳得比阿喀琉斯的跳跃还要高。如我所言,在战事上他承认阿喀琉斯更胜一筹,唯独密细亚之战除外;因为他说,在那场战斗中他斩杀的密细亚人比阿喀琉斯还要多,赢得了勇冠三军的奖赏,甚至在那场争夺盾牌的较量中战胜了阿喀琉斯。 腓尼基人:葡萄园丁啊,那盾牌之事究竟是何事?因为迄今未有哪位诗人提起过,也未见于任何关于特洛伊战事的记载。 葡萄园丁:异邦人,关于许多事情你都会这么说的;因为英雄讲述了关于人物与战功的许多往事,都是大众迄今所不知晓的。其缘由在于:他说世人因对荷马诗篇的倾倒赞叹,唯独注目于阿喀琉斯与奥德修斯,从而忽略了那些高尚优秀的勇士。世人对其中一些人全然不置一词,对另一些人则仅仅用区区四行诗句便打发了一艘三层桨战船。他说阿喀琉斯固然得到了应得的赞颂,奥德修斯却被赞誉过甚了。关于斯忒涅洛斯、帕拉墨得斯以及类似之士被遗漏了多少事迹,我稍后便向你细细道来;愿你绝不至于对这些事情有所不知便离去。那件涉及盾牌的密细亚往事,我们随后也会交代完毕;但既然我们在谈及混斗、拳击与铁饼时被带到了盾牌的话题上,且先听听这位英雄对那些以他为谋士的竞技者所行的奇事吧。我想你听闻过那位基利家的混斗选手,我们的父辈因他身材短小、远逊于对手而称他为“哑铃”(铅跳石)。
- 676τῶν γὰρ Αἰακιδῶν λελεῖφθαι τὰ πολέμια διʼ ἡλικίαν φησίν
由 φησίν 引出的间接引语不定式结构。完成时不定式 λελεῖφθαι 的逻辑主语在上下文中省略(即普罗特西拉奥斯自身 ἑαυτόν)。τῶν Αἰακιδῶν 为由表示落后、逊色之动词所支配的属格(比较属格),τὰ πολέμια 则是关系/限制宾格(“在战事方面”)。
- 676σκιᾶς, ὦ ξένε, τούτων γυμνάζεται
动词 γυμνάζεται 与属格连用的特殊用法。σκιᾶς 意为“对着虚影/影子”,指拳击或格斗中的空拳练习(skiamachia)。τούτων(指前文提到的混斗与拳击)作说明范围或对象的属格(“在这几项上,他对着影子操练”)。
- 677τοῖς δὲ ἀναθεῖναι τριήρη τεττάρων ἐπῶν
τεττάρων ἐπῶν 为修饰 τριήρη 的性质/度量属格,字面意为“由四行诗组成的战船”。这是对《伊利亚特》“战船名册”中部分英雄仅被分配到区区四行诗句来提及船只数量的讽刺性隐喻表达。
- 677μὴ γὰρ ἀγνοήσας γε ἀπέλθοις τι τούτων
由否定词 μή 连用愿望希求法 ἀπέλθοις(附带小词 γάρ)构成的祈愿句(“愿你绝不至于对这些一无所知便离去”),表达了说话者迫切希望客人能尽知内情的意愿。
