← 斐洛斯脱拉德

论英雄

§674-675

普罗特西拉奥斯的装束与日常相处

葡萄园丁描述了普罗特西拉奥斯的着装、与妻子的挚爱、日常相聚及农事指导,并道出了英雄在别处的起居、受享祭品之状及其对早逝的遗憾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§674

Φοῖνιξ εἶδον τὸν νεανίαν, ἀμπελουργέ, καὶ ἄγαμαί σε τοῦ ἑταίρου.1 ὥπλισται δὲ ἢ τί; Ἀμπελουργός χλαμύδα ἐνῆπται, ξένε, τὸν Θετταλικὸν τρόπον, ὥσπερ τὸ ἄγαλμα τοῦτο. ἁλουργὴς δὲ ἡ χλαμύς, θείου ἄνθους. ἄρρητον γὰρ τὸ τῆς πορφύρας ἄνθος. Φοῖνιξ ὁ δὲ δὴ ἔρως, ὃν τῆς Λαοδαμείας ἤρα, πῶς ἔχει αὐτῷ νῦν; Ἀμπελουργός ἐρᾷ, ξένε, καὶ ἐρᾶται καὶ διάκεινται πρὸς ἀλλήλους, ὥσπερ οἱ θερμοὶ τῶν νυμφίων. Φοῖνιξ περιβάλλεις δὲ ἥκοντα ἢ διαφεύγει σε καπνοῦ δίκην, ὥσπερ τοὺς ποιητάς; Ἀμπελουργός χαίρει περιβάλλοντι καὶ ξυγχωρεῖ φιλεῖν τε αὐτὸν καὶ τῆς δέρης ἐμφορεῖσθαί γε. Φοῖνιξ Θαμίζει δὲ ἢ διὰ πολλοῦ ἥκει; Ἀμπελουργός τετράκις τοῦ μηνὸς ἢ πεντάκις οἶμαι αὐτοῦ μετέχειν, ὁπότʼ ἢ φυτεῦσαί ποτε τουτωνὶ τῶν φυτῶν τι βούλοιτο ἢ τρυγῆσαι ἢ ἄνθη κεῖραι. φιλοστέφανος γάρ τις καὶ ἡδίω ἀποφαίνων τὰ ἄνθη, ὁπότε περὶ αὐτὰ εἴη. Φοῖνιξ ἱλαρόν γε τὸν ἥρω λέγεις καὶ ἀτεχνῶς νυμφίον. Ἀμπελουργός καὶ σώφρονά γε, ὦ ξένε. φιλόγελως γὰρ ὢν ὑφʼ ἡλικίας ὕβρει οὐδὲν πράττει. καὶ σμινύης δὲ ἅπτεται πολλάκις, εἴ που ὀρύττων πέτρᾳ ἐντύχοιμι καὶ ξυλλαμβάνει μοι τῶν δυσέργων, κἂν ἀγνοήσω τι τῶν κατὰ γεωργίαν, διορθοῦταί με. τά τε δένδρα ἐγὼ μὲν παρακηκοὼς τοῦ Ὁμήρου μακρὰ ἐφύτευον2 μεῖον τοῦ ἄνω τὸ ἐς τὴν γῆν ἐμβιβάζων, καὶ ὁπότε ἐπελάβετό μου ὁ Πρωτεσίλεως, ἐχρώμην τοῖς τοῦ Ὁμήρου πρὸς αὐτόν, ὁ δὲ ὑπολαβὼν αὐτὸς μέντοι Ὅμηρος τὸν ἐναντίον ἔφη κελεύει τρόπον ἢ σὺ πράττεις· μακρὰ γὰρ ὑπὸ σοφίας τὰ βαθέα οἶδεν, Ἀμπελουργός ὥς που τὰ φρέατα μακρὰ ὀνομάζει, βαθέα ὄντα, καὶ τὰ δένδρα δὲ εἶπεν ἐμβιώσεσθαι τῇ γῇ μᾶλλον, εἰ τῷ μὲν πλείονι ἑστήκοι, τῷ δὲ ὀλίγῳ κινοῖτο. ἐπιστὰς δέ μοί ποτε ἄνθη ποτίζοντι τὸ μύρον εἶπεν ὦ τᾶν, οὐ δεῖται ὕδατος, διδάσκων δήπου μὴ ἔκπλυτα ποιεῖν τὰ ἄνθη Φοῖνιξ τὸν δὲ ἄλλον χρόνον, ὦ ἀμπελουργέ, ποῦ διαιτᾶται; Ἀμπελουργός ποτὲ μὲν ἐν Ἅιδου, φησί, ποτὲ δὲ ἐν Φθίᾳ, ποτὲ δʼ αὖ ἐν Τροίᾳ, οὗ οἱ ἑταῖροι, καὶ πρὸς θήρᾳ συῶν τε καὶ ἐλάφων γενόμενος ἀφικνεῖται κατὰ μεσημβρίαν καὶ καθεύδει ἐκταθείς. Φοῖνιξ ποῦ δὲ τῇ Λαοδαμείᾳ ξύνεστιν; Ἀμπελουργός ἐν Ἅιδου, ξένε. καὶ λέγει αὐτὴν εὐδοκιμώτατα γυναικῶν πράττειν ἀριθμουμένην ἐν αἷς Ἀλκηστίς τε ἡ Ἀδμήτου καὶ Εὐάδνη ἡ Καπανέως, καὶ αἱ ταύταις ἴσαι σώφρονές τε καὶ χρησταί. Φοῖνιξ Ξυσσιτοῦνται δὲ ἀλλήλοις ἢ οὐ θέμις; Ἀμπελουργός οὔπω, ξένε, σιτουμένῳ ἐνέτυχον οὐδὲ πίνοντα ἔγνων. καίτοι σπένδω γε αὐτῷ κατὰ ἑσπέραν ἀπὸ τουτωνὶ τῶν Θασίων ἀμπέλων, ἃς φυτεύει αὐτός, καὶ τρωκτὰ δὲ ὡραῖα προτίθεμαι κατὰ μεσημβρίαν, ἐπειδὰν θέρος τε ἥκῃ καὶ μετόπωρον ἱστῆται, σελήνης τε ἰούσης ἐς κύκλον ἐν τῇ τοῦ ἦρος ὥρᾳ γάλα ἐγχέας ἐς τὸν ψυκτῆρα τοῦτον ἰδού σοι λέγω τὸ τῆς ὥρας νᾶμα, σὺ δὲ πῖνε, κἀγὼ μὲν εἰπὼν ταῦτα ἀπαλλάττομαι, τὰ δὲ βέβρωταί τε καὶ πέποται θᾶττον ἢ καταμύσαι. Φοῖνιξ περὶ δὲ τῆς ἡλικίας, ἣν γεγονὼς ἀπέθανε, τί φησιν; Ἀμπελουργός ἐλεεῖ, ξένε, τὸ ἑαυτοῦ πάθος καὶ τὸν δαίμονα, ἐφʼ ᾧ τότε ἦν, ἄδικόν τε ἡγεῖται καὶ βάσκανον μὴ ξυγχωρήσαντά οἱ τὸν γοῦν πόδα ἐς τὴν Τροίαν ἐρεῖσαι· μὴ γὰρ ἂν μήτε Διομήδους τι ἐλαττωθῆναι3 μαχόμενος μήτʼ ἂν Πατρόκλου μήτε τοῦ δευτέρου Αἴαντος·

腓尼基人:葡萄园丁啊,我仿佛看到了那位青年,我为你拥有这样的同伴而赞美你。他是全副武装,还是身着别样装束? 葡萄园丁:他系着一件披风,异邦人,依着色萨利式的穿法,正如这座雕像一般。披风是深海紫色的,泛着神性的光泽;因为那种紫袍的光彩是难以言表的。 腓尼基人:那么,他从前对拉俄达弥亚怀有的爱恋,如今在他心中又如何了呢? 葡萄园丁:异邦人,他爱着,也被深爱着;他们彼此相待,正如热恋的新婚夫妇一般。 腓尼基人:当他到来时,你能拥抱他吗?还是他会像诗人们所描绘的那样如青烟般从你手中逸去? 葡萄园丁:他欣然接受拥抱,不仅允许我亲吻他,甚至由我尽情地搂住他的颈项。 腓尼基人:他常来,还是隔很久才来一次? 葡萄园丁:我想一个月能有四五次与他相聚,每当他想要栽种这些植物中的某一种、采摘果实或修剪花朵时便会前来。因为他是一位酷爱花冠的人,只要他在花丛身旁,花儿便显得格外甜美。 腓尼基人:你把这位英雄说得真是欢畅愉悦,全然像个新郎官。 葡萄园丁:而且还十分稳重谦逊呢,异邦人。因为他虽因年轻而喜好欢笑,却绝不因傲慢而妄为。我若在掘地时碰上坚石,他常会拿起鹤嘴锄,帮我分担繁难的粗活;我在农事上若有什么不明之处,他也会指正我。从前我因误解了荷马的意思,把树木栽得很浅,埋入土中的部分少于留在地表上的;当普罗特西拉奥斯责备我时,我还向他引述荷马的诗句。但他接过话头说: “然而荷马自己吩咐的做法,恰好与你的所作所为相反。因为他以其深邃的智慧,将深邃之物称作‘长’, 葡萄园丁: 正如他在某处把深井称作‘长井’一样”;而且他还说,树木若以较大部分立足地下、仅以较小部分在风中摇曳,便能在土壤中更好地存活。有一次,他站在正在浇花的我身旁说道: “我的朋友,香膏是不需要水的,”这无疑是教导我不要把花朵的芬芳冲淡。 腓尼基人:葡萄园丁啊,其余的时间他在何处栖身呢? 葡萄园丁:他说,有时在哈得斯,有时在佛提亚,有时又在同袍们所在的特洛伊;在捕猎野猪和鹿之后,他会在正午时分来到这里,伸展身躯安睡。 腓尼基人:他在何处与拉俄达弥亚相聚呢? 葡萄园丁:在哈得斯,异邦人。他说她在众妇人中享有着极高的尊荣,与阿德墨托斯之妻阿尔刻斯提斯、卡帕纽斯之妻欧阿德涅,以及与她们同样贞淑贤良的妇人们并列在一起。 腓尼基人:他们彼此会共进饮食吗,还是说这是不合规矩的? 葡萄园丁:异邦人,我还不曾遇见过他进食,也不曾见他饮用。然而我每天傍晚都会用他亲手栽植的这些萨索斯葡萄所酿之酒为他奠酒;当盛夏来临、初秋降临之际,我会在正午摆上时令的瓜果点心;在春季月圆之时,我把鲜奶倾入这具冷器中,说道: “看哪,这是给你的时令甘霖,请你饮下吧。” 我说完这些便退身离去,而那些祭品被吃尽喝干的速度,比眨一下眼还要快。 腓尼基人:对于他去世时的那个年纪,他又说了些什么呢? 葡萄园丁:异邦人,他哀怜自己的厄运,并认为那时掌管他的神明既不公又嫉妒,竟不容许他将脚跟切实踏上特洛伊的土地。因为他坚信,在战场格斗上,他绝不会比狄奥墨得斯逊色分毫,也不会输给帕特罗克洛斯或小埃阿斯。

语法注3 条
  1. 674ἄγαμαί σε τοῦ ἑταίρου

    表心理感情的动词 ἄγαμαι(钦佩、赞美、羡慕)同时带有人称宾格(σε,称赞的对象)与原因属格(τοῦ ἑταίρου),意为“因你有这样一位同伴而赞美(羡慕)你”。

  2. 674παρακηκοὼς τοῦ Ὁμήρου μακρὰ ἐφύτευον

    分词 παρακηκοώς(源自 παρακούω,“听错、误解”)表原因。其后的 μακρά 作状语或内宾格,表示栽植的方式。园丁将荷马诗句中的 μακρά(在此实指“深”)依字面误解为“高/长”,导致植株埋入过浅。

  3. 675μὴ γὰρ ἂν μήτε Διομήδους τι ἐλαττωθῆναι

    间接引语中 ἄν 配合不定式(不定过去时被动不定式 ἐλαττωθῆναι)的结构,用以表示与过去事实相反的虚拟/潜在判断(对应直接引语中的过去直陈式 + ἄν)。否定词 μή 用于间接陈述中带有断言或誓言色彩的语境,意为“(他认为自己)绝不会在任何方面逊色于狄奥墨得斯”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:674-675