- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:671-673
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
腓尼基人提及经商的羁绊,葡萄园丁则列举各地发现的巨人骸骨以祛除其怀疑,随后详述了普罗特西拉奥斯陵墓上奇妙的榆树、神殿遗址,以及他亲眼所见的英雄年轻而英武的身姿容貌。
Φοῖνιξ ἡ δὲ ἐμπορία οὐ ξυγχωρεῖ τοσοῦτον ἀποφοιτᾶν ἑαυτῆς, ἀλλὰ δεῖ προσδεδέσθαι τῇ νηί, καθάπερ τὸν Ὀδυσσέα, εἰ δὲ μή, καὶ τὰ ἐκ πρῴρας, φασί, καὶ τὰ ἐκ πρύμνης ἀπολεῖται. Ἀμπελουργός ἀλλὰ μήπω, ξένε, πιστὰ ἡγοῦ, ἃ εἶπον, πρὶν ἔς τε τὴν νῆσον τὴν Κῶ πλεύσῃς,1 ἐν ᾗ τὰ τῶν γηγενῶν ὀστᾶ ἀνάκειται, Μερόπων, φασί, τῶν πρώτων, ἐν Φρυγίᾳ δὲ τά τε Ὕλλου τοῦ Ἡρακλέους ἴδῃς, καὶ, νὴ Δι᾽, ἐν Θετταλίᾳ τὰ τῶν Ἀλωαδῶν, ὡς ἐννεόργυιοι ἀτεχνῶς ἐγένοντο καὶ ὁποῖοι ᾅδονται. Νεαπολῖται δὲ οἱ Ἰταλίαν οἰκοῦντες θαῦμα πεποίηνται τὰ τοῦ Ἀλκυονέως ὀστᾶ. λέγουσι γὰρ δὴ πολλοὺς τῶν γιγάντων ἐκεῖ βεβλῆσθαι καὶ τὸ Βέσβιον ὄρος ἐπʼ αὐτοὺς τύφεσθαι. καὶ μὴν καὶ ἐν Παλλήνῃ, ἣν Φλέγραν οἱ ποιηταὶ ὀνομάζουσι, πολλὰ μὲν σώματα ἡ γῆ τοιαῦτα ἔχει γιγάντων στρατοπεδευσάντων ἐκεῖ, πολλὰ δὲ ὄμβροι τε καὶ σεισμοὶ ἀνακαλύπτουσιν. θαρσεῖ δὲ οὐδὲ ποιμὴν περὶ μεσημβρίαν ἐκεῖνο τὸ χωρίον ὑποπαταγούντων εἰδώλων, ἃ ἐν αὐτῷ μαίνεται. τὸ δὲ ἀπιστεῖν τοῖς τοιούτοις ἴσως που καὶ ἐπὶ τοῦ Ἡρακλέους ἦν, ὅθεν τὸν Γηρυόνην ἐν τῇ Ἐρυθείᾳ ἀποκτείνας καὶ μεγίστῳ αὐτῷ ἐντετυχηκέναι λεγόμενος ἀνέθηκε τὰ ὀστᾶ ἐς Ὀλυμπίαν, ὡς μὴ ἀπιστοῖτο τοῦ ἄθλου. Φοῖνιξ εὐδαιμονίζω σε τῆς ἱστορίας,2 ἀμπελουργέ. ἐγὼ δὲ μεγάλα μὲν ἠγνόουν, ἀνοήτως δὲ ἠπίστουν. ἀλλὰ τὰ τοῦ Πρωτεσίλεω πῶς ἔχει; καιρὸς γάρ που ἐπʼ ἐκεῖνα ἥκειν μηκέτʼ ἀπιστούμενα.
腓尼基人:然而商业并不允许人们如此远离它,人必须像奥德修斯那样被束缚在船上;否则,正如俗话所说,船首之物与船尾之货都将化为乌有。 葡萄园丁:异邦人啊,在你乘船前往科斯岛、亲见那里供奉的地生之人——即人们所说的最初的墨罗珀斯人——的骨骼之前,在你在弗律癸亚见到赫拉克勒斯之子许罗斯的骨骸、并且指着宙斯发誓,在色萨利见到阿罗阿代兄弟的遗骨,证实他们确如果真如诗歌所咏唱的那样高达九寻之前,切莫以为我所说的话是确凿可信的。定居在意大利的奈阿波利斯人将阿尔库奥纽斯的骨骸奉为奇迹;因为他们声称许多巨人曾在那里被击毙,维苏威火山至今仍在他们之上冒着青烟。此外,在诗人们称作佛勒格拉的帕勒涅,大地埋藏着许多这类曾驻扎于彼处的巨人体骸,暴雨与地震常常将其揭露出来;甚至连牧羊人在正午时分也不敢涉足那片地方,因为在其间狂乱出没的幻影发出窸窣声响。对这类事情的怀疑,或许在赫拉克勒斯时代便已存在;正因如此,他在厄律忒亚斩杀格律翁,且据说遭遇了身躯极为庞大的他,便将那些骸骨供奉在奥林匹亚,以免自己的功业遭人怀疑。 腓尼基人:葡萄园丁啊,因你的博学,我由衷称道你的福气。我本对重大之事一无所知,且愚蠢地抱持怀疑。不过,关于普罗特西拉奥斯的事情究竟如何?想必此时正该谈论这些不再为人所怀疑的事了。
Ἀμπελουργός περὶ τῶν τοιούτων ἄκουε, ξένε. κεῖται μὲν οὐκ ἐν Τροίᾳ ὁ Πρωτεσίλεως, ἀλλʼ ἐν Χερρονήσῳ ταύτῃ, κολωνὸς δὲ αὐτὸν ἐπέχει μέγας οὑτοσὶ δήπου ὁ ἐν ἀριστερᾷ, πτελέας δὲ ταύτας αἱ νύμφαι περὶ τῷ κολωνῷ ἐφύτευσαν καὶ τοιόνδε ἐπὶ τοῖς δένδρεσι τούτοις ἔγραψάν που αὗται νόμον· τοὺς πρὸς τὸ Ἴλιον τετραμμένους τῶν ὄζων ἀνθεῖν μὲν πρωί, φυλλορροεῖν δὲ αὐτίκα καὶ προαπόλλυσθαι τῆς ὥρας — τοῦτο δὴ τὸ τοῦ Πρωτεσίλεω πάθος — τῷ δὲ ἑτέρῳ μέρει ζῆν τὰ δένδρα καὶ εὖ πράττειν. καὶ ὁπόσα δὲ τῶν δένδρων μὴ περὶ τὸ σῆμα ἕστηκεν, ὥσπερ καὶ ταυτὶ τὰ ἐν κήπῳ, πᾶσιν ἔρρωται τοῖς ὄζοις καὶ θαρσεῖ τὸ ἴδιον. Φοῖνιξ ὁρῶ, ἀμπελουργέ, καὶ θαυμάζειν ἔχων οὐ τεθαύμακα,3 σοφὸν γὰρ τὸ θεῖον. Ἀμπελουργός τὸ δὲ ἱερόν, ἐν ᾧ κατὰ τοὺς πατέρας ὁ Μῆδος ὕβριζεν, ἐφʼ ᾧ καὶ τὸ τάριχος ἀναβιῶναί φασι, τοῦτο ἡγοῦ, ὦ ξένε, καταλείπεται δὲ αὐτοῦ ὁρᾶς, ὡς ὀλίγα.
葡萄园丁:听我说说这些事吧,异邦人。普罗特西拉奥斯并非安息在特洛伊,而是在这处切尔索内索斯,左侧这座巨大的土丘正覆掩着他。水仙宁芙们围绕土丘栽下了这些榆树,并为这些树木立下了这般法则:凡朝向伊利昂的枝桠,虽早早绽花,却随即落叶,未及应有之时便已凋零——这正是普罗特西拉奥斯当年的苦难——而在另一侧,树木则生机盎然,欣欣向荣。至于凡不立在坟冢周遭的树木,正如园中的这些,则所有枝桠都枝繁叶茂,安享其天性。 腓尼基人:我看到了,葡萄园丁;我虽有理由惊异,却没有枉生疑怪,因为神明之事本就精微深奥。 葡萄园丁:我们父辈时代米底人横加蹂躏、据说为此腌干的咸鱼亦曾复生的那座神殿,正是眼前这处,异邦人;你看它残留的部分是多么稀少。
Ἀμπελουργός τότε δέ, οἶμαι, χαρίεν τε ἦν καὶ οὐ μικρόν, ὡς ἔστι τοῖς θεμελίοις ξυμβαλέσθαι. τὸ δὲ ἄγαλμα τοῦτο βέβηκε μὲν ἐπὶ νεώς, τὸ γὰρ τῆς βάσεως, σχῆμα πρῷρα, ἵδρυται δὲ ναύαρχος. περιτρίψας δὲ αὐτὸ ὁ χρόνος καὶ νὴ Δίʼ οἱ ἀλείφοντές τε καὶ οἱ ἐπισφραγιζόμενοι τὰς εὐχὰς ἐξηλλάχασι τοῦ εἴδους. ἐμοὶ δὲ οὐδὲν τοῦτο, αὐτῷ γὰρ ξύνειμι καὶ αὐτὸν βλέπω καὶ οὐδὲν ἄν μοι γένοιτο ἄγαλμα ἐκείνου ἥδιον. Φοῖνιξ ἦ καὶ διαγράψεις μοι αὐτὸν καὶ κοινωνήσεις τοῦ εἴδους; Ἀμπελουργός χαίρων γε, νὴ τὴν Ἀθηνᾶν, ὦ ξένε· γέγονε μὲν γὰρ ἀμφὶ τὰ εἴκοσί που μάλιστα ἔτη τηλικόσδε ἐλάσας ἐς Τροίαν, ἁβρῷ δʼ ἰούλῳ βρύει καὶ ἀπόζει αὐτοῦ ἥδιον ἢ τοῦ μετοπώρου τῶν μύρτων. φαιδρὰν δὲ ὀφρὺν περὶ τὸ ὄμμα βέβληται, τὸ γὰρ ἐπίχαρι αὐτῷ φίλον. βλέπει δὲ ἐν μὲν ταῖς σπουδαῖς σύντονον καὶ σφοδρόν, εἰ δὲ ἀνειμένου τύχοιμεν, φεῦ τῶν ὀφθαλμῶν4 ὡς ἐπαφρόδιτοί τε καὶ φιλικοὶ φαίνονται. καὶ μὴν καὶ κόμης ξανθῆς ἔχει τὸ μέτριον, ἔστι γὰρ ὡς ἐπικρέμασθαι τῷ μετώπῳ μᾶλλον ἢ κατʼ αὐτοῦ πίπτειν, καὶ τετράγωνος ἡ ἰδέα τῆς ῥινός, οἷον ἀγάλματος. φθέγγεται δὲ γεγωνότερον ἤ αἱ σάλπιγγες καὶ ἀπὸ μικροῦ γε τοῦ στόματος. γυμνῷ δὲ ἐντυχεῖν ἥδιστον, εὐπαγὴς γὰρ καὶ κοῦφος, ὥσπερ οἱ δρομικοὶ τῶν ἑρμῶν. τὸ δὲ μῆκος δεκάπηχυς τάχα. δοκεῖ δʼ ἄν μοι καὶ ὑπὲρ τοῦτο ἀναδραμεῖν, εἰ μὴ ἐν μειρακίῳ ἀπέθανεν.
葡萄园丁:然而在当时,我想它既优雅也不狭小,这一点从其地基便可推断出来。这座雕像立在一艘战船之上,基座的形状是一面船首,他被塑造成舰队统帅的形象。但岁月磨蚀了它,指着宙斯发誓,那些涂油致敬者以及在它身上印刻誓愿的人也改变了它的容貌。但这对我毫无影响;因为我常与他相伴,亲眼得见其人,对我而言没有任何雕像比他本人更令人愉悦。 腓尼基人:你真会为我描绘他的容貌,并让我分享他的形象吗? 葡萄园丁:凭雅典娜起誓,我十分乐意,异邦人。因为他当年泛舟特洛伊时大约二十岁年纪,生着丰盛柔美的短髭,散发的香气比秋日的香桃木更为甘美。他明朗的眉毛勾勒在双目上方,因为他酷爱和悦优雅。在严肃之际,他的目光专注而炽烈;但我们若恰巧在他闲适时相逢,天哪,那双眼睛显得多么动人而亲切!而且他蓄有一头适度的金发,与其说是披落,不如说是恰好垂悬在额前,鼻梁方正匀称,犹如雕像。他发声比战号更为洪亮,且出自那张小巧的嘴。与赤身的他相见是最令人喜悦的事,因为他体魄匀称结实而又轻捷,宛如那些善跑的赫耳墨斯神像。他的身长大概有十腕尺;在我看来,若非英年早逝,他甚至还能长得更高。
- 671πρὶν ἔς τε τὴν νῆσον τὴν Κῶ πλεύσῃς
连词 πρίν 在否定或祈使禁止句(μήπω... ἡγοῦ)之后引导虚拟式(πλεύσῃς, ἴδῃς)。古典雅典散文在此类语境中通常带有 ἄν(即 πρὶν ἄν),此处单用虚拟式是受到诗歌或拟古文风影响的用法。
- 671εὐδαιμονίζω σε τῆς ἱστορίας
动词 εὐδαιμονίζω 接宾格人称代词(σε)以及表示原因的属格(τῆς ἱστορίας),意为“因你的见闻学识而称赞你/视你为有福”。
- 672θαυμάζειν ἔχων οὐ τεθαύμακα
ἔχω 加不定词(θαυμάζειν ἔχων)意为“有理由/能够惊奇”,在此作让步分词。随后的完成时 οὐ τεθαύμακα 否定了由此产生的持续状态,意为“我并未陷入(疑虑惑乱的)惊骇之中”。
- 673φεῦ τῶν ὀφθαλμῶν
由感叹词 φεῦ 引出的感叹属格(genitive of exclamation),表示情感所指向的对象(“啊,那双眼睛!”),并由紧接的感叹从句 ὡς ἐπαφρόδιτοί τε καὶ φιλικοὶ φαίνονται 进一步加以阐发。
