← 斐洛斯脱拉德

论英雄

§669-670

各地发现的巨人遗骸实录

葡萄园丁详述在吕底亚、奥龙特斯河、西盖翁、科斯、利姆诺斯和因布罗斯等地发现的巨人遗骸实例以证其真实性,腓尼基人则对其细节展现出浓厚兴趣并渴望亲见。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§669

Ἀμπελουργός καὶ τὸν ἐν τῷ χαλκῷ ἵππῳ τῷ Λυδίῳ,1 ὃς κατωρώρυκτο μὲν ἐν Λυδίᾳ πρὸ Γύγου ἔτι, σεισμῷ δὲ τῆς γῆς διασχούσης θαῦμα τοῖς περὶ Λυδίαν ὤφθη ποιμέσιν, οἷς ἅμα ὁ Γύγης ἐθήτευσεν. ἐς γὰρ κοῖλον τὸν ἵππον θυρίδας ἐν ἑκατέρᾳ πλευρᾷ ἔχοντα νεκρὸς ἀπέκειτο μείζων ἢ ἀνθρώπου δόξαι.2 εἰ δὲ ταῦτα οἷα ἀπιστεῖσθαι διὰ τὸν χρόνον, ἀλλὰ τοῖς γε ἐφʼ ἡμῶν οὐκ οἶδʼ ὅ τι ἀντερεῖς. Ἀρυάδην γάρ, ὃν οἱ μὲν Αἰθίοπα, οἱ δὲ Ἰνδὸν ἔφασαν, τριακοντάπηχυν ἐν τῇ Ἀσσυρίων γῇ κείμενον οὐ πάλαι ἀνέφηνεν ἡ τοῦ Ὀρόντου ποταμοῦ ὄχθη σχισθεῖσα, τουτὶ δὲ τὸ Σίγειον πρὸ πεντήκοντα οὔπω ἐτῶν ἐν προβολῇ τοῦ ἀκρωτηρίου σῶμα ἀνέδειξε γίγαντος, ὃν αὐτὸς Ἀπόλλων ἀπεκτονέναι φησὶν ὑπὲρ Τροίας αὐτῷ μαχόμενον, καὶ εἶδον, ξένε, πλεύσας ἐς τὸ Σίγειον αὐτό τε τὸ πάθος τῆς γῆς καὶ τὸν γίγαντα, ὅσος ἦν. ἔπλεον δὲ καὶ Ἑλλησποντίων πολλοὶ καὶ Ἰώνων καὶ νησιῶται πάντες καὶ τὸ Αἰολικὸν ἅπαν, ἐπὶ γὰρ μῆνας δύο μέγας ἐν μεγάλῳ ἀκρωτηρίῳ προὔκειτο παρέχων ἄλλον ἄλλῳ λόγον οὔπω δηλοῦντος αὐτὸν τοῦ χρησμοῦ. Φοῖνιξ εἴποις ἂν οὖν ἔτι, ἀμπελουργέ, περί τε μεγέθους αὐτοῦ περί τε ὀστῶν ἁρμονίας περί τε τῶν λεγομένων ὄφεων ξυμπεφυκέναι τοῖς γίγασιν, οὓς ὑπογράφουσιν οἱ ζωγράφοι τῷ Ἐγκελάδῳ καὶ τοῖς ἀμφʼ αὐτόν; Ἀμπελουργός εἰ μὲν τερατώδεις ἐγένοντο ἐκεῖνοι, ξένε, καὶ ξυμβεβλημένοι θηρίοις, οὐκ οἶδα, ὁ δὲ ἐν τῷ Σιγείῳ δύο μὲν καὶ εἴκοσι πήχεις ἐπεῖχεν, ἔκειτο δὲ ἐν πετρώδει σήραγγι, τὴν κεφαλὴν μὲν πρὸς τὴν ἤπειρον ἔχων, Ἀμπελουργός τοὺς δὲ πόδας συναπολήγων τῷ ἀκρωτηρίῳ,3 δρακόντων δὲ οὐδὲν σημεῖον περὶ αὐτὸν ἑωρῶμεν, οὐδὲ ἔστιν, ὅ τι τῶν ὀστῶν παρήλλαττεν ἀνθρώπου. καὶ μὴν καὶ Ὕμναιος ὁ Πεπαρήθιος ἐπιτηδείως μοι ἔχων ἔπεμψέ τινα τῶν ἑαυτοῦ υἱέων πρὸ ἐτῶν ἐνταῦθα τεττάρων ἐρησόμενον διʼ ἐμοῦ τὸν Πρωτεσίλεων περὶ ὁμοίου θαύματος· ἐν Κῷ γὰρ τῇ νήσῳ, κέκτηται δὲ αὐτὴν μόνος, ἔτυχε μὲν ὀρύττων ἀμπέλους, ἡ γῆ δὲ ὑπήχησε τοῖς ὀρύττουσιν οἷον κενή. διανοίξαντες οὖν δωδεκάπηχυς μὲν ὁ νεκρὸς ἔκειτο, τὸ δέ γε κράνιον ᾤκει δράκων. ὁ μὲν δὴ νεανίας ἀφίκετο ἐπερησόμενος ἡμᾶς, ὅ τι χρὴ ἐπʼ αὐτῷ πράττειν, ὁ δὲ Πρωτεσίλεως τὸν ξένον ἔφη συγκαλύπτωμεν κελεύων δήπου ἐπιθάπτειν τὸν νεκρὸν καὶ μὴ γυμνοῦν ἑκόντας. εἶπε δὲ καὶ ὡς γίγας εἴη τῶν βεβλημένων. ὁ δὲ ἐν Λήμνῳ φανείς, ὃν Μενεκράτης ὁ Στειριεὺς εὗρε, μέγιστός τε ἦν καὶ εἶδον αὐτὸν πέρυσιν ἐξ Ἴμβρου πλεύσας, διʼ ὀλίγου γὰρ ἦν ἐς τὴν Λῆμνον. τὰ μὲν οὖν ὀστᾶ οὐκέτι ἐν κόσμῳ ἑωρᾶτο, καὶ γὰρ οἱ σπόνδυλοι ἀπʼ ἀλλήλων ἔκειντο σεισμοῖς, οἶμαι, διενεχθέντες, καὶ τὰ πλευρὰ ἐξήρμοστο τῶν σπονδύλων, ἐνθυμουμένῳ δὲ αὐτὰ ὁμοῦ τε καὶ κατὰ ἕν, φρικῶδες ἐδόκει τὸ μέγεθος καὶ οὐ ῥᾴδιον ἀνατυποῦσθαι. τὸ γοῦν κράνιον ἐμφορησάντων ἡμῶν ἐς αὐτὸ οἶνον οὐδὲ ὑπὸ δυεῖν ἀμφορέοιν ἐνεπλήσθη τῶν ἐκ Κρήτης. ἔστι δέ τι κατὰ νότον ἄνεμον ἀκρωτήριον τῆς Ἴμβρου, Ναύλοχος, ᾧ πηγὴ ὑφώρμισται τὰ μὲν ἄρσενα τῶν ζῴων εὐνούχους ἐργαζομένη, τὰ δὲ θηλέα οὕτω μεθύσκουσα, ὡς καθεύδειν αὐτά. τρύφος οὖν ἐνταῦθα τῆς γῆς ἀπορραγὲν συνεπέσπαστο σῶμα μεγίστου γίγαντος· κἂν ἀπιστῇς, πλεύσωμεν· πρόκειται γὰρ γυμνὸς ἔτι καὶ ὁ ἐς Ναύλοχον πλοῦς βραχύς. Φοῖνιξ ἐβουλόμην μὲν ἂν4 καὶ ὑπὲρ τὸν Ὠκεανὸν ἐλθεῖν, ἀμπελουργέ, θαῦμα εἴ που τοιοῦτον εὕροιμι,

葡萄园丁:还有那具在吕底亚青铜马中的尸体,它早在居革斯之前便被埋葬在吕底亚,后来大地因地震而裂开,显现在吕底亚周遭牧羊人的眼前成为奇迹,当时居革斯正与他们一同受雇佣劳作。因为在那匹中空且两侧各开有小门的铜马之内,躺着一具大得超乎人们想象为人所有的尸体。即便这些事由于年代久远而看似难以置信,但对于发生在我们当世的事情,我不知道你还能反驳什么。因为不久前奥龙特斯河岸崩裂,显露出了身长三十腕尺、躺在亚述人土地上的阿律阿得斯——有人说他是埃塞俄比亚人,有人说他是印度人;而就在不到五十年前,这处西盖翁海角伸向海中的突端,也显现了一具巨人的躯体,阿波罗亲口说,那是因巨人为特洛伊而与他交战被他所斩杀的。异邦人啊,我曾航行至西盖翁,亲眼目睹了大地的裂变,以及那巨人有多么庞大。当时许多赫勒斯滂人、爱奥尼亚人、所有的岛民以及整个埃奥利斯人都乘船前去观看;因为神谕尚未揭示其身份,庞大的他在巨大的海角上陈列了整整两个月,引发了人们议论纷纷。 腓尼基人:那么,葡萄园丁啊,你可否进一步谈谈他的身材大小、骨骼构造,以及据说与巨人们生合一体的大蛇?画家们为恩克拉多斯及其同党作画时,常常添画上这些大蛇。 葡萄园丁:异邦人啊,那些〔巨人〕是否真的形体怪异且混杂了野兽的特征,我并不知晓;但西盖翁的那具遗体长达二十二腕尺,躺在岩石的裂隙之中,头部朝向大陆,葡萄园丁:双脚则顺着海角的走向终止。然而我们在他身上看不到任何蛇类的痕迹,骨骼结构也绝无异于常人之处。况且,佩帕瑞索斯人欣奈奥斯与我交情甚笃,四年前曾派其诸子中的一位来到这里,通过我向普罗特西拉奥斯请教一件相似的奇事:在科斯岛上——该岛为他一人独有——他恰好在开垦葡萄园,大地在挖掘者脚下回响,犹如空心一般。于是他们掘开地面,只见里面躺着一具十二腕尺长的尸体,而头颅中竟盘踞着一条大蛇。那青年来到这里询问我们应当如何处置它,普罗特西拉奥斯便说: “这位异邦人,”他说,“我们当将他掩埋,”这无疑是在吩咐应当重新埋葬那具尸骸,不可故意使其暴露在外。他还说,这是一位被击落的巨人。至于在利姆诺斯岛上显现的那具遗骸,乃是斯忒伊里亚人墨涅克拉忒斯所发现,其身躯至为硕大,我去年从因布罗斯乘船前往时曾亲眼所见——因为航行至利姆诺斯不过咫尺之遥。当时骨骼已不再整齐完好,因为脊椎骨四散分离,我猜想是被地震所震散,肋骨也已脱离了脊椎;但若将它们作为一个整体或逐一审视,其庞大令人毛骨悚然,难以描摹想象。无论如何,当我们把酒倒入那头骨中时,竟连两坛克里特双耳大瓮的酒也无法注满。此外,因布罗斯岛朝向南风之处有一座名为瑙洛科斯的海岬,其下方泊有一处泉眼,能使雄性牲畜丧失生殖能力,并使雌性牲畜沉醉入眠。就在那里,一块崩裂脱落的土地带出了一具极其庞大的巨人遗体;你若不信,我们不妨扬帆前往;因为他至今仍裸露横陈,且前往瑙洛科斯的航程极短。 腓尼基人:葡萄园丁啊,若真能在某处寻得如此奇景,我纵使远涉大洋彼岸也是心甘情愿的,

语法注4 条
  1. 669καὶ τὸν ἐν τῷ χαλκῷ ἵππῳ τῷ Λυδίῳ

    宾格短语(τὸν [sc. νεκρὸν])承接前一语段末尾带 ἄν 的未完成过去时直陈式动词 διῄειν ἄν(“我本该详述”)作其直接宾语(典出柏拉图《理想国》卷二中关于居革斯先祖的传说)。

  2. 669μείζων ἢ ἀνθρώπου δόξαι

    在比较级 μείζων 所引出的比较结构中,ἤ 连结不定词 δόξαι(不定过去时主动态),相当于 ἢ ὥστε δοκεῖν ἀνθρώπου εἶναι,具有结果或限制意味,意为“大得超出人们以为是人类的程度”。

  3. 670τοὺς δὲ πόδας συναπολήγων τῷ ἀκρωτηρίῳ

    分词 συναπολήγων 为阳性单数主格,与主语 ὁ δὲ ἐν τῷ Σιγείῳ 呼应,支配与格 τῷ ἀκρωτηρίῳ(意为“与海岬一齐终止”),而 τοὺς πόδας 则是充当关系宾格/限制宾格(“就双脚而言”)。

  4. 670ἐβουλόμην μὲν ἂν

    未完成过去时直陈式加 ἄν(ἐβουλόμην ἄν)表达委婉或目前未能实现的愿望(“我纵使……也是心甘情愿的”),与后文带有希求式的条件从句(εἰ... εὕροιμι)相呼应,构成假设性的愿望表达。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:669-670