- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:667-668
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
葡萄园丁说明普罗特西拉奥斯即便在死后也洞悉荷马的诗作及后世历史,但腓尼基人对十腕尺巨人等神话传说表达了强烈的怀疑。为此,葡萄园丁通过讲述祖父所目睹的十一腕尺埃阿斯巨骨以及哈德良皇帝重新敛葬的轶事,试图从巨人的真实存在入手化解其疑虑。
Ἀμπελουργός τὰ γοῦν Ὁμήρου ποιήματα τίνα φήσεις οὕτως ἀνεγνωκέναι τῶν σφόδρα βασανιζόντων ὅμηρον,1 ὡς ἀνέγνωκέ τε ὁ Πρωτεσίλεως καὶ διορᾷ αὐτά; καίτοι, ξένε, πρὸ Πριάμου καὶ Τροίας οὐδὲ ῥαψῳδία τις ἦν, οὐδὲ ᾔδετο τὰ μήπω πραχθέντα, ποιητικὴ μὲν γὰρ ἦν περί τε τὰ μαντεῖα περί τε τὸν Ἀλκμήνης Ἡρακλέα, καθισταμένη τε ἄρτι καὶ οὔπω ἡβάσκουσα, Ὅμηρος δὲ οὔπω ᾖδεν, ἀλλʼ οἱ μὲν Τροίας ἁλούσης, οἱ δὲ ὀλίγαις, οἱ δʼ ὀκτὼ γενεαῖς ὕστερον ἐπιθέσθαι αὐτὸν τῇ ποιήσει λέγουσιν. ἀλλʼ ὅμως οἶδεν ὁ Πρωτεσίλεως τὰ Ὁμήρου πάντα, καὶ πολλὰ μὲν ᾅδει Τρωικὰ μεθʼ ἑαυτὸν γενόμενα, πολλὰ δὲ Ἑλληνικά τε καὶ Μηδικά, τήν τε γοῦν στρατείαν τὴν Ξέρξου τρίτην ὀνομάζει φθορὰν ἀνθρώπων μετὰ τὴν ἐπὶ Δευκαλίωνός τε καὶ Φαέθοντος ξυμβᾶσαν, ἐπειδὴ πλεῖστα ἔθνη ἐν αὐτῇ ἐφθάρη. Φοῖνιξ κέρας Ἀμαλθείας ἐμπλήσεις, ἀμπελουργέ, τοσαῦτα εἰδότος τοῦ ἑταίρου. ὑγιῶς γάρ που ἀπαγγελεῖς αὐτὰ καὶ ὡς ἤκουσας. Ἀμπελουργός νὴ Δίʼ, ἢ ἀδικοίην ʽἂνʼ φιλόσοφόν τε καὶ φιλαλήθη ἥρωα μὴ τιμῶν ἀλήθειαν, ἣν ἐκεῖνος μητέρα ἀρετῆς ὀνομάζειν εἴωθεν. Φοῖνιξ δοκῶ μοι καὶ κατʼ ἀρχὰς τῶν λόγων ὡμολογηκέναι πρὸς σὲ τὸ ἐμαυτοῦ πάθος· φημὶ γὰρ ἀπίστως διακεῖσθαι πρὸς τὰ μυθώδη. τὸ δὲ αἴτιον· οὐδενί πω ἑωρακότι αὐτὰ ξυγγέγονα, ἀλλʼ ὁ μὲν ἑτέρου ἀκηκοέναι φησίν, ὁ δὲ οἴεσθαι, τὸν δὲ ποιητὴς ἐπαίρει. καὶ τὰ λεγόμενα δὲ περὶ τοῦ μεγέθους τῶν ἡρώων, ὡς δεκαπήχεις ἦσαν, χαρίεντα μὲν κατὰ μυθολογίαν ἡγοῦμαι, Φοῖνιξ ψευδῆ δὲ καὶ ἀπίθανα τῷ γε θεωροῦντι αὐτὰ πρὸς τὴν φύσιν, ἧς μέτρα οἱ νῦν ἄνθρωποι.2 Ἀμπελουργός ταυτὶ δὲ ἡγεῖσθαι ἀπίθανα πότε ἤρξω; Φοῖνιξ πάλαι, ἀμπελουργέ, κἂν μειρακίῳ ἔτι. παῖς μὲν γὰρ ὢν ἔτι ἐπίστευον τοῖς τοιούτοις, καὶ κατεμυθολόγει με ἡ τίτθη χαριέντως αὐτὰ ἐπᾴδουσα καί τι καὶ κλαίουσα ἐπʼ ἐνίοις αὐτῶν, μειράκιον δὲ γενόμενος οὐκ ἀβασανίστως ᾠήθην χρῆναι προσδέχεσθαι ταῦτα. Ἀμπελουργός τὸ δὲ τοῦ Πρωτεσίλεω, καὶ ὅτι ἐνταῦθα φαίνοιτο, ἀκηκοώς ποτε ἔτυχες; Φοῖνιξ πῶς γε, ἀμπελουργέ; ὅς γε καὶ σοῦ τήμερον ἀκούων ἀπιστῶ;3 Ἀμπελουργός οὐκοῦν ἀρχὴ τοῦ λόγου σοι γιγνέσθω τὰ πάλαι σοι ἀπιστούμενα· φῂς δέ που ἀπιστεῖν, εἰ δεκαπήχεις ἐγένοντο ἄνθρωποι. ἐπειδὰν δὲ τούτου ἱκανῶς ἔχῃς, ἀπαίτει λοιπὸν τὸν περὶ τοῦ Πρωτεσίλεω λόγον καὶ ὁπόσα βούλει τῶν Τρωικῶν, οὐδενὶ γὰρ αὐτῶν ἀπιστήσεις. Φοῖνιξ καλῶς λέγεις καὶ οὕτω ποιῶμεν. Ἀμπελουργός ἄκουε δή· πάππος ἦν μοι, ξένε, πολλὰ τῶν ἀπιστουμένων ὑπὸ σοῦ γιγνώσκων, ὃς ἔλεγε διαφθαρῆναι μέν ποτε τὸ τοῦ Αἴαντος σῆμα ὑπὸ τῆς θαλάσσης, πρὸς ᾗ κεῖται, ὀστᾶ δὲ ἐν αὐτῷ φανῆναι κατὰ ἑνδεκάπηχυν ἄνθρωπον, καὶ ἔφασκεν Ἀδριανὸν βασιλέα περιστεῖλαι αὐτὰ ἐς Τροίαν ἐλθόντα καὶ τὸν νυνὶ τάφον περιαρμόσαι τῷ Αἴαντι ἔστιν ἃ καὶ προσπτυξάμενον τῶν ὀστῶν4 καὶ φιλήσαντα. Φοῖνιξ οὐ μάτην ἀπιστεῖν ἔοικα τοῖς τοιούτοις, ἀμπελουργέ· καὶ σὺ γὰρ πάππου μέν τι ἀκηκοέναι φῂς καὶ ἴσως μητρὸς ἢ τίτθης, σεαυτοῦ δὲ ἀπαγγέλλεις οὐδέν, εἰ μὴ ἄρα περὶ τοῦ Πρωτεσίλεω εἴποις. Ἀμπελουργός καὶ μήν, εἰ μυθολογικὸς ἦν, τόν τε τοῦ Ὀρέστου νεκρὸν διῄειν ʽἂνʼ, ὃν ἑπτάπηχυν ἐν Νεμέᾳ Λακεδαιμόνιοι εὗρον,
葡萄园丁: 无论如何,在那些极为严苛地审视荷马的人之中,你能说有谁如普罗特西拉奥斯那样读透并洞察荷马的诗作吗?然而,异邦人啊,在普里阿摩斯和特洛伊之前,甚至还不曾有任何吟唱诗篇,未曾发生之事也未被歌唱。因为当时的诗艺虽围绕着神谕以及阿尔克墨涅之子赫拉克勒斯而存在,却也才刚刚奠立,尚未进入成熟之期;荷马也尚未歌唱,世人有的说他是在特洛伊陷落之时投身于诗作,有的说是在其后数代,还有的说是在八代之后。但尽管如此,普罗特西拉奥斯通晓荷马的一切诗篇,并且他歌唱了许多发生在他自己之后的特洛伊战事,以及许多希腊与波斯的历史;至少他将薛西斯的远征称为继丢卡利翁和法厄同时代降临的人类灭亡之后的第三次灭顶之灾,因为极多的族裔在其中毁灭了。腓尼基人: 葡萄园丁啊,既然你的同伴知晓如此之多的事情,你定能注满一只阿玛尔忒亚之角。因为你无疑会忠实地、正如你所听闻的那样把它们复述出来。葡萄园丁: 凭宙斯起誓,确实如此;否则我若不尊重真理,便是在委屈一位崇尚哲理且热爱真理的英雄了,因为他素来将真理称为美德之母。腓尼基人: 我想在交谈之初我便已向你坦白了我自己的性情:我说我对神话之事素来抱有怀疑。原因便在于:我至今从未遇见过亲眼目睹这些事的人,而总是一个人说听自别人,另一个人说是揣测,还有一个人则是诗人在鼓动他。至于关于英雄们身材高至十腕尺的传说,依神话而言我认为固然优美巧妙,但对于按照如今的人类作为其尺度的自然本性来审视这些的人而言,则是虚假而难以置信的。葡萄园丁: 你是从何时开始认为这些事难以置信的呢?腓尼基人: 很久以前了,葡萄园丁啊,甚至还在少年之时。因为当我还只是个孩童时,我确实相信这类事情,我的乳母也生动地将它们唱给我当作故事听,并在讲到某些情节时甚至落下泪来;但长成少年之后,我便认为不可不加审察地接受这些。葡萄园丁: 那么关于普罗特西拉奥斯的事情,以及他显现于此的事,你先前可曾偶然听闻过?腓尼基人: 怎么可能呢,葡萄园丁?连今天听你亲口说起我都难以置信,又何谈先前?葡萄园丁: 那么,就让你久来怀疑的事情作为我们话语的开端吧;你想必是说,你怀疑人类曾有十腕尺之高。而当你对此听得心满意足之时,便可进一步索求关于普罗特西拉奥斯的话题,以及你所渴望探知的特洛伊诸事,因为届时你对其中任何一件都不会再起疑了。腓尼基人: 你说得很好,我们就这样做吧。葡萄园丁: 那么请听:异邦人啊,我有一位祖父,他知晓许多为你所怀疑的事情。他说,埃阿斯的坟墓曾一度被其所临的大海冲毁,而在墓中显露出的骨骼竟相当于一个十一腕尺高的人;他还说哈德良皇帝来到特洛伊时重新敛葬了它们,为埃阿斯重修了如今的陵墓,甚至还拥抱并亲吻了其中的若干骨骼。腓尼基人: 看来我对此类事情不予置信并非毫无缘由,葡萄园丁;因为你也是说从祖父那里听闻了某事,或许还有母亲或乳母,却完全没有报告你亲身经历的任何事情,除非你说的是普罗特西拉奥斯。葡萄园丁: 可是,如果我真是个爱好神话之人,我本该详述拉刻代蒙人在涅墨亚所发现的奥瑞斯忒斯那具长达七腕尺的遗体,
- 667τῶν σφόδρα βασανιζόντων ὅμηρον
修饰疑问代名词 τίνα 的部分属格。构成了“在那些极其严苛地审视荷马的人之中,你能说有谁……”的语义框架,突出了普罗特西拉奥斯作为荷马知音的超凡地位。
- 668ἧς μέτρα οἱ νῦν ἄνθρωποι
关系代词 ἧς 指代先行词 τὴν φύσιν,在省略系动词的名词句中作修饰谓语名词 μέτρα 的属格,主语为 οἱ νῦν ἄνθρωποι,意为“现代人类为其尺度的自然本性”。
- 668ὅς γε καὶ σοῦ τήμερον ἀκούων ἀπιστῶ
关系代词 ὅς(连同强调小词 γε)引导以第一人称单数动词 ἀπιστῶ 为核心的从句,为前句反问 πῶς γε 提供原因与根据,意即“连今天听你亲口说起我都难以置信的这般我,又怎可能(曾经听闻)”。
- 668ἔστιν ἃ καὶ προσπτυξάμενον τῶν ὀστῶν
成语性短语 ἔστιν ἅ 在此作宾格宾语,意为“某些、一部分”,作分词 προσπτυξάμενον 的动作对象,属格 τῶν ὀστῶν 则作为整体的部分属格,意为“拥抱了其中的若干骨骼”。
