- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:665-666
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
葡萄园丁与腓尼基人在林荫座席处就坐,腓尼基人述及启发其来访的阿开奥斯船名录之梦,确认此行冥冥中受神意指引。当他质疑在登岸时即阵亡的普罗特西拉奥斯何以能通晓特洛伊战争全貌时,园丁阐明灵魂脱离肉身后所获得的先知远见与通神智慧。
Φοῖνιξ καὶ ἴσως ἀδικῶ τὴν ἐν σοὶ σοφίαν, καλῶν γε ἀμπελουργόν. Ἀμπελουργός οὕτω κάλει, καὶ γὰρ ἂν χαρίζοιο τῷ Πρωτεσίλεῳ γεωργόν τε ἐμὲ καὶ κηπουρὸν καὶ τὰ τοιαῦτα ὀνομάζων. Φοῖνιξ ἐνταῦθα οὖν, ἀμπελουργέ, ξύνεστε ἀλλήλοις; Ἀμπελουργός ἐνταῦθα, ξένε. πῶς δὲ ἐτεκμήρω; Φοῖνιξ ὅτι μοι δοκεῖ τὸ μέρος τοῦ ἀγροῦ τούτου ἥδιστόν τε εἶναι καὶ θεῖον, καὶ εἰ μὲν ἀναβιῴη ἄν τις ἐνταῦθα, οὐκ οἶδα, βιῴη δʼ ἂν ἥδιστά τε καὶ ἀλυπότατα ἐξελθὼν τοῦ ὁμίλου. δένδρα τε γὰρ ὑπερμήκη ταῦτα χρόνου αὐτὰ ἄραντος,1 ὕδωρ τε ἐκ πηγῶν τουτὶ ποικίλον, καὶ ἀρύεσθε, οἶμαι, αὐτὸ ὥσπερ ἄλλου καὶ ἄλλου ἀνθοσμίου πίνοντες. σὺ δὲ καὶ σκηνὰς φυτεύεις ξυμπλέκων τὰ δένδρα καὶ ξυναρμόττων, ὡς οὐδʼ ἂν στέφανόν τις ἐκ λειμῶνος ἀκηράτου ξυμβάλοι. Ἀμπελουργός καὶ οὔπω, ξένε, τῶν ἀηδόνων ἤκουσας, οἷον τῷ χωρίῳ ἐναττικίζουσιν, ἐπειδὰν δείλη τε ἥκῃ καὶ ἡμέρα ἄρχηται. Φοῖνιξ δοκῶ μοι ἀκηκοέναι ξυντίθεσθαί τε μηδὲ θρηνεῖν αὐτάς, ἀλλὰ ᾅδειν μόνον. πλὴν εἰπὲ τὰ τῶν ἡρώων, ἥδιον γὰρ ἂν τούτων ἀκούοιμι. ξυγχωρεῖς δέ που καὶ ἱζῆσαι; Ἀμπελουργός ξυγχωρεῖ ὁ ἥρως χρηστὸς ὢν ξενίζων τουτοισὶ τοῖς θάκοις. Φοῖνιξ ἰδοὺ ἀναπαύομαι, τὸ γὰρ ξένιον ἡδὺ τῷ γε ἀκροασομένῳ λόγου σπουδαιοτέρου. Ἀμπελουργός ἐρώτα ξένε, ὅ τι βούλει, καὶ οὐ μάτην ἀφῖχθαι φήσεις. Ὀδυσσεῖ μὲν γάρ, ὁπότε πόρρω τῆς νεὼς ἤλυεν, ἐντυχὼν ὁ Ἑρμῆς ἤ τις τῶν παρʼ Ἑρμοῦ σοφῶν ἐς κοινωνίαν λόγου τε καὶ σπουδῆς ἀφίκετο, τουτὶ γὰρ ἡγεῖσθαι προσήκει τὸ μῶλυ,2 σὲ δὲ ὁ Πρωτεσίλεως ἱστορίας τε διʼ ἐμοῦ ἐμπλήσει καὶ ἡδίω ἀποφανεῖ καὶ σοφώτερον. τὸ γὰρ πολλὰ γιγνώσκειν πολλοῦ ἄξιον. Φοῖνιξ Ἀλλʼ οὐκ ἀλύω, βέλτιστε, κατὰ δὲ θεόν, νὴ τὴν Ἀθηνᾶν, ἥκω. ξυνίημι γὰρ λοιπὸν τοῦ ἐνυπνίου. Ἀμπελουργός καὶ πῶς ἔχει σοι τὸ ἐνύπνιον; θεῖον γάρ τι ὑποδηλώσεις.
腓尼基人 而且只要称呼你为葡萄园丁,我恐怕就委屈了你内在的智慧。 葡萄园丁 就这么称呼吧;因为你若称呼我为农夫、花匠以及诸如此类的名号,也是在讨普罗特西拉奥斯的欢心。 腓尼基人 那么,葡萄园丁啊,你们二位就是在此处相互聚首的吗? 葡萄园丁 就在此处,异邦人。不过你是如何看出来的? 腓尼基人 因为在我看来,这处庄园的这片地方最为宜人且具有神性;至于是否有人能在此处复活,我不得而知,但若离开人群,在此度日定能极其快意且毫无忧患。因为这些树木高耸挺拔,是岁月将它们拔高成长的;而从泉中涌出的这些水风味各异,依我看,你们汲取它就像在饮用一种又一种带有花香的佳酿。况且你还将树木交织相合,筑成绿荫凉亭,其精巧程度甚至无人能用纯洁草地的鲜花编织出如此的花冠。 葡萄园丁 而且异邦人啊,你还不曾听过夜莺的歌声呢,不知每当傍晚来临和破晓初启之时,它们在这处园中以何等雅致的阿提卡声调啼鸣。 腓尼基人 我仿佛已经听见了,也赞同它们绝非悲叹哀泣,而只是纯粹地欢唱。不过,请讲讲英雄们的事迹吧,因为我更乐意听这些。想必你也允许我在此就坐吧? 葡萄园丁 这位慷慨的英雄允许的,他正以这些座位款待你呢。 腓尼基人 看哪,我坐下歇息了;因为对于即将聆听更为庄重言论的人而言,这番款待正是惬意的。 葡萄园丁 异邦人啊,问你想问的吧,你绝不会说自己是白来一趟的。因为对于奥德修斯而言,当他迷失流连于远离船只之地时,相遇的赫尔墨斯或出自赫尔墨斯门下的某位贤人便与他共同交谈与关切——正应当将此视为那株神草莫吕;而普罗特西拉奥斯也将通过我使你充满史事的知见,并使你显得更为快慰和明智。因为博学多识是大有裨益的。 腓尼基人 然而最善之友啊,我并非茫然流连,而是凭着雅典娜起誓,顺应着神的指引而来的。因为我终于理解了那个梦境。 葡萄园丁 那么你的梦境究竟如何?你定会揭示出某种神妙之事。
Φοῖνιξ πλέω μὲν ἐξ Αἰγύπτου καὶ Φοινίκης πέμπτην καὶ τριακοστὴν ἤδη που ταύτην ἡμέραν, κατασχούσης δὲ τῆς νεὼς ἐς Ἐλεοῦντα τοῦτον ἔδοξα τὰ Ὁμήρου ἔπη ἀναγιγνώσκειν, ἐν οἷς τὸν κατάλογον τῶν Ἀχαιῶν φράζει, καὶ ξυνεκάλουν τοὺς Ἀχαιοὺς ἐμβῆναι τὴν ναῦν ὡς ἀποχρῶσαν ὁμοῦ πᾶσιν. ἐπεὶ δὲ ἐξέθορον τοῦ ἐνυπνίου, καὶ γάρ με καὶ φρίκης τι ὑπεληλύθει, ξυνεβαλόμην μὲν αὐτὸ ἐς βραδυτῆτα τοῦ πλοῦ καὶ μῆκος, αἱ γὰρ τῶν ἀποθανόντων ὄψεις ἀργοὶ τοῖς ἐσπουδακόσι, βουληθεὶς δὲ ξυμβόλῳ περὶ τοῦ ἐνυπνίου χρήσασθαι, οὐδὲ γὰρ τὸ πνεῦμα πω ξυνεχώρει πλεῖν, ἐξαλλάττω δεῦρο ἀπὸ τῆς νεώς, βαδίζων δέ, ὡς εἶδες, πρώτῳ ἐντετύχηκα σοὶ καὶ περὶ τοῦ Πρωτεσίλεω διαλεγόμεθα, διαλεξόμεθα δὲ καὶ περὶ τοῦ καταλόγου τῶν ἡρώων, φῂς γὰρ οὕτω ποιήσειν. καὶ τὸ καταλέγειν σφᾶς ἐς τὴν ναῦν εἴη ἂν τὸ συλλεξάμενον τὸν περὶ αὐτῶν λόγον εἶτα ἐμβῆναι.3 Ἀμπελουργός κατὰ θεὸν ἥκεις ἀληθῶς, ξένε, καὶ ὑγιῶς ἐξηγῇ τὴν ὄψιν. περαίνωμεν οὖν τὸν λόγον, μὴ καὶ θρύπτεσθαι με φῇς διάγοντά σε ἀπʼ αὐτοῦ. Φοῖνιξ ἃ ποθῶ μαθεῖν, ξυνίης δή γε· αὐτὴν γὰρ τὴν ξυνουσίαν, ἥτις ἐστί σοι πρὸς τὸν Πρωτεσίλεων, καὶ ὁποῖος ἥκει καὶ εἴ τι παραπλήσιον τοῖς ποιηταῖς ἢ διηγνοημένον αὐτοῖς περὶ τῶν Τρωικῶν οἶδεν, ἀκοῦσαι δέομαι. Τρωικὰ δὲ λέγω τὰ τοιαῦτα· τήν τε ἐν Αὐλίδι ξυλλογὴν τοῦ στρατοῦ καὶ καθʼ ἕνα τοὺς ἥρως εἰ καλοί τε, ὡς ᾅδονται, καὶ ἀνδρεῖοι καὶ σοφοὶ ἦσαν. τὸν γὰρ πόλεμον, ὃς περὶ τῇ Τροίᾳ ἐγένετο, πῶς ἂν διηγοῖτο μήτε διαπολεμήσας αὐτὸν ἀποθανών τε πρῶτος τοῦ Ἑλληνικοῦ παντὸς ἐν αὐτῇ, φασί, τῇ ἀποβάσει; Ἀμπελουργός εὔηθες τουτί σοι, ξένε, ψυχαῖς γὰρ θείαις οὕτω καὶ μακαρίαις ἀρχὴ βίου τὸ καθαρεῦσαι τοῦ σώματος·4 θεούς τε γάρ, ὧν ὀπαδοί εἰσι, γιγνώσκουσι τότε οὐκ ἀγάλματα θεραπεύουσαι καὶ ὑπονοίας, ἀλλὰ ξυνουσίας φανερὰς πρὸς αὐτοὺς ποιούμεναι, τά τε τῶν ἀνθρώπων ὁρῶσιν ἐλεύθεραι νόσων τε καὶ σώματος, ὅτε δὴ καὶ μαντικῆς σοφίας ἐμφοροῦνται καὶ τὸ χρησμῶδες αὐταῖς ἐμβακχεύει.
腓尼基人 我自埃及和腓尼基扬帆出海,到如今想必已是第三十五天了;当船只在此处的埃莱乌斯靠岸时,我梦见自己在诵读荷马的诗篇,即他叙述阿开奥斯人船名录的章节,并且我正召集阿开奥斯诸军登船,仿佛这艘船足以同时容纳所有人。而当我从梦中惊醒时——因为确实有一阵战栗悄然袭上我心头——,我起初将这梦解释为航程的迟滞与漫长,因为死者的幻象对于急于赶路之人意味着拖延;但由于想要为这梦寻求一个征兆,加之风势尚未允许起航,我便离开船只信步来到此处。漫步之时,正如你所见,我首先遇见了你,我们谈论起普罗特西拉奥斯,而且还将谈论英雄们的名录,因为你说过会这么做。而召集他们登船,大概正意味着采集关于他们的史实述说,然后再行登船吧。 葡萄园丁 异邦人啊,你确实是顺应神的指引而来的,并且你对这梦境的阐释甚为切中情理。那么我们继续交谈吧,免得你说我将你引离此话旨是在故作姿态。 腓尼基人 我渴望探知之事,你自然是明白的:你与普罗特西拉奥斯究竟有着怎样的相伴相交,他显现时是何种模样,以及关于特洛伊的战事,他是否知晓某些与诗人们相仿的传闻、抑或诗人们所全然未察的隐情,这些我均渴望听闻。我所说的特洛伊战事是指诸如此类的事:在奥利斯的集结大军,以及关于英雄们逐一而论,他们是否真如诗歌所颂扬的那般英俊、勇敢且智慧。因为关于围绕特洛伊发生的整场战争,他既未战斗至终局,又如世人所说,是在全希腊军登岸之初便率先阵亡之人,他又如何能详尽叙述呢? 葡萄园丁 异邦人啊,你这话可就显得幼稚了。因为对于如此神圣而至福的灵魂而言,脱离肉身而得洁净恰恰是生命的开端。因为对于他们所追随的神祇,那时他们认识神不再是通过侍奉雕像和揣测推想,而是与他们进行明晰的亲身相交;并且他们摆脱了疾病与肉身的羁绊来洞察人间诸事,此时他们才真正充盈着先知般的智慧,神谕的狂喜之灵在他们心中如酒神般奔涌。
- 665χρόνου αὐτὰ ἄραντος
由名词 χρόνου 与动词 αἴρω 的不定过去时主动分词 ἄραντος 构成的属格独立结构,说明前文树木高大的原因,意为“岁月将它们拔高成长”。
- 665τουτὶ γὰρ ἡγεῖσθαι προσήκει τὸ μῶλυ
非人称动词 προσήκει 支配不定式 ἡγεῖσθαι(其逻辑主语泛指“人们”,被省略)。指示代词 τουτί 指代前句中赫尔墨斯与奥德修斯分享言语和关切之事,作宾语,τὸ μῶλυ 作宾语补足语(双宾格结构),意为“正应当将此视为那株神草莫吕”。
- 666τὸ καταλέγειν σφᾶς ἐς τὴν ναῦν εἴη ἂν τὸ συλλεξάμενον τὸν περὶ αὐτῶν λόγον εἶτα ἐμβῆναι
带冠词的不定式短语 τὸ καταλέγειν σφᾶς ἐς τὴν ναῦν(召集他们登船之事)充当主语,通过潜在希求法 εἴη ἄν 连接作表语的不定式短语 τὸ ... ἐμβῆναι(登船)。不定过去时中动分词 συλλεξάμενον 为阳性单数宾格,与不定式 ἐμβῆναι 的逻辑主语(说话者本人)保持一致,共同阐释梦境的象征意义:“采集关于他们的述说,然后再行登船”。
- 666ἀρχὴ βίου τὸ καθαρεῦσαι τοῦ σώματος
带冠词的不定式 τὸ καθαρεῦσαι(摆脱/脱离)作主语,支配表示分离的属格 τοῦ σώματος,无冠词的名词短语 ἀρχὴ βίου(生命的开端)作表语名词;句首的与格 ψυχαῖς ... 是利益/相关与格,精辟地表达了“摆脱肉身恰是真生命之始”的观点。
