- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:663-664
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
应腓尼基人的请求,葡萄园丁同意趁正午闲暇讲述普罗特西拉奥斯的事迹,并邀请他进入葡萄园。葡萄园丁随后讲述了这位英雄如何为他夺回庄园,以及自己放弃城市生活、与英雄相伴务农并获得智慧的经历。
Ἀμπελουργός λέγει καὶ αὐτὸς ταῦτα, ἀλλʼ ὅπως καὶ μετὰ τοῦτο ἀνῆλθε πάλαι μοι βουλομένῳ μαθεῖν1 οὐ λέγει, Μοιρῶν τι ἀπόρρητον, ὥς φησι, κρύπτων. καὶ οἱ συστρατιῶται δὲ αὐτοῦ οἱ ἐν τῇδε τῇ Τροίᾳ ἔτι ἐν τῷ πεδίῳ φαίνονται μάχιμοι τὸ σχῆμα καὶ σείοντες τοὺς λόφους. Φοῖνιξ ἀπιστῶ, νὴ τὴν Ἀθηνᾶν, ἀμπελουργέ, καίτοι οὕτω βουλόμενος ταῦτα ἔχειν. εἰ δὲ μὴ πρὸς τοῖς φυτοῖς εἶ, μηδὲ ὀχετηγεῖς, ἤδη δίελθέ μοι ταῦτά τε καὶ ὅσα τοῦ Πρωτεσίλεω γιγνώσκεις· καὶ γὰρ ἂν χαρίζοιο τοῖς ἥρωσιν, εἰ πιστεύων ἀπέλθοιμι. Ἀμπελουργός Οὐκέτʼ, ὦ ξένε, κατὰ μεσημβρίαν τὰ φυτὰ πίνει, μετόπωρον γὰρ ἤδη καὶ ἄρδει αὐτὰ ἡ ὥρα· σχολὴ οὖν μοι διελθεῖν πάντα. μηδὲ γὰρ λανθάνοι τοὺς χαρίεντας τῶν ἀνθρώπων θεῖα οὕτω καὶ μεγάλα ὄντα. βέλτιον δὲ καὶ ἐν καλῷ τοῦ χωρίου ἱζῆσαι. Φοῖνιξ ἡγοῦ δή, ὡς ἑψομένου2 καὶ ὑπὲρ τὰ μέσα τῆς Θρᾴκης. Ἀμπελουργός παρέλθωμεν ἐς τὸν ἀμπελῶνα, ὦ Φοῖνιξ, καὶ γὰρ ἂν καὶ εὐφροσύνης τι ἐν αὐτῷ εὕροις. Φοῖνιξ παρέλθωμεν, ἡδὺ γάρ που ἀναπνεῖ τῶν Ἀμπελουργός τί λέγεις ἡδύ; θεῖον· τῶν μὲν γὰρ ἀγρίων δένδρων αἱ ἄνθαι εὔοσμοι, τῶν δὲ ἡμέρων οἱ καρποί. εἰ δὲ ἐντύχοις ποτὲ φυτῷ ἡμέρῳ παρὰ τὴν ἄνθην εὐώδει, δρέπου τῶν φύλλων μᾶλλον, ἐκείνων γὰρ τὸ ὀδωδέναι. Φοῖνιξ ὡς ποικίλη σοι ἡ ὥρα τοῦ χωρίου, καὶ ὡς ἐκδεδώκασιν ἱλαροὶ οἱ βότρυς, τὰ δένδρα τε ὡς διάκειται πάντα καὶ ὡς ἀμβροσία ἡ ὀσμὴ τοῦ χωρίου. τοὺς δρόμους δέ, οὓς ἀνῆκας, χαρίεντας μὲν ἡγοῦμαι, τρυφᾶν δέ μοι δοκεῖς, ἀμπελουργέ, τοσαύτῃ γῇ ἀργῷ χρώμενος. Ἀμπελουργός ἱεροί, ξένε, οἱ δρόμοι, γυμνάζεται γὰρ ἐν αὐτοῖς ὁ ἥρως. Φοῖνιξ ἐρεῖς ταῦτα, ἐπειδὰν ἱζήσωμεν οὗ ἄγεις. νυνὶ δέ μοι ἐκεῖνο εἰπέ· οἰκεῖα γεωργεῖς ταῦτα ἢ δεσπότης μὲν αὐτῶν ἕτερος, σὺ δὲ τρέφοντα τοῦτον τρέφεις,3 ὥσπερ τὸν τοῦ εὐριπίδου Οἰνέα;
葡萄园丁 他自己也是这么说的;然而至于在此之后究竟又是如何归来的,虽然我早已渴望知晓,他却不愿透露,照他所说,这是在保守命运女神们的某种不可泄露之秘。而且,他当年在这座特洛伊的战友们,如今仍以全副武装的姿态出现在平原上,晃动着头盔的顶羽。 腓尼基人 凭着雅典娜起誓,葡萄园丁啊,我实在难以置信,尽管我由衷希望这些都是真的。但如果你并不忙于照料植物,也不必开渠引水,那就请即刻向我逐一讲述这些事,以及你所知道关于普罗特西拉奥斯的一切吧;因为若是我能满怀信服地离去,你就是向英雄们施以恩惠了。 葡萄园丁 异邦人啊,正午时分植物不再吸水,因为此时已是秋季,时令本身就在滋润着它们;因此我有闲暇向你细述一切。毕竟,如此神圣而伟大的事,绝不该为世上有识之士所忽视。而且,我们最好也能在这庄园里找一处宜人的地方坐下来。 腓尼基人 那就请引路吧,哪怕要跟随你走到色雷斯腹地之外,我也在所不辞。 葡萄园丁 腓尼基人啊,让我们走进葡萄园吧,因为你在其中定能寻得某种愉悦。 腓尼基人 我们走吧;因为从那里散发出令人心旷神怡的…… 葡萄园丁 为何说令人心旷神怡?应该说是神圣的气息!因为野生的树木是花朵芬芳,而驯化的果木则是果实飘香。如果你偶然遇到在花期散发芳香的驯化果木,那倒不如去采摘它的叶子,因为那种芬芳来自叶片。 腓尼基人 你的庄园这时令的景致是何等绚丽,葡萄的果实是何等喜人地结出,所有的树木安排得何等妥帖,庄园的气息又是何等神圣馥郁!然而,你所留出的那些走道,我虽觉得优美,但我看你占用如此多的土地任其闲置,葡萄园丁啊,你倒显得颇为奢侈呢。 葡萄园丁 异邦人啊,这些走道是神圣的,因为那位英雄就在其中锻炼身体。 腓尼基人 这些事等我们走到你引路的目的地坐下后再说吧。现在请先告诉我:你耕种的这些土地是你自己的家产,还是说它们另有主人,而你像欧里庇得斯的《俄纽斯》那样,侍奉着这位养育你的主人?
Ἀμπελουργός ἓν τοῦτο ἐκ πολλῶν γήδιον λείπεταί μοι τρέφον οὔκ ἀνελευθέρως, τοὺς δὲ ἄλλους ἀγροὺς ἀφείλοντό με οἱ δυνατοὶ κομιδῇ ὀρφανόν. καὶ τουτὶ δὲ τὸ χωρίδιον ὑπὸ Ξείνιδος ἤδη τοῦ Χερρονησίτου κατεχόμενον ἐξείλετο ὁ Πρωτεσίλεως προσβαλών τι αὐτῷ ἑαυτοῦ φάσμα, ὑφʼ οὗ τὰς ὄψεις ἀνακοπεὶς ἀπῆλθε τυφλός. Φοῖνιξ ἀγαθόν γε τοῦ ἀγροῦ φύλακα ἐκτήσω, καὶ οὐδὲ λύκου τινὸς ἔφοδον, οἶμαι, δέδιας ἐγρηγορότος οὑτωσὶ τοῦ φίλου. Ἀμπελουργός ἀληθῆ λέγεις· οὐδὲ γὰρ θηρίῳ συγχωρεῖ ἐσφοιτᾶν οὐδενί, οὐδὲ ὄφις ἐνταῦθα, οὐδὲ φαλάγγιον, οὐδὲ συκοφάντης ἡμῖν περὶ τοῦ ἀγροῦ ἐπιτίθεται. τὸ δὲ θηρίον τοῦτο δεινῶς ἀναιδές, ἀπόλλυσι γοῦν ἐν ἀγορᾷ. Φοῖνιξ τὴν δὲ φωνήν, ἀμπελουργέ, πῶς ἐπαιδεύθης; οὐ γάρ μοι τῶν ἀπαιδεύτων φαίνῃ. Ἀμπελουργός ἐν ἄστει, ξένε, τὸ πρῶτον ἐτρίβομεν τοῦ βίου διδασκάλοις χρώμενοι καὶ φιλοσοφοῦντες. πονήρως οὖν τὰ ἐμὰ εἶχεν, ἐπὶ δούλοις γὰρ ἦν τὰ γεωργούμενα, οἱ δʼ ἀπέφερον ἡμῖν οὐδέν, ὅθεν δανείζεσθαί τε ἐπὶ τῷ ἀγρῷ ἔδει καὶ πεινῆν, καὶ δῆτʼ ἀφικόμενος ἐνταῦθα ξύμβουλον ἐποιούμην τὸν Πρωτεσίλεων, ὁ δʼ ὀργήν μοι δικαίαν ἔχων, ἐπειδὴ καταλιπὼν αὐτὸν ἐν ἄστει ἔζων, ἐσιώπα. λιπαροῦντος δέ μου καὶ ἀπολεῖσθαι φάσκοντος, εἰ ἀμεληθείην μεταμφίασαι ἔφη. τοῦτʼ ἐπʼ ἐκείνης μὲν τῆς ἡμέρας ἀργῶς ἤκουσα, μετὰ ταῦτα μέντοι βασανίζων αὐτὸ ξυνῆκα, ὅτι μεταβαλεῖν κελεύει με τὸ τοῦ βίου σχῆμα. ὅθεν διφθέραν τε ἐναρμοσάμενος καὶ σμινύην φέρων καὶ οὐδὲ τὴν ἐς ἄστυ ὁδὸν ἔτι γιγνώσκων βρύει μοι τὰ ἐν τῷ ἀγρῷ πάντα,4 κἂν νοσήσῃ προβάτιον ἢ σμῆνος ἢ δένδρον, ἰατρῷ χρῶμαι τῷ Πρωτεσίλεῳ ξυνών τε αὐτῷ καὶ τῇ γῇ προσκείμενος, σοφώτερός τε ἐμαυτοῦ γίγνομαι, περίεστι γὰρ καὶ σοφίας αὐτῷ. Φοῖνιξ μακάριε τῆς ξυνουσίας καὶ τοῦ ἀγροῦ,5 εἰ μὴ μόνον ἐλάας καὶ βότρυς ἐν αὐτῷ τρυγᾷς, ἀλλὰ καὶ σοφίαν δρέπῃ θείαν τε καὶ ἀκήρατον.
葡萄园丁 在曾经拥有的众多地产中,仅剩这一小块田地在不算寒酸地养育着我;其余的田产,在我不谙世事且父母双亡时便被权贵们剥夺了。甚至这处小庄园,当它一度已被凯索内索斯的克塞尼斯强占时,也是普罗特西拉奥斯向他投射了自身的某种幻象,将其夺回的;那人的双眼被那幻象击伤,盲目着离去了。 腓尼基人 你可真是得到了一位优秀的庄园护卫;依我看,有这位朋友如此警醒戒备,你恐怕连野狼的侵袭都不必惧怕了。 葡萄园丁 你所言极是;因为他不容任何野兽潜入,这里既没有毒蛇,也没有毒蛛,更没有诬告者为争夺田产而攻击我们。而这种诬告者之兽极其无耻,毕竟它会在广场上置人于死地。 腓尼基人 可是,葡萄园丁啊,你的言谈谈吐是如何学得的呢?因为在我看来你绝非未受教化之辈。 葡萄园丁 异邦人啊,我们早年生活在城里,从师受业,研习哲学。因此我的家产陷入了困境,因为耕作之事全由奴隶掌管,而他们不向我们交纳任何收成;结果我不得不抵押田产借债,忍饥挨饿。于是我来到这里,向普罗特西拉奥斯请教;但他对我怀着正当的愤怒——因为我撇下他居住在城里——便一言不发。但我再三恳求,并声称如果任我被弃不顾我必死无疑,于是他说道:“换一身装束吧。”在那一天,我漫不经心地听取了这话;但后来仔细推敲,我才明白他是命令我改变生活方式。于是我穿上皮袍,扛起鹤嘴锄,甚至不再认得通往城市的道路,田地里的一切便都为我丰裕地生长起来;若是小羊、蜂群或果木生了病,我便以普罗特西拉奥斯为医者,与他相伴并躬耕于大地;我也变得比过去的自己更具智慧,因为在他身上智慧同样深厚有余。 腓尼基人 为了这相伴之谊与这片田庄,你真是幸福之人啊,只要你在其中不仅采摘橄榄与葡萄,而且还收获了神圣而纯洁的智慧。
- 663πάλαι μοι βουλομένῳ μαθεῖν
与格分词 βουλομένῳ 作动词 λέγει 的间接宾语(“尽管我久已渴望知晓,他却不肯告诉我”),带有让步的意味。
- 663ὡς ἑψομένου
ὡς 连用将来时属格阳性分词 ἑψομένου,省略了代词 ἐμοῦ,可视为属格绝对分词结构,或受引路动词 ἡγοῦ 支配的补足语,表示主观意愿或态度(“只管引路吧,因我决意跟随”)。
- 663τρέφοντα τοῦτον τρέφεις
同词异形并置修辞(polyptoton)。分词 τρέφοντα 修饰宾语 τοῦτον,与限定动词 τρέφεις 形成呼应(“你是在供养这位供养着你的人吗?”),强调矛盾倒错的相互关系,戏拟欧里庇得斯散佚悲剧《俄纽斯》。
- 664ὅθεν διφθέραν τε ἐναρμοσάμενος καὶ σμινύην φέρων καὶ οὐδὲ τὴν ἐς ἄστυ ὁδὸν ἔτι γιγνώσκων βρύει μοι τὰ ἐν τῷ ἀγρῷ πάντα
破格句(anakolouthon)。句首采用第一人称单数主格分词(ἐναρμοσάμενος, φέρων, γιγνώσκων),但后文的主动词并未承接第一人称动词,而是转为由中性复数主语与单数动词构成的结构(βρύει μοι τὰ ἐν τῷ ἀγρῷ πάντα,“田中万物皆为我繁茂生长”),表现出从自叙劳作到呈现丰收结果的自然意念转换。
- 664μακάριε τῆς ξυνουσίας καὶ τοῦ ἀγροῦ
呼格形容词 μακάριε 后接表示原因与理由的属格(genitive of cause)。这在希腊语感叹句中是标准用法,用以标明某人之所以被视为幸运的原由(“因这番交游与庄园,你是何等有福”)。
