- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg004.humanitext-grc2:660-662
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
身着爱奥尼亚服饰的腓尼基商人与一位葡萄园丁就商业、财富和农业自足展开交谈;园丁在展现慷慨的款待之后,透露自己正与英雄普罗特西拉奥斯一同生活并从事耕作。
Ἀμπελουργός Ἴων εἶ, ξένε, ἢ πόθεν; Φοῖνιξ Φοῖνιξ, ἀμπελουργέ, τῶν περὶ Σιδῶνα καὶ Τύρον. τὸ δὲ Ἰωνικὸν τῆς στολῆς ἐπιχώριον ἤδη καὶ ἡμῖν τοῖς ἐκ Φοινίκης. Ἀμπελουργός πόθεν οὖν μετεσκεύασθε; Φοῖνιξ Σύβαρις Ἰωνικὴ τὴν Φοινίκην κατέσχεν ὁμοῦ πᾶσαν, καὶ γραφὴν ἐκεῖ ἄν τις, οἶμαι, φύγοι μὴ τρυφῶν.1 Ἀμπελουργός βαδίζεις δὲ ποῖ μετέωρός τε καὶ ὑπὲρ πάντα τὰ ἐν ποσίν; Φοῖνιξ συμβόλου καὶ φήμης, ἀμπελουργέ, δέομαι περὶ εὐπλοίας, φασὶ γὰρ ἡμᾶς ἀφήσειν ἐς τὸν Αἰγαῖον αὐτόν· δεινὴ δέ, οἶμαι, ἡ θάλαττα καὶ οὐ ῥᾳδία πλεῦσαι. βαδίζω δὲ τὴν ἐναντίαν ὁδὸν τῷ ἀνέμῳ· καὶ γὰρ ὑπὲρ εὐπλοίας πρὸς τουτονὶ τὸν σκοπὸν θεωροῦσι Φοίνικες. Ἀμπελουργός σοφοί γε, ὦ ξένε, τὰ ναυτικὰ ὄντες· ὑμεῖς γάρ που καὶ τὴν ἑτέραν ἄρκτον ἐνεσημήνασθε τῷ οὐρανῷ καὶ πρὸς αὐτὴν πλεῖτε. ὥσπερ δὲ τὰς ναυτιλίας ἐπαινεῖσθε, οὕτω τὰς ἐμπορίας διαβέβλησθε ὡς φιλοχρήματοί τε καὶ τρῶκται. Φοῖνιξ σὺ δὲ οὐ φιλοχρήματος, ἀμπελουργέ, ζῶν ἐν ταύταις ταῖς ἀμπέλοις καὶ ζητῶν ἴσως ὅστις μὲν ὀπωριεῖ καταβαλών σοι δραχμὴν τῶν βοτρύων, Φοῖνιξ ὅτῳ δὲ ἀποδώσῃ τὸ γλεῦκος ἢ ὅτῳ τὸν ἀνθοσμίαν; ὅν, οἶμαι, καὶ κατορωρυγμένον φῂς ἔχειν ὥσπερ ὁ Μάρων. Ἀμπελουργός ξένε Φοῖνιξ, εἰ μὲν εἰσί που τῆς γῆς Κύκλωπες, οὓς λέγεται ἡ γῆ ἀργοὺς βόσκειν φυτεύοντας οὐδέν, οὐδὲ σπείροντας, ἀφύλακτα μὲν τὰ φυόμενα εἴη ἄν, καίτοι Δήμητρός γε καὶ Διονύσου ὄντα, πωλοῖτο δʼ ἂν οὐδὲν ἐκ τῆς γῆς, ἀλλʼ ἄτιμά τε καὶ κοινὰ φύοιτʼ ἄν, ὥσπερ ἐν Συῶν ἀγορᾷ· σπείρειν δὲ ὅπου χρὴ καὶ ἀροῦν καὶ φυτεύειν καὶ ἄλλο ἐπʼ ἄλλῳ ποιεῖν προσκείμενον τῇ γῇ ὑποκείμενον ταῖς ὥραις, ἐνταῦθα πωλεῖν τε χρὴ καὶ ὠνεῖσθαι. δεῖ γὰρ καὶ γεωργίᾳ χρημάτων, καὶ ἄνευ τούτων οὔτε ἀρότην θρέψεις οὔτε ἀμπελουργὸν οὔτε βουκόλον οὔτε αἰπόλον, οὐδὲ κρατὴρ ἔσται σοι πιεῖν ἢ σπεῖσαι,2 καὶ γὰρ τὸ ἥδιστον τῶν ἐν γεωργίᾳ, τὸ τρυγᾶν ἀμπέλους, μισθοῦ χρὴ πράττειν, εἰ δὲ μή, ἄοινοί τε καὶ ἀργοὶ ἑστήξουσιν, ὥσπερ γεγραμμέναι. ταυτὶ μὲν οὖν, ὦ ξένε, ὑπὲρ παντὸς εἴρηκα τοῦ τῶν γεωργῶν κύκλου, τοὐμὸν δὲ πολλῷ ἐπιεικέστερον· οὐ γὰρ ξυμβάλλω ἐμπόροις, οὐδὲ τὴν δραχμὴν ὅ τι ἐστί, γιγνώσκω, ἀλλὰ βοῦν σίτου καὶ οἴνου τράγον καὶ τοιαῦτα τοιούτων ἢ ὠνοῦμαι ἢ αὐτὸς ἀποδίδομαι σμικρὰ εἰπών τε καὶ ἀκούσας.
葡萄园丁 异邦人,你是爱奥尼亚人,还是来自何方? 腓尼基人 葡萄园丁啊,我是腓尼基人,来自西顿和推罗一带。但这套爱奥尼亚式的服饰,如今对于我们这些来自腓尼基的人而言也是本地的风尚了。 葡萄园丁 那么,你们因何缘故变换了装束? 腓尼基人 一种爱奥尼亚式的奢靡完全席卷了整个腓尼基;依我看,人在那里如果不享乐放纵,恐怕都会遭到控告。 葡萄园丁 可你昂首挺胸、视线越过脚下的一切,是要走到哪里去呢? 腓尼基人 葡萄园丁啊,我需要关于顺航的预兆与吉言;因为他们说要把我们直接放入爱琴海中;依我看,大海险恶,航行不易。而我正逆着风向行走;因为腓尼基人正是为了祈求顺航而向着这一目标进行观察的。 葡萄园丁 异邦人啊,你们在航海事务上确实精明;因为你们大概也在天空中标定出了另一只熊(小熊座),并朝着它航行。然而,正像你们的航海技艺受到赞赏一样,你们在商业上也因贪财和欺诈而饱受诋毁。 腓尼基人 而难道你就不贪财吗,葡萄园丁?你生活在这些葡萄藤之间,或许在寻找谁会为了葡萄向你支付一枚德拉克马前去采摘,腓尼基人又会把新酿的甜酒卖给谁,或者把芬芳的美酒卖给谁?依我看,你甚至自称像马隆一样把这美酒埋在地下藏着呢。 葡萄园丁 腓尼基异邦人啊,如果世上某处真有库克洛普斯巨人们——据说大地不劳而获地养育着他们,他们既不耕种也不播种——那么生长出来的东西确实可以无人看守,尽管它们属于德墨忒尔和狄奥尼索斯,而且大地出产的任何东西都不会被出售,反倒像在野猪集市上一样毫无身价、归众人共有。然而,在必须播种、耕作、栽植,紧依着大地、顺应着季节一件接一件劳作的地方,人们就必须买进和卖出。因为农业也需要金钱,若没有金钱,你既养不活耕夫,也养不活园丁、牧牛人或牧羊人,你也不会有用来饮用或奠酒的调酒缸;因为哪怕是农事中最惬意的事情——采摘葡萄,也必须付给工钱才能进行,否则葡萄藤就会像画中的一样颗粒无收、荒芜地立在那里。异邦人啊,这番话是我代表整个农夫阶层说的;至于我自己的做法,则要温和合理得多:我不与商贾打交道,甚至不知道德拉克马为何物,而是以粮食换牛、以美酒换公山羊,以此类物品换彼类物品,或买进或自己卖出,言语交涉极少。
Φοῖνιξ χρυσῆν ἀγορὰν λέγεις, ἀμπελουργέ, καὶ ἡρώων μᾶλλον ἢ ἀνθρώπων. ἀλλὰ καὶ ὁ κύων οὗτος τί ἐθέλει; περίεισι γὰρ με προσκνυζόμενος τοῖς ποσὶ καὶ παρέχων τὸ οὖς ἁπαλόν τε καὶ πρᾷον. Ἀμπελουργός τοὐμὸν ἦθος ἑρμηνεύει σοι, ξένε, καὶ ὅτι πρὸς τοὺς δεῦρο ἀφικνουμένους οὕτω μετρίως καὶ χρηστῶς ἔχομεν, ὡς μηδὲ τῷ κυνὶ ξυγχωρεῖν ὑλακτεῖν αὐτούς, ἀλλὰ προσδέχεσθαί τε καὶ ὑποπίπτειν ἥκοντας. Φοῖνιξ ἔξεστιν οὖν ἀμπέλῳ προσβαλεῖν; Ἀμπελουργός φθόνος οὐδείς· εἰσὶ γὰρ ἡμῖν ἱκανοί γε βότρυς. Φοῖνιξ τί δέ; καὶ συκάσαι; Ἀμπελουργός καὶ τούτου ἄδεια, περίεστι γὰρ καὶ σύκων· καὶ κάρυα δοίην καὶ μῆλα δοίην καὶ μυρία ἀγαθὰ ἕτερα, φυτεύω δὲ αὐτὰ οἷον παροψήματα τῶν ἀμπέλων. Φοῖνιξ τί ἂν οὖν καταβάλοιμι; Ἀμπελουργός τί δʼ ἄλλο γʼ, ὦ Φοῖνιξ, ἢ φαγεῖν τε ἡδέως καὶ ἐπισιτίσασθαι καὶ ἀπελθεῖν χαίρων; Φοῖνιξ Ἀλλʼ ἦ φιλοσοφεῖς, ἀμπελουργέ; Ἀμπελουργός καὶ σύν γε τῷ καλῷ Πρωτεσίλεῳ. Φοῖνιξ σοὶ δὲ τί καὶ τῷ Πρωτεσίλεῳ κοινόν, εἰ τὸν ἐκ Θετταλίας λέγεις; Ἀμπελουργός ἐκεῖνον λέγω τὸν τῆς Λαοδαμείας, τουτὶ γὰρ χαίρει ἀκούων. Φοῖνιξ τί δὲ δὴ δεῦρο πράττει; Ἀμπελουργός ζῇ καὶ γεωργοῦμεν. Φοῖνιξ Ἀναβεβιωκὼς ἢ τί; Ἀμπελουργός οὐδὲ αὐτὸς λέγει, ὦ ξένε, τὰ ἑαυτοῦ πάθη, πλήν γε δὴ ὅτι ἀποθάνοι μὲν διʼ Ἑλένην ἐν Τροίᾳ, ἀναβιῴη δὲ ἐν Φθίᾳ Λαοδαμείας ἐρῶν. Φοῖνιξ καὶ μὴν ἀποθανεῖν γε μετὰ τὸ ἀναβιῶναι λέγεται, ἀναπεῖσαί τε τὴν γυναῖκα ἐπισπέσθαι οἱ.3
腓尼基人 葡萄园丁啊,你说的是黄金般的集市,属于英雄而非凡人。但这只狗想要什么?它在我周围打转,蹭着我的脚呜呜低鸣,耷拉着耳朵显得柔顺驯服。 葡萄园丁 异邦人啊,它是在向你阐释我的心性;并表明我们对待来到这里的人是如此温和仁厚,以至于绝不许狗朝他们吠叫,反倒要迎接并依顺着到来的客人。 腓尼基人 那么,可以走近葡萄藤吗? 葡萄园丁 绝无吝惜;因为我们这里的葡萄多得很。 腓尼基人 那又怎样?摘无花果也可以吗? 葡萄园丁 对此也有完全的许可,因为无花果同样过剩;我还可以给你坚果,给你苹果,以及无数其他好东西,我栽种它们就像是葡萄的配菜一样。 腓尼基人 那么,我该付给你什么呢? 葡萄园丁 腓尼基人啊,除了尽情享用、补充给养并满心欢喜地离去,还能有什么呢? 腓尼基人 难道说你在修习哲学吗,葡萄园丁? 葡萄园丁 是的,而且是与英俊的普罗特西拉奥斯一起。 腓尼基人 如果你说的是色萨利的那位,那你和普罗特西拉奥斯能有什么相干? 葡萄园丁 我说的正是劳达弥亚的那位丈夫;因为他喜欢听到人们这样称呼他。 腓尼基人 那他在这里究竟在做什么? 葡萄园丁 他活着,我们一起耕作。 腓尼基人 是死而复生,还是怎么回事? 葡萄园丁 异邦人啊,就连他自己也不细说自身的苦难遭遇,只说他是为了海伦而在特洛伊阵亡,后因爱恋劳达弥亚而在弗提亚复活。 腓尼基人 可是传说他在复活之后又死去了,并且说服他的妻子跟随他一同赴死呢。
- 660γραφὴν ἐκεῖ ἄν τις, οἶμαι, φύγοι μὴ τρυφῶν
分词短语 μὴ τρυφῶν 作条件从句(“如果不奢靡生活”)。γραφὴν φεύγειν 为法律惯用语,意为“受到公诉、作为被告受审”;ἄν 搭配祈愿语气动词 φύγοι 构成潜势表达(“恐怕会遭到控告”),带有夸张意味,意即不享乐之人甚至会面临被起诉的危险。
- 661οὐδὲ κρατὴρ ἔσται σοι πιεῖν ἢ σπεῖσαι
不定式 πιεῖν 与 σπεῖσαι 用作解释性或目的性不定式,修饰名词 κρατήρ,表示“用以饮用或奠酒的调酒缸”。
- 662ἀναπεῖσαί τε τὴν γυναῖκα ἐπισπέσθαι οἱ
附着词 οἱ 为间接反身代词(第三人称单数与格),回指主语普罗特西拉奥斯。由要求与格的不定式 ἐπισπέσθαι(动词 ἐφέπομαι 的不定过去式中动不定式,“跟随”)支配,意为“说服他的妻子追随他(赴死)”。
