- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.9.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者转述达米阿努斯之说,记叙阿里斯泰德斯暗中苦练即兴演说及批评者挑剔其微疵之事,指出其真正价值当见于杰出的辩论文篇与理论造诣,并记载其卒地与享年以终篇。
Δαμιανοῦ κἀκεῖνα ἤκουον, τὸν σοφιστὴν τοῦτον διαβάλλειν μὲν1 τοὺς αὐτοσχεδίους ἐν ταῖς διαλέξεσι, θαυμάζειν δὲ οὕτω τὸ σχεδιάζειν, ὡς καὶ ἰδίᾳ ἐκπονεῖν αὐτὸ ἐν δωματίῳ ἑαυτόν καθειργνύντα, ἐξεπόνει δὲ κῶλον ἐκ κώλου καὶ νόημα ἐκ νοήματος ἐπανακυκλῶν. τουτὶ δὲ ἡγώμεθα μασωμένου μᾶλλον ἢ ἐσθίοντος, αὐτοσχέδιος γὰρ γλώττης εὐροούσης ἀγώνισμα. κατηγοροῦσι δὲ τοῦ Ἀριστείδου τινὲς ὡς εὐτελὲς εἰπόντος προοίμιον ἐπὶ τῶν μισθοφόρων τῶν ἀπαιτουμένων τὴν γῆν, ἄρξασθαι γὰρ δὴ αὐτὸν τῆς ὑποθέσεως ταύτης ὧδε· οὐ παύσονται οὗτοι οἱ ἄνθρωποι παρέχοντες ἡμῖν πράγματα. λαμβάνονται δέ τινες καὶ ἀκμῆς τοῦ ἀνδρὸς ἐπὶ τοῦ παραιτουμένου τὸν τειχισμὸν τῆς Λακεδαίμονος, εἴρηται δὲ ὧδε· μὴ γὰρ δὴ ἐν τείχει ἐπιπτήξαιμεν ὀρτύγων ἀναψάμενοι φύσιν. λαμβάνονται καὶ παροιμίας ὡς ταπεινῶς προσερριμμένης, ἐπιδιαβάλλων γὰρ τὸν Ἀλέξανδρον ὡς πατρῴζοντα τὴν ἐν τοῖς πράγμασι δεινότητα τοῦ πατρὸς ἔφη τὸ παιδίον εἶναι. οἱ αὐτοὶ κατηγοροῦσι καὶ σκώμματος, ἐπειδὴ τοὺς Ἀριμασποὺς τοὺς μονομμάτους ἔφη ξυγγενεῖς εἶναι τοῦ Φιλίππου, ὥσπερ τοῦ Δημοσθένους ἀπολελογημένου2 τοῖς Ἕλλησιν ὑπὲρ τοῦ τραγικοῦ πιθήκου καὶ τοῦ ἀρουραίου Οἰνομάου. ἀλλὰ μὴ ἐκ τούτων τὸν Ἀριστείδην,3 δηλούτω δὲ αὐτὸν ὅ τε Ἰσοκράτης ὁ τοὺς Ἀθηναίους ἐξάγων τῆς θαλάττης καὶ ὁ ἐπιτιμῶν τῷ Καλλιξείνῳ ἐπὶ τῷ μὴ θάπτειν τοὺς δέκα καὶ οἱ βουλευόμενοι περὶ τῶν ἐν Σικελίᾳ καὶ ὁ μὴ λαβὼν Αἰσχίνης παρὰ τοῦ Κερσοβλέπτου τὸν σῖτον καὶ οἱ παραιτούμενοι τὰς σπονδὰς μετὰ τὸ κτεῖναι τὰ γένη, ἐν ᾗ μάλιστα ὑποθέσεων ἀναδιδάσκει ἡμᾶς, πῶς ἄν τις ἀσφαλῶς κεκινδυνευμένας τε καὶ τραγικὰς ἐννοίας μεταχειρίσαιτο. καὶ πλείους ἑτέρας ὑποθέσεις οἶδα εὐπαιδευσίαν ἐνδεικνυμένας τοῦ ἀνδρὸς τούτου καὶ ἰσχὺν καὶ ἦθος, ἀφʼ ὧν μᾶλλον αὐτὸν θεωρητέον, ἢ εἰ που καὶ παρέπτυσέ τι ἐς φιλοτιμίαν ἐκπεσών. καὶ τεχνικώτατος δὲ σοφιστῶν ὁ Ἀριστείδης ἐγένετο καὶ πολὺς ἐν θεωρήμασι, ὅθεν καὶ τοῦ σχεδιάζειν ἀπηνέχθη, τὸ γὰρ κατὰ θεωρίαν βούλεσθαι προάγειν πάντα ἀσχολεῖ τὴν γνώμην καὶ ἀπαλλάττει τοῦ ἑτοίμου. ἀποθανεῖν δὲ τὸν Ἀριστείδην οἱ μὲν οἴκοι γράφουσιν, οἱ δὲ ἐν Ἰωνίᾳ ἔτη βιώσαντα οἱ μὲν ἑξήκοντά φασιν, οἱ δὲ ἀγχοῦ τῶν ἑβδομήκοντα.
我也曾从达米阿努斯那里听说,这位智者在谈话中贬斥即兴演说家,却又对即兴演说推崇备至,以致把自己关在屋里暗自苦练;他反复推敲,从一个短语引出另一个短语,从一个构思衍生出另一个构思。然而我们当认为这更像是反复咀嚼而非吞咽,因为即兴演说乃是滔滔口才的竞逐。有些人指责阿里斯泰德斯在涉及被索要土地的雇佣军一题中发表了一段庸俗的开场白,因为他正是这样展开该题的: “这些人难道就不肯停止给我们制造麻烦吗?” 还有人对他在反对给拉栖代梦修筑城墙的那篇演说中的造诣吹毛求疵,那句话是这样说的: “但愿我们决不在城墙内退缩潜伏,染上鹌鹑的习性。” 他们还挑剔一句被卑俗地塞入的谚语,因为他在讽刺亚历山大继承了其父在政务上的狡黠手腕时,称他“真是他父亲的孩子”。这些批评者还指责他的一处嘲弄,因他说独眼的阿里马斯波伊人是腓力的亲戚,倒仿佛德摩斯梯尼曾为“悲剧猿猴”和“乡巴佬奥诺玛奥斯”的措辞向希腊人道过歉似的。然而,决不可凭这些来评判阿里斯泰德斯!倒不如让劝雅典人远离海洋的伊索克拉底、因未安葬十位将领而谴责卡利克塞努斯的演说者、商议西西里战局的人们、未接受刻尔索布勒普忒斯粮食的埃斯基涅斯,以及在杀害亲族后拒绝休战的人们来彰显他——正是在这最后一篇辩论题中,他尤为深刻地教导我们,如何才能安稳妥当地驾驭那些冒险而悲壮的意念。我还知道许多其他展现此人深厚教养、雄辩力量与崇高品格的演说题,人们更应当从这些作品中考察他,而不是着眼于他是否曾因好名图誉而一时吐出轻率之语。阿里斯泰德斯堪称智者中最具技艺理论且沉潜于学理之人,这也正是他疏离于即兴演讲的缘由;盖因凡事皆欲依循理论之愿,占满了心神,从而剥夺了立时应变之敏捷。关于阿里斯泰德斯的辞世,有人记载他卒于故里,有人则说卒于爱奥尼亚;至于其寿数,有人说享年六十,亦有人说将近七十。
- 2.9.3Δαμιανοῦ κἀκεῖνα ἤκουον, τὸν σοφιστὴν τοῦτον διαβάλλειν μὲν
动词 ἤκουον 支配表示信息来源的属格(Δαμιανοῦ)及作为直接宾语的中性复数代词(κἀκεῖνα = καὶ ἐκεῖνα),其后所接的带不定式的宾格从句(τὸν σοφιστὴν τοῦτον διαβάλλειν μὲν...)作为同位语,具体解释 κἀκεῖνα 的内容。
- 2.9.3ὥσπερ τοῦ Δημοσθένους ἀπολελογημένου
连词 ὥσπερ 结合包含完成时分词(ἀπολελογημένου)的属格独立结构(genitive absolute),表示非现实或反讽性的比拟(“倒仿佛德摩斯梯尼曾作过辩解似的”),暗指德摩斯梯尼在辩论中使用此类激烈比喻时从未道过歉。
- 2.9.3ἀλλὰ μὴ ἐκ τούτων τὸν Ἀριστείδην
包含动词省略(ellipsis)的句式。与后文的第三人称命令式 δηλούτω(“当彰显”)以及动词性形容词 θεωρητέον(“应当被考察”)相呼应,否定词 μή 之后省略了表示评判或观察的动词(如劝说虚拟式 κρίνωμεν 或第三人称命令式 θεωρείτω)。
