← 斐洛斯脱拉德

智者传

§2.10.1-2.10.3

提洛人哈德良的早年求学与雅典讲席生涯

本节记叙了提洛人哈德良如何在希律·阿提库斯门下崭露头角,其后以极尽奢华的风度执掌雅典修辞学讲座并深受年轻学子爱戴,以及其门生将一名诽谤者痛打致死后他如何洗脱谋杀指控的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10.1

Ἀδριανὸν δὲ τὸν Φοίνικα Τύρος μὲν ἤνεγκεν, Ἀθῆναι δὲ ἤσκησαν. ὡς γὰρ τῶν ἐμαυτοῦ διδασκάλων ἤκουον, ἀφίκετο μὲν ἐς αὐτὰς κατὰ Ἡρώδην, φύσεως δὲ ἰσχὺν σοφιστικωτάτην ἐνδεικνύμενος καὶ οὐκ ἄδηλος ὢν ὡς ἐπὶ μέγα ἥξοι· ἐφοίτησε μὲν γὰρ τῷ Ἡρώδῃ ὀκτὼ καὶ δέκα ἴσως γεγονὼς ἔτη καὶ ταχέως ἀξιωθείς, ὧν Σκέπτος τε καὶ Ἀμφικλῆς ἠξιοῦντο, ἐνεγράφη καὶ τῇ τοῦ Κλεψυδρίου ἀκροάσει. τὸ δὲ Κλεψύδριον ὧδε εἶχεν· τῶν τοῦ Ἡρώδου ἀκροατῶν δέκα οἱ ἀρετῆς ἀξιούμενοι ἐπεσιτίζοντο τῇ ἐς πάντας ἀκροάσει κλεψύδραν ξυμμεμετρημένην ἐς ἑκατὸν ἔπη, ἃ διῄει ἀποτάδην ὁ Ἡρώδης παρῃτημένος τὸν ἐκ τῶν ἀκροατῶν ἔπαινον καὶ μόνου γεγονὼς τοῦ λέγειν. παραδεδωκότος δὲ αὐτοῦ τοῖς γνωρίμοις τὸ μηδὲ τὸν τοῦ πότου καιρὸν ἀνιέναι, ἀλλὰ κἀκεῖ τι ἐπισπουδάζειν τῷ οἴνῳ ξυνέπινε μὲν ὁ Ἀδριανὸς τοῖς ἀπὸ τῆς κλεψύδρας ὡς κοινωνὸς μεγάλου ἀπορρήτου, λόγου δὲ αὐτοῖς περὶ τῆς ἑκάστου τῶν σοφιστῶν ἰδέας προβαίνοντος παρελθὼν ἐς μέσους ὁ Ἀδριανὸς ἐγὼ ἔφη ὑπογράψω τοὺς χαρακτῆρας οὐ κομματίων ἀπομνημονεύων ἢ νοιδίων ἢ κώλων ἢ ῥυθμῶν, ἀλλʼ ἐς μίμησιν ἐμαυτὸν καθιστὰς καὶ τὰς ἁπάντων ἰδέας ἀποσχεδιάζων σὺν εὐροίᾳ καὶ ἐφιεὶς τῇ γλώττῃ. παραλιπόντος δὲ αὐτοῦ τὸν Ἡρώδην ὁ μὲν Ἀμφικλῆς ἤρετο τοῦ χάριν τὸν διδάσκαλον αὐτῶν παρέλθοι αὐτός τε ἐρῶν τῆς ἰδέας ἐκείνους τε ἰδὼν ἐρῶντας ὅτι ἔφη οὗτοι μὲν οἷοι καὶ μεθύοντι παραδοῦναι μίμησιν, Ἡρώδην δὲ τὸν βασιλέα τῶν λόγων ἀγαπητὸν ἢν ἄοινός τε καὶ νήφων ὑποκρίνωμαι.1 ταῦτα ἀπαγγελθέντα τῷ Ἡρώδῃ διέχεεν αὐτὸν ὄντα καὶ ἄλλως ἥττω εὐδοξίας. ἐπήγγειλε δὲ τῷ Ἡρώδῃ καὶ ἀκρόασιν σχεδίου λόγου νεάζων ἔτι, καὶ ὁ Ἡρώδης  οὐχ ὡς διαβάλλουσί τινες, βασκαίνων τε καὶ τωθάζων, ἀλλʼ ἀπὸ τοῦ διακειμένου τε καὶ ἵλεω ἀκροασάμενος ἐπέρρωσε τὸν νεανίαν εἰπὼν ἐπὶ πᾶσιν κολοσσοῦ ταῦτα μεγάλα σπαράγματʼ ἂν εἴη,2 ἅμα μὲν διορθούμενος αὐτὸν ὡς ὑφʼ ἡλικίας διεσπασμένον τε καὶ μὴ ξυγκείμενον, ἅμα δὲ ἐπαινῶν ὡς μεγαλόφωνόν τε καὶ μεγαλογνώμονα. καὶ λόγον τῷ Ἡρώδῃ ἀποθανόντι ἐπεφθέγξατο ἐπάξιον τοῦ ἀνδρός, ὡς ἐς δάκρυα ἐκκληθῆναι τοὺς Ἀθηναίους ἐν τῇ τοῦ λόγου ἀκροάσει.

腓尼基人哈德良生于提洛,却由雅典所造就。正如我从我自己的老师们那里听闻的那样,他是在希律的时代来到雅典的,展现出极富智者气魄的天赋力量,显而易见他必成大器。因为他大约十八岁时便求学于希律门下,迅速获得了斯凯普托斯和安菲克勒斯等人所享有的待遇,并且被列入“水钟会”的听众名单之中。这“水钟会”情形如下:在希律的门生中,有十位被评定为品学兼优者,在面向众人的通演之外,还能额外获得以一只水钟计量的一百行演说的加餐;希律预先谢绝听众的喝彩,全身心专注于讲演,将这一百行演说一口气诵读完毕。希律曾传喻门徒,即便是饮酒之时也不可懈怠,倒要就着酒意继续钻研学问,因此哈德良便作为分享重大秘奥的一员,与水钟会的同窗们共饮。有一次,当他们谈论起各位智者的风格流派时,哈德良走到众人当中说道: “我, 他说, 将勾勒出他们的特质,并非通过背诵短句、微念、肢节或节拍,而是将我自己置入模仿之中,流畅且纵横其舌,即兴演说出所有人的风格流派。” 当他把希律漏下未提时,安菲克勒斯便问他为何单单略过了他们的恩师,要知道他自己既倾心于恩师的风格,又见同窗们也同样倾心。 “因为, 他答道, 其他人哪怕在烂醉之人手中也能呈现出模仿,但对于言论之王希律而言,即便在滴酒未沾、全然清醒之时我能勉力扮演,便已当心满意足了。” 这番话转达给希律之后,让本就喜好美名的他心花怒放。哈德良还在青年时期就曾向希律提请聆听他的一篇即兴演说;希律并不像某些人诬陷的那样出于嫉妒和嘲弄,而是以安详温和的姿态倾听,并在最后勉励这位青年道: “这些当是巨像的宏伟碎块。” 这既是在指正他因年轻而显得散漫且缺乏严整结构,同时也是在称赞他声音雄健且胸怀远大。当希律去世时,哈德良为他宣读了一篇配得上其人的悼词,以致雅典人在聆听这篇悼词时不禁潸然泪下。

§2.10.2

μεστὸς δὲ οὕτω παρρησίας ἐπὶ τὸν θρόνον παρῆλθε τὸν Ἀθήνησιν, ὡς προοίμιόν οἱ γενέσθαι τῆς πρὸς αὐτοὺς διαλέξεως μὴ τὴν ἐκείνων σοφίαν, ἀλλὰ τὴν ἑαυτοῦ, ἤρξατο γὰρ δὴ ὧδε· πάλιν ἐκ Φοινίκης γράμματα.3 τὸ μὲν δὴ προοίμιον τοῦτο ὑπερπνέοντος ἦν τοὺς Ἀθηναίους καὶ διδόντος τι αὐτοῖς ἀγαθὸν μᾶλλον ἢ λαμβάνοντος, μεγαλοπρεπέστατα δὲ τοῦ Ἀθήνησι θρόνου ἐπεμελήθη ἐσθῆτα μὲν πλείστου ἀξίαν ἀμπεχόμενος, ἐξηρτημένος δὲ τὰς θαυμασιωτέρας τῶν λίθων καὶ κατιὼν μὲν ἐπὶ τὰς σπουδὰς ἐπʼ ἀργυροχαλίνου ὀχήματος, ἐπεὶ δὲ σπουδάσειε, ζηλωτὸς αὖ ἐπανιὼν ξὺν πομπῇ τοῦ πανταχόθεν Ἑλληνικοῦ. οἵδε γὰρ ἐθεράπευον αὐτόν, ὥσπερ τὰ γένη τῆς Ἐλευσῖνος ἱεροφάντην λαμπρῶς ἱερουργοῦντα. ὑπεποιεῖτο δὲ αὐτοὺς καὶ παιδιαῖς καὶ πότοις καὶ θήραις καὶ κοινωνίᾳ πανηγύρεων Ἑλληνικῶν, ἄλλα ἄλλῳ ξυννεάζων, ὅθεν διέκειντο πρὸς αὐτὸν ὡς πρὸς πατέρα παῖδες ἡδύν τε καὶ πρᾷον καὶ ξυνδιαφέροντα αὐτοῖς τὸ Ἑλληνικὸν σκίρτημα. ἐγώ τοι καὶ δακρύοντας αὐτῶν ἐνίους οἶδα, ὁπότε ἐς μνήμην τοῦ ἀνδρὸς τούτου καθίσταιντο, καὶ τοὺς μὲν τὸ φθέγμα ὑποκοριζομένους, τοὺς δὲ τὸ βάδισμα, τοὺς δὲ τὸ εὔσχημον τῆς στολῆς.

他怀着如此充溢的直率与自负登上了雅典的修辞学讲座之位,以致他对他们发表的初次演说的开场白所夸耀的不是听众的智慧,而是他自己的智慧;因为他正是这样开篇的: “文字又一次从腓尼基传来了。” 这开场白固然是一位凌驾于雅典人之上、给予恩惠多于接受恩惠者的姿态。他以极其盛大奢华的气派执掌雅典讲座,身披价值连城的华服,佩戴着尤为奇绝的宝玉,乘着佩有银嚼子的马车前往讲学之处;讲学完毕,又在一队来自全希腊各地的学子护卫之下,在众人的艳羡中归去。这些年轻人侍奉他,宛如厄琉息斯的名门望族侍奉盛装主持圣礼的启悟者一般。哈德良还通过嬉戏、饮宴、狩猎以及共同参加希腊节庆来博取年轻人的欢心,因人而异地顺应他们的青春趣味;因此他们敬戴他,犹如孩童敬戴一位温和慈祥、与他们一同欢度希腊式青春活力的慈父。我甚至知道他们中有几位每当回忆起此人时都会落泪,有的亲昵地称道他的嗓音,有的称道他的步态,有的则称道他服饰的端庄华美。

§2.10.3

ἐπαχθεῖσαν δὲ αὐτῷ καὶ φονικὴν αἰτίαν ὧδε ἀπέφυγεν· ἦν Ἀθήνησιν ἀνθρώπιον οὐκ ἀγύμναστον τοῦ περὶ τοὺς σοφιστὰς δρόμου· τούτῳ ἀμφορέα μέν τις οἴνου προσάγων ἢ ὄψα ἢ ἐσθῆτα ἢ ἀργύριον εὐμεταχειρίστῳ ἐχρῆτο, καθάπερ οἱ τὰ πεινῶντα τῶν θρεμμάτων τῷ θαλλῷ ἄγοντες, εἰ δὲ ἀμελοῖτο, φιλολοιδόρως εἶχε. καὶ ὑλάκτει. τῷ μὲν οὖν Ἀδριανῷ προσκεκρούκει διὰ τὴν εὐχέρειαν τοῦ ἤθους, Χρῆστον δὲ τὸν ἐκ τοῦ Βυζαντίου σοφιστὴν ἐθεράπευεν, καὶ ὁ μὲν Ἀδριανὸς ἐκαρτέρει τὰ ἐξ αὐτοῦ πάντα, δήγματα κόρεων τὰς ἐκ τῶν τοιούτων λοιδορίας καλῶν, οἱ γνώριμοι δὲ οὐκ ἐνεγκόντες παρεκελεύσαντο τοῖς ἑαυτῶν οἰκέταις παίειν αὐτόν, καὶ ἀνοιδησάντων αὐτῷ τῶν σπλάγχνων ἐν ἡμέρᾳ τριακοστῇ ἀπέθανε παρασχών τινα καὶ αὐτὸς τῷ θανάτῳ λόγον, ἐπειδὴ ἀκράτου νοσῶν ἔσπασεν. οἱ δὲ προσήκοντες τῷ τεθνεῶτι γράφονται τὸν σοφιστὴν φόνου παρὰ τῷ τῆς Ἑλλάδος ἄρχοντι ὡς ἕνα Ἀθηναίων, ἐπειδὴ φυλή τε ἦν αὐτῷ καὶ δῆμος Ἀθήνησιν, ὁ δὲ ἀπέγνω τὴν αἰτίαν ὡς μήτε ταῖς ἑαυτοῦ χερσὶ μήτε ταῖς τῶν ἑαυτοῦ δούλων τετυπτηκότος4 τὸν τεθνάναι λεγόμενον. ξυνήρατο δὲ αὐτῷ τῆς ἀπολογίας πρῶτον μὲν τὸ Ἑλληνικὸν τίνας οὐχὶ ἀφιέντες ὑπὲρ αὐτοῦ φωνὰς δακρύοις ἅμα, ἔπειτα ἡ τοῦ ἰατροῦ μαρτυρία ἡ ἐπὶ τῷ οἴνῳ.

针对他而提出的一桩杀人指控,他是这样得以脱罪的:雅典曾有一个惯于在智者圈子周围打转的鄙俗小人。若有人给他送上一坛酒、美味佳肴、一件衣裳或零碎银钱,便能将他支使得十分驯服,就像人们用带叶嫩枝引逗饥饿的牲畜一般;但若遭人忽视,他便满口咒骂,吠叫不休。由于性格轻率放肆,此人曾触犯过哈德良,转而巴结来自拜占庭的智者克勒斯托斯。哈德良对他的一切行径皆泰然忍受,将这类人发出的谩骂斥为“臭虫叮咬”;然而他的弟子们却忍无可忍,命他们自己的仆人将那小人痛打了一顿。那人内脏肿胀,在第三十天死去了,不过他自己在患病期间狂饮纯酒,也为自己的死亡提供了一定缘由。死者的亲属在全希腊的长官面前以普通雅典公民的身份控告这位智者杀人,因为哈德良在雅典拥有部落与德谟的公民权。但长官驳回了指控,理由是无论是哈德良自己的双手还是其奴隶的双手,都未曾殴打过据称已经死亡之人。在辩护中助了他一臂之力的,首先是希腊青年学子,他们一面流泪一面为他发出各种呼喊,其次是医官关于酒所作的证言。

语法注4 条
  1. 2.10.1ἀγαπητὸν ἢν ἄοινός τε καὶ νήφων ὑποκρίνωμαι

    表语形容词 ἀγαπητόν(“值得满意的”、“庆幸的”)后省略了连系动词 ἐστί,条件从句 ἢν ... ὑποκρίνωμαι 在功能上充当句子的实际主语(“若我能在滴酒未沾且清醒之时加以模仿,便已值得庆幸”)。这种“ἀγαπητόν + 条件从句”的结构常用于表示“只要能做到……便算心满意足”。

  2. 2.10.1κολοσσοῦ ταῦτα μεγάλα σπαράγματʼ ἂν εἴη

    由 ἄν 与希求法动词 εἴη 构成的潜在/推测语气(“这应当是……”)。属格 κολοσσοῦ 修饰 σπαράγματα(“碎块、残片”)。这一精妙评语兼具批评与赞许双重含义:既指出其因青年尚浅而结构散漫无序(σπαράγματα),又肯定其气势恢宏高旷,堪比“巨像(κολοσσός)”。

  3. 2.10.2πάλιν ἐκ Φοινίκης γράμματα

    省略谓语动词的名词性警句结构。该句化用了卡德摩斯将字母(文字)从腓尼基带入希腊的古老神话,身为腓尼基人的哈德良借此傲岸地宣称,自己再次将“文字(学艺/修辞文学)”馈赠给了雅典。

  4. 2.10.3ὁ δὲ ἀπέγνω τὴν αἰτίαν ὡς μήτε ταῖς ἑαυτοῦ χερσὶ μήτε ταῖς τῶν ἑαυτοῦ δούλων τετυπτηκότος

    由 ὡς 引导的属格独立结构(τετυπτηκότος 的逻辑主语为哈德良),用于表示审判长官驳回诉讼(ἀπέγνω)的判定依据和理由。此处使用否定词 μήτε 而非 οὔτε,体现了判决认定中带有主观依据与判定条件的色彩。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.10.1-2.10.3