← 斐洛斯脱拉德

智者传

§2.9.1-2.9.2

阿里斯泰德斯的文风修养与士麦那的重建

本节叙述了阿里斯泰德斯虽体弱却师法古人铸就严密文风的历程,并记述了他如何在士麦那地震后以哀辞打动马可·奥勒留皇帝进而促成该城重建的始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9.1

Ἀριστείδην δὲ τὸν εἴτε Εὐδαίμονος εἴτε Εὐδαίμονα1 Ἀδριανοὶ μὲν ἤνεγκαν, οἱ δὲ Ἀδριανοὶ πόλις οὐ μεγάλη ἐν Μυσοῖς, Ἀθῆναι δὲ ἤσκησαν κατὰ τὴν Ἡρώδου ἀκμὴν καὶ τὸ ἐν τῇ Ἀσίᾳ Πέργαμον κατὰ τὴν Ἀριστοκλέους γλῶτταν. νοσώδης δὲ ἐκ μειρακίου γενόμενος οὐκ ἠμέλησε τοῦ πονεῖν. τὴν μὲν οὖν ἰδέαν τῆς νόσου καὶ ὅτι τὰ νεῦρα αὐτῷ ἐπεφρίκει, ἐν Ἱεροῖς βιβλίοις αὐτὸς φράζει, τὰ δὲ βιβλία ταῦτα ἐφημερίδων ἐπέχει τινὰ αὐτῷ λόγον, αἱ δὲ ἐφημερίδες ἀγαθαὶ διδάσκαλοι τοῦ περὶ παντὸς εὖ διαλέγεσθαι. ἐπὶ δὲ τὸ σχεδιάζειν μὴ ἑπομένης αὐτῷ τῆς φύσεως ἀκριβείας ἐπεμελήθη καὶ πρὸς τοὺς παλαιοὺς ἔβλεψεν ἱκανῶς τε τῷ γονίμῳ ἴσχυσε κουφολογίαν ἐξελὼν τοῦ λόγου. ἀποδημίαι δὲ Ἀριστείδου οὐ πολλαί, οὔτε γὰρ ἐς χάριν τῶν πολλῶν διελέγετο οὔτε ἐκράτει χολῆς ἐπὶ τοὺς μὴ ξὺν ἐπαίνῳ ἀκροωμένους, ἃ δέ γε ἐπῆλθεν ἔθνη, Ἰταλοί τέ εἰσι καὶ Ἑλλὰς καὶ ἡ πρὸς τῷ Δέλτα κατῳκημένη Αἴγυπτος, οἳ χαλκοῦν ἔστησαν αὐτὸν ἐπὶ τῆς κατὰ τὴν Σμύρναν ἀγορᾶς.

哈德良诺伊孕育了阿里斯泰德斯——不论他是欧代蒙之子还是自号欧代蒙——但哈德良诺伊只是密细亚的一座小城;而在赫罗德的全盛期,雅典培养了他,正如在阿里斯托克勒斯雄辩之时,亚细亚的佩加蒙培养了他一样。他自年轻时起便多病,却未曾荒废勤勉之劳。关于其病症的性质以及他的神经痉挛发抖,他在《神圣谈》中亲自作了记述;而这些篇章对他而言具有日记般的功用,日记正是就诸事进行良好论述的良师。由于他的天性并不利于即兴演讲,他便致力于严谨周密,师法古人,通过从言辞中剔除轻浮空洞的浮谈,以其内容丰沛的特质展现出充足的力量。阿里斯泰德斯的远行并不频繁;因为他既不为迎合大众而演说,面对不加赞扬的听众亦无法克制怒火。不过,他所游历的民族包括意大利人、希腊以及三角洲附近的埃及;他们在士麦那的广场上为他树立了一尊青铜像。

§2.9.2

οἰκιστὴν δὲ καὶ τὸν Ἀριστείδην τῆς Σμύρνης εἰπεῖν οὐκ ἀλαζὼν ἔπαινος, ἀλλὰ δικαιότατός τε καὶ ἀληθέστατος· τὴν γὰρ πόλιν ταύτην ἀφανισθεῖσαν ὑπὸ σεισμῶν τε καὶ χασμάτων οὕτω τι ὠλοφύρατο πρὸς τὸν Μάρκον, ὡς τῇ μὲν ἄλλῃ μονῳδίᾳ θαμὰ ἐπιστενάξαι τὸν βασιλέα, ἐπὶ δὲ τῷ ζέφυροι δὲ ἐρήμην καταπνέουσι καὶ δάκρυα τῷ βιβλίῳ ἐπιστάξαι τὸν βασιλέα ξυνοικίαν τε τῇ πόλει ἐκ τῶν τοῦ Ἀριστείδου ἐνδοσίμων νεῦσαι. ἐτύγχανε δὲ καὶ ξυγγεγονὼς ἤδη τῷ Μάρκῳ ὁ Ἀριστείδης ἐν Ἰωνίᾳ, ὡς γὰρ τοῦ Ἐφεσίου Δαμιανοῦ ἤκουον, ἐπεδήμει μὲν ὁ αὐτοκράτωρ ἤδη τῇ Σμύρνῃ τρίτην ἡμέραν, τὸν δὲ Ἀριστείδην οὔπω γιγνώσκων ἤρετο τοὺς Κυντιλίους, μὴ ἐν τῷ τῶν ἀσπαζομένων ὁμίλῳ παρεωραμένος αὐτῷ ὁ ἀνὴρ εἴη, οἱ δὲ οὐδὲ αὐτοὶ ἔφασαν ἑωρακέναι αὐτόν, οὐ γὰρ ἂν παρεῖναι τὸ μὴ οὐ ξυστῆσαι,2 καὶ ἀφίκοντο τῆς ὑστεραίας τὸν Ἀριστείδην ἄμφω δορυφοροῦντες. προσειπὼν δὲ αὐτὸν ὁ αὐτοκράτωρ διὰ τί σε ἔφη βραδέως εἴδομεν; καὶ ὁ Ἀριστείδης θεώρημα, ἔφη ὦ βασιλεῦ, ἠσχόλει, γνώμη δὲ θεωροῦσά τι μὴ ἀποκρεμαννύσθω οὗ ζητεῖ. ὑπερησθεὶς δὲ ὁ αὐτοκράτωρ τῷ ἤθει τἀνδρὸς ὡς ἁπλοικωτάτῳ τε καὶ σχολικωτάτῳ πότε ἔφη ἀκροάσομαί σου; καὶ ὁ Ἀριστείδης τήμερον εἶπεν πρόβαλε καὶ αὔριον ἀκροῶ· οὐ γὰρ ἐσμὲν τῶν ἐμούντων, ἀλλὰ τῶν ἀκριβούντων.3 ἐξέστω δέ, ὦ βασιλεῦ, καὶ τοὺς γνωρίμους παρεῖναι τῇ ἀκροάσει. ἐξέστω ἦ δʼ ὁ Μάρκος, δημοτικὸν γάρ. εἰπόντος δὲ τοῦ Ἀριστείδου δεδόσθω δὲ αὐτοῖς, ὦ βασιλεῦ, καὶ βοᾶν καὶ κροτεῖν, ὁπόσον δύνανται, μειδιάσας ὁ αὐτοκράτωρ τοῦτο ἔφη ἐπὶ σοὶ κεῖται. οὐκ ἔγραψα τὴν μελετηθεῖσαν ὑπόθεσιν, ἐπειδὴ ἄλλοι ἄλλην φασίν, ἐκεῖνό γε μὴν πρὸς πάντων ὁμολογεῖται, τὸν Ἀριστείδην ἀρίστῃ φορᾷ ἐπὶ τοῦ Μάρκου χρήσασθαι πόρρωθεν τῇ Σμύρνῃ ἑτοιμαζούσης τῆς τύχης τὸ διʼ ἀνδρὸς τοιούτου δὴ ἀνοικισθῆναι. καὶ οὐ φημὶ ταῦτα, ὡς οὐχὶ καὶ τοῦ βασιλέως ἀνοικίσαντος ἂν4 ἀπολωλυῖαν πόλιν, ἣν οὖσαν ἐθαύμασεν, ἀλλʼ ὅτι αἱ βασίλειοί τε καὶ θεσπέσιοι φύσεις, ἢν προσεγείρῃ αὐτὰς ξυμβουλία καὶ λόγος, ἀναλάμπουσι μᾶλλον καὶ πρὸς τὸ ποιεῖν εὖ ξὺν ὁρμῇ φέρονται.

称阿里斯泰德斯为士麦那的“重建始祖”,并非虚妄夸饰的赞词,而是最为公正且真实之谈。盖因当这座城市被地震与裂隙摧毁夷平时,他向马可哀陈其事,其情词恳切,以致皇帝对哀辞的其余部分频频叹息,及至“西风吹拂着荒原”一句时,皇帝甚至将眼泪滴在了书卷上,并根据阿里斯泰德斯提出的端绪,恩准了该城的重建。在此之前,阿里斯泰德斯也曾在爱奥尼亚与马可相遇;盖正如我从以弗所的达米阿努斯那里听闻的那样,皇帝当时已在士麦那停留了第三日,因尚不认得阿里斯泰德斯,便询问昆提利乌斯兄弟,是否在问安的人群中疏漏了此人。他们回答说自己也未曾见到他,因为若见到了断不至于怠慢而不作引荐;次日,兄弟二人便一同护送着阿里斯泰德斯前来晋见。皇帝同他打招呼道: “为何我们 这般迟才见到你?” 阿里斯泰德斯答道: “陛下, 一个理论沉思占住了我的心神;而正在凝思的心智不应与它所探求的事物割裂开来。” 皇帝深爱其人品,觉其极为朴素且富于学者气质,便问道: “何时 我能聆听你的演说?” 阿里斯泰德斯答道: “今日 请陛下出题,明日再来听讲;因为我们不属于呕吐言辞之辈,而属于精益求精之列。陛下,还请恩准我的门生们亦能出席讲席。” “恩准,”马可说,“因为这合乎民意且顺应大众。” 阿里斯泰德斯又说: “陛下,还请准许他们尽其所能高呼喝彩,”皇帝微笑道: “这 全凭你做主。” 我并未记录他当时所辩论的题目,因为众人说法不一;但有一点确为所有人一致公认,那便是阿里斯泰德斯在马可面前展现了最为出色的文思气势,而命运早在很久以前便为士麦那准备好了通过这样一位人物得以重建的机缘。我这样说,并非指皇帝若无此劝请便不会重建这座在其尚存时他曾赞叹不已的倾覆之城,而是因为王者那神圣的天性,一旦受到劝导与言辞的激发,便会更加焕发光彩,并怀着昂扬的意气投身于施惠行善。

语法注4 条
  1. 2.9.1τὸν εἴτε Εὐδαίμονος εἴτε Εὐδαίμονα

    表示二选一的并列结构:前者为父名属格(“欧代蒙之子”),后者为本人的同位语或绰号宾格(“自号/被称为欧代蒙者”)。这反映了文献传统中对其究竟是父亲名为欧代蒙,抑或本人亦被称为欧代蒙的存疑。

  2. 2.9.2οὐ γὰρ ἂν παρεῖναι τὸ μὴ οὐ ξυστῆσαι

    间接引语中带有 ἄν 的不定式(相当于与过去事实相反的虚拟/直陈式过去时加 ἄν),且在包含否定意义的动词(οὐ... παρεῖναι)之后带上了否定重叠结构 τὸ μὴ οὐ 加不定式,意为“因为若他们见到了,断不至于疏忽而不加引荐”。

  3. 2.9.2οὐ γὰρ ἐσμὲν τῶν ἐμούντων, ἀλλὰ τῶν ἀκριβούντων

    系动词 εἰμί 搭配表示从属或类别的表语属格(“我们并不属于……之列”)。此处将仓促即兴“呕吐出”言辞的智者(ἐμέω)与精益求精、反复推敲的严谨修辞家(ἀκριβόω)形成鲜明对照。

  4. 2.9.2ὡς οὐχὶ καὶ τοῦ βασιλέως ἀνοικίσαντος ἂν

    由 ὡς 引导的带有 ἄν 的属格独立主格分词结构,用以表达间接陈述中的假想或违背事实条件(相当于过去与事实相反的结果主句 ἀνῴκισεν ἄν)。意为“我并非说皇帝自己本不会去重建”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.9.1-2.9.2