- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.8.1-2.8.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了奇里乞亚智者菲拉格鲁斯暴躁易怒的秉性、其在雅典与希律·阿提库斯派系冲突并因被揭发重复旧作而声名扫地的经过,以及其演说风格的范例与外貌个性。
Φίλαγρος δὲ ὁ Κίλιξ Λολλιανοῦ μὲν ἀκροατὴς ἐγένετο, σοφιστῶν δὲ θερμότατος καὶ ἐπιχολώτατος, λέγεται γὰρ δὴ νυστάζοντά ποτε ἀκροατὴν καὶ ἐπὶ κόρρης πλῆξαι, καὶ ὁρμῇ δὲ λαμπρᾷ ἐκ μειρακίου χρησάμενος οὐκ ἀπελείφθη αὐτῆς οὐδʼ ὁπότε ἐγήρασκεν, ἀλλʼ οὕτω τι ἐπέδωκεν, ὡς καὶ σχῆμα τοῦ διδασκάλου νομισθῆναι. πλείστοις δὲ ἐπιμίξας ἔθνεσι καὶ δοκῶν ἄριστα μεταχειρίζεσθαι τὰς ὑποθέσεις οὐ μετεχειρίσατο Ἀθήνησιν εὖ τὴν αὑτοῦ χολήν, ἀλλʼ ἐς ἀπέχθειαν Ἡρώδῃ κατέστησεν ἑαυτόν, καθάπερ τούτου ἀφιγμένος ἕνεκα. ἐβάδιζε μὲν γὰρ δείλης ἐν Κεραμεικῷ μετὰ τεττάρων, οἷοι Ἀθήνησιν οἱ τοὺς σοφιστὰς θηρεύοντες, ἰδὼν δὲ νεανίαν ἐκ δεξιᾶς ἀναστρέφοντα μετὰ πλειόνων σκώπτεσθαί τι ὑπʼ αὐτοῦ δόξας ἀλλʼ ἦ σὺ ἔφη τίς; Ἀμφικλῆς ἐγώ, ἔφη εἰ δὴ τὸν Χαλκιδέα ἀκούεις. ἀπέχου τοίνυν ἔφη τῶν ἐμῶν ἀκροάσεων, οὐ γάρ μοι δοκεῖς ὑγιαίνειν. τοῦ δὲ ἐρομένου τίς δὲ ὢν ταῦτα κηρύττεις; δεινὰ πάσχειν ἦ δʼ ὁ Φίλαγρος, εἰ ἀγνοεῖταί ποι. ἐκφύλου δὲ αὐτὸν ῥήματος ὡς ἐν ὀργῇ διαφυγόντος1 λαβόμενος ὁ Ἀμφικλῆς, καὶ γὰρ δὴ καὶ ἐτύγχανε τῶν Ἡρώδου γνωρίμων τὴν πρώτην φερόμενος, παρὰ τίνι τῶν ἐλλογίμων ἔφη τοῦτο εἴρηται; καὶ ὃς παρὰ Φιλάγρῳ ἔφη. αὕτη μὲν δὴ ἡ παροινία ἐς τὰ τοιαῦτα προὔβη, τῆς δὲ ὑστεραίας μαθὼν τὸν Ἡρώδην ἐν τῷ προαστείῳ διαιτώμενον γράφει πρὸς αὐτὸν ἐπιστολὴν καθαπτόμενος τοῦ ἀνδρὸς ὡς ἀμελοῦντος τοῦ τῶν ἀκροατῶν κόσμου. καὶ ὁ Ἡρώδης δοκεῖς μοι ἔφη οὐ καλῶς προοιμιάζεσθαι ἐπιπλήττων αὐτῷ ὡς μὴ κτωμένῳ ἀκροατῶν εὔνοιαν, ἣν προοίμιον ἡγεῖσθαι χρὴ τῶν ἐπιδείξεων. ὁ δὲ ὥσπερ οὐ ξυνιεὶς τοῦ αἰνίγματος, ἢ ξυνιεὶς μέν, ἐν γέλωτι δὲ τὴν τοῦ Ἡρώδου γνώμην βελτίστην οὖσαν τιθέμενος ἐψεύσθη τῆς ἐπιδείξεως παρελθὼν ἐς ἀκροατὰς οὐκ εὔνους.
奇里乞亚人菲拉格鲁斯师从洛利阿努斯,是智者中最急躁、胆汁质最甚之人;据说他甚至曾掌掴过一名打瞌睡的听众。他自年轻时起便怀有显赫的昂扬之气,即便老去亦未曾丧失,反而大有长进,以至于被视作其师风范的化身。尽管他游历过极多的部族,并被认为在处理论题上极为出色,但在雅典他未能很好地克制自己的脾气,反倒使自己与希律陷入敌对,宛如正是为此而来一般。 盖他曾在黄昏时分与四人一同漫步于陶工区——这类人正是雅典追逐智者之徒——见一名青年带着更多的人从右侧折返,自以为受到了对方的嘲弄,便道: “喂,你 究竟是何人?” 青年答道: “我是安菲克勒斯, 若你确曾听说过这位卡尔基斯人的话。” “那么 休要来听我的讲演,”菲拉格鲁斯说,“因为我看你心智并不健全。” 青年反问道: “你算何人,竟敢如此宣告?” 菲拉格鲁斯因自己竟在某处不为人知而深感愤慨。当他在愤怒中脱口说出一个粗鄙罕见的词汇时,安菲克勒斯——他恰好在希律的门徒中位列第一——抓住了把柄道: “在著名作家中, 何人曾如此说过?” 菲拉格鲁斯答道: “在菲拉格鲁斯那里说过。” 这场无礼之争便闹到了这般地步;次日,菲拉格鲁斯得知希律住在郊外,便写信给他,指责希律放任听众不守规矩。希律则答道: “依我看, 你的序言作得并不巧妙,”借此斥责他未能赢得听众的善意,而这本应被视为公开演说的序言。但菲拉格鲁斯仿佛不解其谜底,亦或是虽明白却对希律这番极佳的劝诫报以嘲弄,走到了对他并无善意的听众面前,致使演说归于失败。
ὡς γὰρ τῶν πρεσβυτέρων ἤκουον, προσέκρουσε μὲν ἡ διάλεξις νεαροηχὴς δόξασα καὶ ἐσπασμένη τὰς ἐννοίας, ἔδοξε δὲ καὶ μειρακιώδης, γυναικὸς γὰρ θρῆνος ἐγκατεμέμικτο τοῖς Ἀθηναίων ἐγκωμίοις τεθνεώσης αὐτῷ ἐν Ἰωνίᾳ, τὴν δὲ μελέτην οὕτως ἐπεβουλεύθη· ἠγώνιστό τις αὐτῷ κατὰ τὴν Ἀσίαν ὑπόθεσις οἱ παραιτούμενοι τὴν τῶν ἀκλήτων συμμαχίαν· ταύτης ἐκδεδομένης ἤδη τῆς ὑποθέσεως μνήμην ξυνελέξατο, καὶ γὰρ δὴ καὶ εὐδοκιμηκὼς ἐπʼ αὐτῇ ἐτύγχανε, λόγου δὲ ἥκοντος ἐς τοὺς ἀμφὶ τὸν Ἡρώδην, ὡς ὁ Φίλαγρος τὰς μὲν πρῶτον ὁριζομένας ὑποθέσεις αὐτοσχεδιάζοι, τὰς δὲ καὶ δεύτερον οὐκέτι ἀλλʼ ἕωλα μελετῴη καὶ ἑαυτῷ προειρημένα προὔβαλον μὲν αὐτῷ τοὺς ἀκλήτους τούτους, δοκοῦντι δὲ ἀποσχεδιάζειν ἀντανεγιγνώσκετο ἡ μελέτη. θορύβου δὲ πολλοῦ καὶ γέλωτος τὴν ἀκρόασιν κατασχόντος βοῶν ὁ Φίλαγρος καί κεκραγώς, ὡς δεινὰ πάσχοι τῶν ἑαυτοῦ εἰργόμενος οὐ διέφυγε τὴν ἤδη πεπιστευμένην αἰτίαν. ταῦτα μὲν οὖν ἐν τῷ Ἀγριππείῳ ἐπράχθη, διαλιπὼν δὲ ἡμέρας ὡς τέτταρας παρῆλθεν ἐς τὸ τῶν τεχνιτῶν βουλευτήριον, ὃ δὴ ᾠκοδόμηται παρὰ τὰς τοῦ Κεραμεικοῦ πύλας οὐ πόρρω τῶν ἱππέων. εὐδοκιμώτατα δὲ ἀγωνιζόμενος τὸν Ἀριστογείτονα τὸν ἀξιοῦντα κατηγορεῖν τοῦ μὲν Δημοσθένους Μηδισμοῦ, τοῦ δὲ Αἰσχίνου Φιλιππισμοῦ, ὑπὲρ ὧν καὶ γεγραμμένοι ἀλλήλους ἐτύγχανον, ἐσβέσθη τὸ φθέγμα ὑπὸ τῆς χολῆς ἐπισκοτοῦντος φύσει τοῖς ἐπιχόλοις τὴν φωνὴν τοῦ φωνητικοῦ πνεύματος.2 χρόνῳ μὲν οὖν ὕστερον ἐπεβάτευσε τοῦ κατὰ τὴν Ῥώμην θρόνου, Ἀθήνησι δὲ ἀπηνέχθη τῆς ἑαυτοῦ δόξης διʼ ἃς εἴρηκα αἰτίας.
因为正如我从长辈那里所听闻的,他的开场演说因显得音调新奇且立意做作而令人不悦,并显得幼稚轻浮,盖因他在对雅典人的赞词中掺杂了对其亡于爱奥尼亚之妻的哀悼。至于他的模拟辩论演说,则遭到了如下算计:他在亚细亚曾辩论过一个题目,即《谢绝不请自来之盟军者》。此题虽已出版,但他仍牢记在心,因为他曾凭此大获好评;但传闻传入希律的随从耳中,称菲拉格鲁斯对首次给出的题目能够即兴发挥,对第二次给出的题目则不再即兴,而是搬出陈旧、自己早已讲过的话。于是他们便向他提出了这道“不请自来的盟军”之题,趁他看似在即兴发挥之际,旁人却拿出演说文稿当场对着朗读。当极大的喧哗与嘲笑笼罩了会场,菲拉格鲁斯大喊大叫,抗议自己被剥夺了使用自己作品的权利,却未能摆脱早已为人所信的指责。这些事发生于阿格里帕剧场;过了约莫四天,他来到了工匠议事厅,该厅建于陶工区城门旁,离骑兵雕像不远。当他极为出色地扮演阿里斯托革顿——主张控告德摩斯梯尼犯有亲波斯罪、控告埃斯基涅斯犯有亲腓力罪,二人此前也确实以此互告——进行辩驳时,他的声音因怒气而平息消逝,因为胆汁质之人身上的发声之气,天生就会蒙蔽嗓音。后来他登上了罗马的教席,但在雅典,他却因我所陈述的这些缘由而名誉扫地。
χαρακτὴρ τῶν τοῦ Φιλάγρου λόγων ὁ μὲν ἐν ταῖς διαλέξεσι τοιοῦτος· εἶτα οἴει ἥλιον ἑσπέρῳ φθονεῖν ἢ μέλειν αὐτῷ, εἴ τίς ἐστιν ἀστὴρ ἄλλος ἐν οὐρανῷ; οὐχ οὕτως ἔχει τὰ τοῦ μεγάλου τούτου πυρός. ἐμοὶ μὲν γὰρ δοκεῖ καὶ ποιητικῶς ἑκάστῳ διανέμειν, σοὶ μὲν ἄρκτον δίδωμι, λέγοντα, σοὶ δὲ μεσημβρίαν, σοὶ δὲ ἑσπέραν, πάντες δὲ ἐν νυκτί, πάντες, ὅταν ἐγὼ μὴ βλέπωμαι· ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην καὶ ἀστέρες οὐδαμοῦ. τίνες δὲ καὶ οἱ τῆς μελέτης αὐτῷ ῥυθμοὶ ἦσαν, δηλώσει τὰ πρὸς τοὺς ἀκλήτους εἰρημένα, καὶ γὰρ καὶ χαίρειν αὐτοῖς ἐλέγετο· φίλε, τήμερόν σε τεθέαμαι καὶ τήμερον ἐν ὅπλοις καὶ μετὰ ξίφους μοι λαλεῖς καὶ τὴν ἀπὸ τῆς ἐκκλησίας μόνην οἶδα φιλίαν. ἄπιτε οὖν, ἄνδρες φίλοι, τοῦτο γὰρ ὑμῖν τηροῦμεν τοὔνομα, κἂν δεηθῶμέν ποτε συμμάχων, ἐφʼ ὑμᾶς πέμψομεν, εἴ ποτε δήπου.
菲拉格鲁斯的言辞风格,在开场演讲中乃是如此: “那么你以为太阳会嫉妒长庚星,或是会在意天上是否还有其他星辰吗?这团大火的秉性并非如此。依我看,它甚至在诗意地给各方分配,说道:‘我赐予你北方,赐予你南方,赐予你西方,你们皆在夜间发光,皆在我不被看见时发光。’然而太阳一跃而起,离开了美丽的湖泊,群星便无影无踪了。” 至于他在模拟辩论中的节奏如何,那些针对“不请自来的盟军”所说的话足以表明,因为据说他自己对此也颇为自得: “朋友,我今日才见到你,今日你便全副武装、携着佩剑向我说话;”以及: “我只知晓从公民大会中结下的友谊。去吧,友人们,因为我们为你们保留着这个称呼;若我们有朝一日需要盟友,自会遣使召请你们,若当真有那一日的话。”
μέγεθος μὲν οὖν ὁ Φίλαγρος μετρίου μείων, τὴν δὲ ὀφρὺν πικρὸς καὶ τὸ ὄμμα ἕτοιμος καὶ ἐς ὀργὴν ἐκκληθῆναι πρόθυμος, καὶ τὸ ἐν αὐτῷ δύστροπον οὐδʼ αὐτὸς ἠγνόει· ἐρομένου γοῦν αὐτὸν ἑνὸς τῶν ἑταίρων, τί μαθὼν παιδοτροφίᾳ οὐ χαίροι,3 ὅτι ἔφη οὐδʼ ἐμαυτῷ χαίρω. ἀποθανεῖν δὲ αὐτὸν οἱ μὲν ἐν τῇ θαλάττῃ, οἱ δὲ ἐν Ἰταλίᾳ περὶ πρῶτον γῆρας.
菲拉格鲁斯的身材矮于常人,眉宇凌厉,目光敏锐,极易动怒;对他自己天性中的乖戾,他自己亦非不知。无论如何,当他的一位同伴问他究竟为何不喜育儿时,他说: “因为 我连对自己亦无欢喜。” 有人称他死于海上,另有人称他在刚入暮年之际死于意大利。
- 2.8.1ἐκφύλου δὲ αὐτὸν ῥήματος ὡς ἐν ὀργῇ διαφυγόντος
此为独立属格结构(ἐκφύλου ῥήματος διαφυγόντος),其中包含了及物动词 διαφεύγω(从……脱口而出)的宾格代词宾语 αὐτόν。字面意为“当一个生僻奇特的词汇因愤怒从他嘴边滑落时”,并由接下来的主句分词 λαβόμενος(主语为安菲克勒斯)承接,意指抓住这个话柄进行质问。
- 2.8.2ἐπισκοτοῦντος φύσει τοῖς ἐπιχόλοις τὴν φωνὴν τοῦ φωνητικοῦ πνεύματος
此处为独立属格结构,用以解释前文 ἐσβέσθη τὸ φθέγμα ὑπὸ τῆς χολῆς(声音因怒气/胆汁而消歇)的生理学机理。分词 ἐπισκοτοῦντος 的逻辑主语为 τοῦ φωνητικοῦ πνεύματος(发声之气),它支配宾格 τὴν φωνήν(声音),与格 τοῖς ἐπιχόλοις 则表示涉及的对象(在胆汁质之人身上)。
- 2.8.4τί μαθὼν παιδοτροφίᾳ οὐ χαίροι
短语 τί μαθών 是古典希腊语的常见习语,字面为“学了什么”,引申为“出于何种考虑”、“为何究竟”。因置于间接疑问句中且依赖于历史时态分词 ἐρομένου,故从句动词采用祈愿式 χαίροι。
