← 斐洛斯脱拉德

智者传

§2.7.1

赫尔摩革涅斯的早慧声誉与才能丧失

叙述了修辞学家赫尔摩革涅斯少年时作为神童备受马可皇帝赞赏,但成年后却丧失修辞才能遭人嘲弄,最终在被遗忘中离世的经历。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7.1

Ἑρμογένης δέ, ὃν Ταρσοὶ ἤνεγκαν, πεντεκαίδεκα ἔτη γεγονὼς ἐφʼ οὕτω μέγα προὔβη τῆς τῶν σοφιστῶν δόξης,1 ὡς καὶ Μάρκῳ βασιλεῖ παρασχεῖν ἔρωτα ἀκροάσεως· ἐβάδιζε γοῦν ἐπὶ τὴν ἀκρόασιν αὐτοῦ ὁ Μάρκος καὶ ἥσθη μὲν διαλεγομένου, ἐθαύμαζε δὲ σχεδιάζοντος, δωρεὰς δὲ λαμπρὰς ἔδωκεν. ἐς δὲ ἄνδρας ἥκων ἀφῃρέθη τὴν ἕξιν2 ὑπʼ οὐδεμιᾶς φανερᾶς νόσου, ὅθεν ἀστεισμοῦ λόγον παρέδωκε τοῖς βασκάνοις, ἔφασαν γὰρ τοὺς λόγους ἀτεχνῶς καθʼ Ὅμηρον πτερόεντας εἶναι, ἀποβεβληκέναι γὰρ αὐτοὺς τὸν Ἑρμογένην καθάπερ πτερά. καὶ Ἀντίοχος δὲ ὁ σοφιστὴς ἀποσκώπτων ποτὲ ἐς αὐτὸν οὗτος ἔφη Ἑρμογένης, ὁ ἐν παισὶ μὲν γέρων, ἐν δὲ γηράσκουσι παῖς. ἡ δὲ ἰδέα τοῦ λόγου, ἣν ἐπετήδευε, τοιάδε τις ἦν· ἐπὶ γὰρ τοῦ Μάρκου διαλεγόμενος ἰδοὺ ἥκω σοι, ἔφη βασιλεῦ, ῥήτωρ παιδαγωγοῦ δεόμενος, ῥήτωρ ἡλικίαν περιμένων καὶ πλείω ἕτερα διελέχθη καὶ ὧδε βωμόλοχα. ἐτελεύτα μὲν οὖν ἐν βαθεῖ γήρᾳ, εἷς δὲ τῶν πολλῶν νομιζόμενος, κατεφρονήθη γὰρ ἀπολιπούσης αὐτὸν τῆς τέχνης.3

塔尔苏斯所孕育的赫尔摩革涅斯,年仅十五岁便在智者的声誉中达到了如此崇高的地位,以至于连马可皇帝也生出了聆听他的渴望。事实上,马可亲自前去聆听,听他演说便觉欢欣,见他即兴发挥更表惊叹,并赏赐了他丰厚的礼物。然而到了成年,他在没有任何明显病痛的情况下丧失了才能,由此便给那些心怀忌恨之人留下了嘲讽的话柄;因为他们宣称他的言辞真如荷马所言是“长着羽翼的”,乃因赫尔摩革涅斯像蜕落羽毛一样蜕去了那些言辞。智者安提阿库斯也曾讥讽他: “这位, ”他说,“便是赫尔摩革涅斯:在孩童之中为老人,在老去者之中为孩童。” 他所采用的演说风格大体如下;盖当他在马可面前演说时, “看哪,皇帝, 我来到您的面前, ”他说,“是一个尚需受业蒙师的修辞家,一个尚待成年的修辞家!” 他还演说了诸多其他言辞,也都是这般滑稽轻佻。于是,他在极高的高寿中离世,却被视作平民大众之一;因为当他的技艺离弃他之后,他便遭人鄙夷了。

语法注3 条
  1. 2.7.1ἐφʼ οὕτω μέγα προὔβη τῆς τῶν σοφιστῶν δόξης

    介词短语 ἐφʼ οὕτω μέγα(“达到如此崇高的地步”)后接表示限定或部分的属格 τῆς τῶν σοφιστῶν δόξης(“智者的名声”)。μέγα 实词化使用,表示所达名望的高度或程度。

  2. 2.7.1ἀφῃρέθη τὴν ἕξιν

    主动语态带双宾格的动词 ἀφαιρέω(“剥夺某人某物”)的被动句式。人转为主格作为被动语态的主语,而被剥夺的事物(τὴν ἕξιν,“才能/技能”)作为保留宾格继续保留。

  3. 2.7.1ἀπολιπούσης αὐτὸν τῆς τέχνης

    属格独立结构,表原因(“他的技艺离弃了他”)。与连词 γάρ(“因为”)一同说明主句被动动词 κατεφρονήθη(“他遭到了蔑视”)的缘由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.7.1