- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.6.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述佩尔盖的瓦鲁斯,包括其家世、师从科德拉提翁、源于外貌特征的绰号“鹳鸟”、讽刺薛西斯的辩说节录,以及其英年早逝与后代在佩尔盖所享有的声誉。
Ἀξιούσθω λόγου καὶ Οὔαρος ὁ ἐκ τῆς Πέργης. Οὐάρῳ πατὴρ μὲν Καλλικλῆς ἐγένετο ἀνὴρ ἐν τοῖς δυνατωτάτοις τῶν Περγαίων, διδάσκαλος δὲ Κοδρατίων ὁ ὕπατος ἀποσχεδιάζων τὰς θετικὰς ὑποθέσεις καὶ τὸν Φαβωρίνου τρόπον σοφιστεύων. πελαργὸν δὲ τὸν Οὔαρον οἱ πολλοὶ ἐπωνόμαζον διὰ τὸ πυρσὸν τῆς ῥινὸς καὶ ῥαμφῶδες, καὶ τοῦτο μὲν ὡς οὐκ ἀπὸ δόξης1 ἠστείζοντο, ἔξεστι συμβαλεῖν ταῖς εἰκόσιν, αἳ ἀνάκεινται ἐν τῷ τῆς Περγαίας ἱερῷ. ὁ δὲ χαρακτὴρ τοῦ λόγου τοιοῦτος· ἐφʼ Ἑλλήσποντον ἐλθὼν ἵππον αἰτεῖς, ἐπʼ Ἄθω δὲ ἐλθὼν πλεῦσαι θέλεις· οὐκ οἶδας, ἄνθρωπε, τὰς ὁδούς; ἀλλʼ Ἑλλησπόντῳ γῆν ὀλίγην ἐπιβαλὼν ταύτην οἴει σοι μένειν, τῶν ὀρῶν μὴ μενόντων;2 ἐλέγετο δὲ ἀπαγγέλλειν ταῦτα λαμπρᾷ τῇ φωνῇ καὶ ἠσκημένῃ. ἐτελεύτα μὲν οὖν οἴκοι οὔπω γηράσκων καὶ ἐπὶ παισί, τὸ δὲ ἀπʼ αὐτοῦ γένος εὐδόκιμοι πάντες3 ἐν τῇ Πέργῃ.
来自佩尔盖的瓦鲁斯亦当被视为值得提及之人。瓦鲁斯的父亲卡利克勒斯是佩尔盖人中最显赫的要人之一;他的老师则是执政官科德拉提翁,此人善于就普遍性论题即兴演说,并依法沃里努斯的风格传习修辞之术。大众因瓦鲁斯的鼻子通红且状若鸟喙而称他为“鹳鸟”;他们并非出于无端臆测而发此诙谑之词,这一点只要对照供奉在佩尔盖女神圣所中的肖像便可了然。其演说风格如下: “到了赫勒斯滂,你索要战马;到了阿索斯山,你却妄想行舟!人啊,你难道不认得道路吗?然而在赫勒斯滂之上覆了一撮薄土,山峦尚且不得持存,你竟以为那土能为你常驻不朽吗?” 据说,他是以宏亮且受过严格训练的嗓音朗诵这些言辞的。他尚未衰老便在故乡去世,留下了子女;而他的后嗣在佩尔盖全都享有盛名。
- 2.6.1οὐκ ἀπὸ δόξης
介词 ἀπό 与名词 δόξα(“推测”、“主观臆想”)构成的成语性短语,意为“并非出于无端凭空的臆测”。后文指出可以通过与其在神庙中的肖像相对照来加以印证,从而支撑了这一判定。
- 2.6.1τῶν ὀρῶν μὴ μενόντων
带否定词 μή 的属格独立结构,含有让步意义(“即便山峦亦未能持存原貌”)。此处典引薛西斯开凿阿索斯山之事,有力地衬托出反诘逻辑:既然巍巍山峦尚且被削移而不得完好留存,他在赫勒斯滂海峡上铺设的微薄浮土又岂能长久伫留。
- 2.6.1τὸ δὲ ἀπʼ αὐτοῦ γένος εὐδόκιμοι πάντες
依照意义一致的修辞结构(constructio ad sensum / synesis)。虽然语法主语 γένος(“家系”、“后裔”)为中性单数集合名词,但因指代组成该家族的具体子孙,故表语采用了阳性复数形容词 εὐδόκιμοι πάντες(“全皆享有盛誉之人”)。
