← 斐洛斯脱拉德

智者传

§2.5.4

亚历山大的演说选段、师承及其离世

作者援引亚历山大在导论演说与正式辩论中的经典言辞以展现其修辞才力,并记述了安条克对他的讥刺、其承学师承以及关于其辞世的各种异说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5.4

ἐπεὶ δὲ καὶ ἑτέρων σοφιστῶν ἀπομνημονεύματα παρεθέμην, δηλούσθω καὶ ὁ Ἀλέξανδρος ἐκ πλειόνων, οὐδὲ γὰρ ἐς πλῆρές πω τῆς ἑαυτοῦ δόξης ἀφῖκται παρὰ τοῖς Ἕλλησιν. ὡς μὲν δὴ σεμνῶς τε καὶ ξὺν ἡδονῇ διελέγετο, δηλοῦσι τῶν διαλέξεων αἵδε· Μαρσύας ἤρα Ὀλύμπου καὶ Ὄλυμπος τοῦ αὐλεῖν καὶ πάλιν Ἀραβία γῆ δένδρα πολλά, πεδία κατάσκια, γυμνὸν οὐδέν,  φυτὰ ἡ γῆ, τὰ ἄνθη. οὐδὲ φύλλον Ἀράβιον ἐκβαλεῖς, οὐδὲ κάρφος ἀπορρίψεις οὐδὲν ἐκεῖ φυέν, τοσοῦτον ἡ γῆ περὶ τοὺς ἱδρῶτας εὐτυχεῖ. καὶ πάλιν ἀνὴρ πένης ἀπʼ Ἰωνίας, ἡ δὲ Ἰωνία Ἕλληνές εἰσιν οἰκήσαντες ἐν τῇ βαρβάρων. τὴν δὲ ἰδέαν ταύτην διατωθάζων ὁ Ἀντίοχος καὶ διαπτύων αὐτὸν ὡς τρυφῶντα ἐς τὴν τῶν ὀνομάτων ὥραν, παρελθὼν ἐς τὴν Ἀντιόχειαν διελέχθη ὧδε· Ἰωνίαι Λυδίαι Μαρσύαι μωρίαι, δότε προβλήματα. τὰ δὲ ἐν τῇ μελέτῃ πλεονεκτήματα δεδήλωται μὲν καὶ ἐπὶ τούτων, δηλούσθω δὲ καὶ ἐπʼ ἄλλων ὑποθέσεων· διεξιὼν μὲν γὰρ τὸν Περικλέα τὸν κελεύοντα ἔχεσθαι τοῦ πολέμου καὶ μετὰ τὸν χρησμόν, ἐν ᾧ καὶ καλούμενος καὶ ἄκλητος ὁ Πύθιος ἔφη τοῖς Λακεδαιμονίοις συμμαχήσειν, ὧδε ἀπήντησε τῷ χρησμῷ· ἀλλʼ ὑπισχνεῖταί, φησι, τοῖς Λακεδαιμονίοις βοηθήσειν ὁ Πύθιος· ψεύδεται· οὕτως αὐτοῖς καὶ Τεγέαν ἐπηγγείλατο. διεξιὼν δὲ τὸν ξυμβουλεύοντα τῷ Δαρείῳ ζεῦξαι τὸν Ἴστρον· ὑπορρείτω σοι ὁ Σκυθῶν Ἴστρος, κἂν εὔρους τὴν στρατιὰν διαγάγῃ, τίμησον αὐτὸν ἐξ αὐτοῦ πιών. τὸν δὲ Ἀρτάβαζον ἀγωνιζόμενος τὸν ἀπαγορεύοντα τῷ Ξέρξῃ μὴ τὸ δεύτερον στρατεύειν1 ἐπὶ τὴν Ἑλλάδα ὧδε ἐβραχυλόγησεν· τὰ μὲν δὴ Περσῶν τε καὶ Μήδων τοιαῦτά σοι, βασιλεῦ, κατὰ χώραν μένοντι, τὰ δὲ Ἑλλήνων γῆ λεπτὴ θάλαττα στενὴ καὶ ἄνδρες ἀπονενοημένοι καὶ θεοὶ βάσκανοι. τοὺς δὲ ἐν τοῖς πεδίοις νοσοῦντας ἐς τὰ ὄρη ἀνοικίζεσθαι πείθων ὧδε ἐφυσιολόγησεν· δοκεῖ δέ μοι καὶ ὁ τοῦ παντὸς δημιουργὸς τὰ μὲν πεδία, ὥσπερ ἀτιμότερα ὕλης, ῥῖψαι κάτω, ἐπαίρειν δὲ τὰ ὄρη, ὥσπερ ἀξιώματα. ταῦτα πρῶτα μὲν ἥλιος ἀσπάζεται, τελευταῖα δὲ ἀπολείπει. τίς οὐκ ἀγαπήσει τόπον μακροτέρας ἔχοντα τὰς ἡμέρας; Διδάσκαλοι τῷ Ἀλεξάνδρῳ ἐγένοντο Φαβωρῖνός τε καὶ Διονύσιος· ἀλλὰ Διονυσίου μὲν ἡμιμαθὴς ἀπῆλθε μεταπεμφθεὶς ὑπὸ τοῦ πατρὸς νοσοῦντος, ὅτε δὴ καὶ ἐτελεύτα, Φαβωρίνου δὲ γνησιώτατα ἠκροάσατο, παρʼ οὗ μάλιστα καὶ τὴν ὥραν τοῦ λόγου ἔσπασεν. τελευτῆσαι τὸν Ἀλέξανδρον οἱ μὲν ἐν Κελτοῖς φασιν ἔτι ἐπιστέλλοντα, οἱ δʼ ἐν Ἰταλίᾳ πεπαυμένον τοῦ ἐπιστέλλειν, καὶ οἱ μὲν ἑξηκοντούτην, οἱ δὲ καὶ οὔπω, καὶ οἱ μὲν ἐπὶ υἱῷ, οἱ δʼ ἐπὶ θυγατρί,2 ὑπὲρ ὧν οὐδὲν εὗρον λόγου ἄξιον.

既然我已收录了其他智者的言行录,那么亦当通过更多例证来阐明亚历山大,因为他在希腊人中间尚未达到其声誉的顶点。他在导论演说中是何等庄严而又令人愉悦,下列节录便足以表明: “马耳叙阿斯爱奥林匹斯,而奥林匹斯爱吹笛。” 又如: “阿拉伯之地,树木繁茂,原野浓荫,无一处荒瘠;大地皆是草木,皆是繁花。你不会丢弃一片阿拉伯的落叶,亦不会抛掷任何生长于斯的草屑;此地之土壤,在其所渗芳脂上得天独厚至此。” 又如: “一个来自爱奥尼亚的穷汉;而爱奥尼亚,即是定居于异族土地上的希腊人。” 安条克嘲弄这种风格,唾弃他沉溺于辞藻之嫩丽浮华,在安条克城登台演说时这般说道: “爱奥尼亚、吕底亚、马耳叙阿斯、蠢话连篇!快给我出论题!” 他在正式辩论演说中的超群才力,固然已由这些言辞展现,但亦当在其他论题中加以阐明。当他扮演伯里克利、劝告〔雅典人〕在神谕之后仍当坚持战争时——在那神谕中,皮托之神声称无论受邀与否皆将助战拉刻代蒙人——他这般回应神谕: “‘然而皮托之神许诺,’他说,‘将援助拉刻代蒙人。’他撒谎;当年他也是这般将忒革亚许给他们的!” 当他扮演劝谏大流士在伊斯特罗河上架桥之人时,他说道: “愿斯基泰人的伊斯特罗河流淌于你脚下;若它以顺流渡送你的大军,你便当饮其水以酬其功。” 而在扮演阿耳塔巴佐斯、告诫薛西斯勿要二度远征希腊时,他这般简练地陈词: “大王啊,对于留守本土的你而言,波斯与米底之基业便是如此;而希腊人之境况,则是贫瘠的土地、狭窄的海面、绝望亡命之徒,以及心怀嫉妒之诸神。” 在劝说平原患病之人迁往山区居住时,他这般阐发自然之理: “依我看,万物之造物主将平原抛掷于下,如同视其为微贱如柴薪之物;却将山峦拔高而起,宛如尊崇之位阶。正是山峦,太阳最先问候,最后离去。有谁会不钟爱拥有更漫长白昼的土地呢?” 亚历山大的老师是法沃里努斯与狄奥尼修斯。但他从狄奥尼修斯门下仅学得一半便离开了,因受患病的父亲召回,其父亦于彼时辞世;然而他最纯正地受教于法沃里努斯,且尤从其处汲取了文辞之妍丽华彩。关于亚历山大之死,有人说他是在凯尔特人之地任书简官时去世,有人则说他是在意大利卸任书简官后去世;有人说他享年六十,有人说尚不足六十;有人说他留有一子,有人说留有一女;关于这些传闻,我未发现任何值得记录之事。

语法注2 条
  1. 2.5.4ἀπαγορεύοντα τῷ Ξέρξῃ μὴ τὸ δεύτερον στρατεύειν

    在表示禁止或劝阻的动词(ἀπαγορεύω)所统辖的不定式从句中,虚加了否定词 μή(赘加否定)。整句意为“告诫薛西斯勿要二度远征”,并非双重否定表肯定。

  2. 2.5.4καὶ οἱ μὲν ἐπὶ υἱῷ, οἱ δʼ ἐπὶ θυγατρί

    介词 ἐπί 支配与格的惯用结构,在此表示临终时留下的子嗣遗属:“有人说他留下一子(而终),有人说留下了一女(而终)”,修饰主导动词 τελευτῆσαι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.5.4