- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.5.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
智者亚历山大在奔赴培奥尼亚途中驻留雅典,迎候希罗德·阿提库斯并举行即兴辩论演说,以其变幻莫测的修辞技巧赢得满堂喝彩。希罗德亦登台作精彩回敬演示,二人惺惺相惜,希罗德遂赠予其极其丰厚的重礼。
γυμνῶν ἤθη. αἱ δὲ Ἀθήνησι διατριβαὶ τοῦ ἀνδρὸς ὀλίγαι μέν, οὐκ ἄξιαι δὲ ἀγνοεῖσθαι. ἐβάδιζε μὲν γὰρ ἐς τὰ Παιονικὰ ἔθνη μετακληθεὶς ὑπὸ Μάρκου βασιλέως ἐκεῖ στρατεύοντος καὶ δεδωκότος αὐτῷ τὸ ἐπιστέλλειν Ἕλλησιν, ἀφικόμενος δὲ ἐς τὰς Ἀθήνας, ὁδοῦ δὲ μῆκος τοῦτο οὐ μέτριον τῷ ἐκ τῆς ἑῴας ἐλαύνοντι, ἐνταῦθα ἔφη γόνυ κάμψωμεν.1 καὶ εἰπὼν τοῦτο ἐπήγγειλε τοῖς Ἀθηναίοις αὐτοσχεδίους λόγους ἐρῶσιν αὐτοῦ τῆς ἀκροάσεως. ἀκούων δὲ τὸν Ἡρώδην ἐν Μαραθῶνι διαιτώμενον καὶ τὴν νεότητα ἐπακολουθοῦσαν αὐτῷ πᾶσαν γράφει πρὸς αὐτὸν ἐπιστολὴν αἰτῶν τοὺς Ἕλληνας, καὶ ὁ Ἡρώδης ἀφίξομαι ἔφη μετὰ τῶν Ἑλλήνων καὶ αὐτός. ξυνελέγοντο μὲν δὴ ἐς τὸ ἐν τῷ Κεραμεικῷ θέατρον, ὃ δὴ ἐπωνόμασται Ἀγριππεῖον, προιούσης δὲ ἤδη τῆς ἡμέρας καὶ τοῦ Ἡρώδου βραδύνοντος ἤσχαλλον οἱ Ἀθηναῖοι ὡς ἐκλυομένης τῆς ἀκροάσεως καὶ τέχνην αὐτὸ ᾤοντο, ὅθεν ἀνάγκη τῷ Ἀλεξάνδρῳ ἐγένετο παρελθεῖν ἐπὶ τὴν διάλεξιν καὶ πρὶν ἥκειν τὸν Ἡρώδην. ἡ μὲν δὴ διάλεξις ἔπαινοι ἦσαν τοῦ ἄστεος καὶ ἀπολογία πρὸς τοὺς Ἀθηναίους ὑπὲρ τοῦ μήπω πρότερον παρʼ αὐτοὺς ἀφῖχθαι, εἶχε δὲ καὶ τὸ ἀποχρῶν μῆκος, Παναθηναικοῦ γὰρ λόγου ἐπιτομῇ εἴκαστο. εὐσταλὴς δὲ οὕτω τοῖς Ἀθηναίοις ἔδοξεν, ὡς καὶ βόμβον διελθεῖν αὐτῶν ἔτι σιωπῶντος ἐπαινεσάντων αὐτοῦ τὸ εὔσχημον. ἡ μὲν δὴ νενικηκυῖα ὑπόθεσις ὁ τοὺς Σκύθας ἐπανάγων ἐς τὴν προτέραν πλάνην, ἐπειδὴ πόλιν οἰκοῦντες νοσοῦσι, καιρὸν δʼ ἐπισχὼν βραχὺν ἀνεπήδησε τοῦ θρόνου φαιδρῷ τῷ προσώπῳ, καθάπερ εὐαγγέλια ἐπάγων τοῖς ἀκροωμένοις ὧν εἰπεῖν ἔχοι. προιόντος δὲ αὐτῷ τοῦ λόγου ἐπέστη ὁ Ἡρώδης Ἀρκάδι πίλῳ τὴν κεφαλὴν σκιάζων, ὡς ἐν ὥρᾳ θέρους εἰώθει Ἀθήνησιν, ἴσως δέ που καὶ ἐνδεικνύμενος αὐτῷ τὸ ἐκ τῆς ὁδοῦ ἥκειν. καὶ ὁ Ἀλέξανδρος ἔνθεν ἑλὼν2 διελέχθη μὲν ἐς τὴν παρουσίαν τοῦ ἀνδρὸς ὑποσέμνῳ τῇ λέξει καὶ ἠχούσῃ, ἐπʼ αὐτῷ δὲ ἔθετο, εἴτε βούλοιτο τῆς ἤδη σπουδαζομένης ὑποθέσεως ἀκροᾶσθαι, εἴτε ἑτέραν αὐτὸς δοῦναι. τοῦ δὲ Ἡρώδου ἀναβλέψαντος ἐς τοὺς ἀκροωμένους καὶ εἰπόντος, ὡς ποιήσοι, ὅπερ ἂν ἐκείνοις δόξῃ, πάντες ξυνεπένευσαν ἐς τὴν τῶν Σκυθῶν ἀκρόασιν, καὶ γὰρ δὴ καὶ λαμπρῶς διῄει τὸν ἀγῶνα, ὡς δηλοῖ τὰ εἰρημένα. θαυμασίαν δὲ ἰσχὺν ἐνεδείξατο καὶ ἐν τοῖσδε· τὰς γὰρ διανοίας τὰς πρὶν ἥκειν τὸν Ἡρώδην λαμπρῶς αὐτῷ εἰρημένας μετεχειρίσατο ἐπιστάντος οὕτω τι ἑτέρᾳ λέξει καὶ ἑτέροις ῥυθμοῖς, ὡς τοῖς δεύτερον ἀκροωμένοις μὴ διλογεῖν δόξαι. τὸ γοῦν εὐδοκιμώτατα τῶν πρὶν ἐπιστῆναι τὸν Ἡρώδην εἰρημένων ἑστὸς καὶ τὸ ὕδωρ νοσεῖ μετὰ ταῦτα ἐπιστάντος ἑτέρᾳ δυνάμει μεταλαβὼν καὶ ὑδάτων εἶπεν ἡδίω τὰ πλανώμενα. κἀκεῖνα τῶν Ἀλεξάνδρου Σκυθῶν· καὶ πηγνυμένου μὲν Ἴστρου πρὸς μεσημβρίαν ἤλαυνον, λυομένου δὲ ἐχώρουν πρὸς ἄρκτον ἀκέραιος τὸ σῶμα καὶ οὐχ ὥσπερ νυνὶ κείμενος. τί γὰρ ἂν πάθοι δεινὸν ἄνθρωπος ταῖς ὥραις ἑπόμενος; ἐπὶ τελευτῇ δὲ τοῦ λόγου διαβάλλων τὴν πόλιν ὡς πνιγηρὸν οἰκητήριον τὸ ἐπὶ πᾶσιν ὧδε ἀνεφθέγξατο· ἀλλʼ ἀναπέτασον τὰς πύλας, ἀναπνεῦσαι θέλω. προσδραμὼν δὲ τῷ Ἡρώδῃ καὶ περισχὼν αὐτὸν ἀντεφεστίασόν με ἔφη, καὶ ὁ Ἡρώδης τί δὲ οὐ μέλλω εἶπεν λαμπρῶς οὕτως ἑστιάσαντα; διαλυθείσης δὲ τῆς ἀκροάσεως καλέσας ὁ Ἡρώδης τῶν ἑαυτοῦ γνωρίμων τοὺς ἐν ἐπιδόσει ἠρώτα, ποῖός τις αὐτοῖς ὁ σοφιστὴς φαίνοιτο, Σκέπτου δὲ τοῦ ἀπὸ τῆς Κορίνθου τὸν μὲν πηλὸν εὑρηκέναι φήσαντος, τὸν δὲ Πλάτωνα ζητεῖν, ἐπικόπτων αὐτὸν ὁ Ἡρώδης τουτὶ ἔφη πρὸς μηδένα εἴπῃς ἕτερον, σεαυτὸν γὰρ ἔφη διαβαλεῖς ὡς ἀμαθῶς κρίνοντα, ἐμοὶ δὲ ἕπου μᾶλλον ἡγουμένῳ αὐτὸν Σκοπελιανὸν νήφοντα. ταυτὶ δὲ ὁ Ἡρώδης ἐχαρακτήριζε καθεωρακὼς τὸν ἄνδρα κεκραμένην ἑρμηνείαν ἐφαρμόζοντα τῇ περὶ τὰς σοφιστικὰς ἐννοίας τόλμῃ. ἐπιδεικνύμενος δὲ τῷ Ἀλεξάνδρῳ τήν τε ἠχὼ τῆς διαλέξεως προσῆρεν, ἐπειδὴ ἐγίγνωσκε τούτῳ καὶ μάλιστα χαίροντα αὐτὸν τῷ τόνῳ, ῥυθμούς τε ποικιλωτέρους αὐλοῦ καὶ λύρας ἐσηγάγετο ἐς τὸν λόγον, ἐπειδὴ πολὺς αὐτῷ καὶ περὶ τὰς ἐξαλλαγὰς ἔδοξεν. ἡ δὲ σπουδασθεῖσα ὑπόθεσις οἱ ἐν Σικελίᾳ τρωθέντες ἦσαν αἰτοῦντες τοὺς ἀπανισταμένους ἐκεῖθεν Ἀθηναίους τὸ ὑπʼ αὐτῶν ἀποθνήσκειν. ἐπὶ ταύτης τῆς ὑποθέσεως τὸ θρυλούμενον ἐκεῖνο ἱκέτευσεν ἐπιτέγξας τοὺς ὀφθαλμοὺς δακρύοις ναὶ Νικία, ναὶ πάτερ, οὕτως Ἀθήνας ἴδοις, ἐφʼ ᾧ τὸν Ἀλέξανδρόν φασιν ἀναβοῆσαι· ὦ Ἡρώδη, τεμάχιά σου ἐσμὲν οἱ σοφισταὶ πάντες, καὶ τὸν Ἡρώδην ὑπερησθέντα τῷ ἐπαίνῳ καὶ τῆς ἑαυτοῦ φύσεως γενόμενον3 δοῦναί οἱ δέκα μὲν σκευοφόρα, δέκα δὲ ἵππους, δέκα δὲ οἰνοχόους, δέκα δὲ σημείων γραφέας, τάλαντα δὲ εἴκοσι χρυσοῦ, πλεῖστον δὲ ἄργυρον, δύο δὲ ἐκ Κολλυτοῦ παιδία ψελλιζόμενα, ἐπειδὴ ἤκουεν αὐτὸν χαίροντα νέαις φωναῖς. τοιαῦτα μὲν οὖν αὐτῷ τὰ Ἀθήνησιν.
亦涉足了裸行派哲人之处。此人在雅典的逗留虽然短暂,却绝不容忽视。因为他正前往培奥尼亚诸部族,受在当地征战的皇帝马可的召见,皇帝授予他为希腊人起草书简之职;当他抵达雅典时——对于从东方策马而来的人来说,这路程绝非寻常之短——他说道:“我们且在此处曲膝(歇息)吧。”说完这番话,他便向热切期盼聆听其演讲的雅典人宣布举行即兴演说。当他听说希罗德正寄居于马拉松,且所有青年才俊皆追随于他时,便修书一封送与希罗德,请求赐予希腊听众;希罗德回复道:“我自己亦将率希腊人一同前往。” 于是众人齐集于陶工区那座被称为阿格里帕剧场的建筑中。随着天色渐晚而希罗德迟迟未至,雅典人开始感到焦躁,以为听讲之事将告吹,并认为这是有意拖延的手法;亚历山大因而不得不甚至在希罗德抵达之前便登台进行导论演说。这篇导论演说是对雅典城邦的赞美,并就此前未曾拜访雅典人向他们致歉,其篇幅亦相当充分,酷似一篇《泛雅典娜节献辞》的摘要。他在雅典人眼中显得如此优雅庄重,以至于当他尚在缄默之中,雅典人赞叹其风度仪态的低语嗡鸣之声便已传开。选定的论题是劝说斯基泰人重返先前游牧生活的演讲者,因为他们在城中居住便会染病。短暂停顿之后,他容光焕发地从座椅上跃起,宛如为听众带来了他所要讲之事的喜讯。当他的演说正在进行之际,希罗德戴着阿卡迪亚遮阳帽遮蔽头部而至,正如他在夏季雅典时一贯的风习,或许也是在向他示意自己方才赶路而至。亚历山大见机行事,以庄重而洪亮的辞句迎候此人的到来,并将决定权交予希罗德,任由他选择是听取眼前正热烈探讨的论题,还是由他亲自另出一题。希罗德抬头望向听众,表示将遵从众人的意愿,于是所有人都一致同意继续听取关于斯基泰人的演讲;事实上正如留存的言辞所示,他极为精彩地完成了这场辩论演说。在此事上他亦展现了令人惊叹的才力:希罗德到来之前他已精彩道出的诸多意蕴,在希罗德就座之后,他竟能以截然不同的措辞与不同的韵律予以重构,以至于令二次聆听的人丝毫感觉不到是在重复言辞。例如在希罗德抵达前所言最享盛誉之语“止水亦致疾”,在希罗德就坐之后他换以另一种力量予以表述道:“水亦以流浪者为甘。”亚历山大笔下斯基泰人的言辞亦有如下名句:“当伊斯特罗河结冰时,我策马向南;当其解冻时,我向北进发,身躯健全,而非如今日这般卧病不起。顺应时序之人,究竟能遭逢何等可怕之灾?”而在演说行将结束之际,他痛斥城邑为令人窒息之居所,最后高呼道:“快推开城门,我要呼吸!” 他随即奔向希罗德并拥抱他,说道:“请回请我一场盛宴吧!”希罗德答道:“你如此盛情款待于我,我又怎能推辞?”听讲集会散场后,希罗德召来其门生中精进者,询问他们觉得这位智者如何。来自科林斯的斯克普图斯宣称他见到了泥土,却仍在寻觅柏拉图;希罗德训斥他说道:“这话切莫对他人提起,否则你便会自曝为一个无知的评判者;你倒不如追随我,将他视为一位酒醒时的斯科佩利安。”希罗德作此评语,是因为他洞察到此人能将调和恰当的修辞风格运用于其在智者构思上的大胆创见之中。希罗德在亚历山大面前登台演示时,拔高了导论演说的声调,因知晓他尤喜这种音调;并在言辞中引入了比管笛与里拉琴更为丰富的韵律,因看出亚历山大极重变奏与转调。他所热烈阐发的论题,是西西里受创负伤之人请求正从当地撤离的雅典同袍将他们亲手杀死。在此论题上,他眼眶含泪,发出了那声脍炙人口的哀求:“是的,尼基阿斯,是的,父亲,愿你如此得见雅典!”据说亚历山大闻此大声惊呼:“希罗德啊,我们所有智者不过是你的几片碎屑而已!”希罗德因这番赞颂而喜不自胜,充分展露其慷慨的天性,赠予他十匹驮兽、十匹骏马、十名斟酒侍从、十名速记书记、二十塔兰同黄金、巨量白银,以及两名来自科利图斯的牙牙学语之童仆,因他听闻亚历山大喜爱稚嫩的声音。他在雅典的经历大略便是如此。
- 2.5.3γόνυ κάμψωμεν
“曲膝”(第1人称复数劝勉虚拟语气)为习语,意指在旅途中驻足、歇息,而非字面意义上的下跪或祈祷。
- 2.5.3ἔνθεν ἑλών
字面义为“从那里取得”;此分词习用结构表示抓住眼前的突发情境(此处指希罗德的突然到来)作为机缘,巧妙地顺势展开演说。
- 2.5.3τῆς ἑαυτοῦ φύσεως γενόμενος
与γίγνομαι连用的表语属格结构:字面义为“变成属于他自己本性的”,意指希罗德完全展现出了其生来慷慨大度、豪奢好客的天性。
