← 斐洛斯脱拉德

智者传

§2.32.1

赫利奥多鲁斯的法庭机智与皇帝殊宠

本段记叙了出使凯尔特诸部族的诉讼代理人赫利奥多鲁斯凭借法庭上的机敏赢取皇帝殊宠与显赫职权,以及其后历经浮沉的经历。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.32.1

ἐπεὶ δὲ ἡ τύχη κράτιστον ἐπὶ πάντα τὰ ἀνθρώπεια, μηδὲ Ἡλιόδωρος ἀπαξιούσθω σοφιστῶν κύκλου παράδοξον ἀγώνισμα τύχης γενόμενος· ἐχειροτονήθη μὲν γὰρ ὁ ἀνὴρ οὗτος πρόδικος τῆς ἑαυτοῦ πατρίδος ἐς τὰ Κελτικὰ ἔθνη ξὺν ἑτέρῳ, νοσοῦντος δὲ θατέρου καὶ λεγομένου τοῦ βασιλέως διαγράφειν πολλὰς τῶν δικῶν διέδραμεν ὁ Ἡλιόδωρος ἐς τὸ στρατόπεδον δείσας περὶ τῇ δίκῃ, ἐσκαλούμενος δὲ θᾶττον ἢ ᾤετο ἐς τὸν νοσοῦντα ἀνεβάλλετο, ὑβριστὴς δὲ ὢν ὁ τὰς δίκας ἐσκαλῶν οὐ συνεχώρει ταῦτα, ἀλλὰ παρήγαγεν αὐτὸν ἐς τὰ δικαστήρια ἄκοντά τε καὶ τοῦ γενείου ἕλκων. ὡς δὲ ἔσω παρῆλθε καὶ θαρραλέον μὲν ἐς τὸν βασιλέα εἶδεν, καιρὸν δὲ ᾔτησεν ὕδατος, αὐτὴν δὲ τὴν παραίτησιν ἐντρεχῶς διέθετο εἰπὼν καινόν σοι δόξει, μέγιστε αὐτοκράτορ, ἑαυτόν τις παραγραφόμενος μόνος ἀγωνίσασθαι τὴν δίκην ἐντολὰς οὐκ ἔχων1 ἀναπηδήσας ὁ αὐτοκράτωρ ἄνδρα τε οἷον οὔπω ἔγνωκα, τῶν ἐμαυτοῦ καιρῶν εὕρημα καὶ τὰ τοιαῦτα ἐκάλει τὸν Ἡλιόδωρον ἀνασείων τὴν χεῖρα καὶ τὸν κόλπον τῆς χλαμύδος. κατʼ ἀρχὰς μὲν οὖν ἐνέπεσέ τις καὶ ἡμῖν ὁρμὴ γέλωτος οἰομένοις, ὅτι διαπτύοι αὐτόν, ἐπεὶ δὲ ἱππεύειν αὐτῷ τε δημοσίᾳ ἔδωκε καὶ παισίν, ὁπόσους ἔχοι, ἐθαυμάζετο ἡ τύχη ὡς τὴν ἑαυτῆς ἰσχὺν ἐνδεικνυμένη διὰ τῶν οὕτω παραλόγων, καὶ πολλῷ πλέον τοῦτο ἐκ τῶν ἐφεξῆς ἐδηλοῦτο· ὡς γὰρ ξυνῆκεν ὁ Ἀράβιος, ὅτι κατὰ δαίμονα ἀγαθὸν τὰ πράγματα αὐτῷ προὔβαινεν, ἀπεχρήσατο τῇ φορᾷ τοῦ βασιλέως,2 καθάπερ τῶν ναυκλήρων οἱ τὰ ἱστία πλήρη ἀνασείοντες ἐν ταῖς εὐπλοίαις καὶ ὦ βασιλεῦ, ἔφη ἀνάθες μοι καιρὸν ἐς ἐπίδειξιν μελέτης, καὶ ὁ βασιλεὺς ἀκροῶμαι, εἶπε καὶ λέγε ἐς τόδε· ὁ Δημοσθένης ἐπὶ τοῦ Φιλίππου ἐκπεσὼν καὶ δειλίας φεύγων. μελετῶντι δὲ οὐ μόνον ἑαυτὸν εὔνουν παρεῖχεν, ἀλλʼ ἡτοίμαζε καὶ τὸν ἐξ ἄλλων ἔπαινον φοβερὸν βλέπων ἐς τοὺς μὴ ξὺν ἐπαίνῳ ἀκούοντας. καὶ μὴν καὶ προὐστήσατο αὐτὸν τῆς μεγίστης τῶν κατὰ τὴν Ῥώμην συνηγοριῶν ὡς ἐπιτηδειότερον δικαστηρίοις καὶ δίκαις. ἀποθανόντος δὲ τοῦ βασιλέως προσετάχθη μέν τις αὐτῷ νῆσος, λαβὼν δὲ ἐν τῇ νήσῳ φονικὴν αἰτίαν ἀνεπέμφθη ἐς τὴν Ῥώμην ὡς ἀπολογησόμενος τοῖς τῶν στρατοπέδων ἡγεμόσι, δόξαντι δὲ αὐτῷ καθαρῷ εἶναι τῆς αἰτίας ἐπανείθη καὶ ἡ νῆσος.3 καὶ γηράσκει ἐν τῇ Ῥώμῃ μήτε σπουδαζόμενος μήτε ἀμελούμενος.

既然命运在人事一切之上处于至尊,那么赫利奥多鲁斯亦不应被排斥于智者的圈子之外,因为他成了命运之奇诡权能的一场惊人之作。此人与其同僚一同被其故乡选派为前往凯尔特诸部族的诉讼代理人;但因其同僚患病,且有传言称皇帝正在撤销许多案件,赫利奥多鲁斯唯恐败诉,便急忙奔赴军营。然而,在比他预想更早被传唤到庭时,他便以同僚患病为由请求延期审理;但那名负责传唤诉讼之人性情傲慢,不予准许,反而扯着他的胡须,违背其意愿将他硬拉入法庭。但他走入其中,毫无惧色地注视着皇帝,并请求给予水钟的时间,且极为巧妙地提出这项请求,说道: “至高的皇帝啊,在没有委托指令的情形下,有人为自身提出异议却独自承担诉讼抗辩,在您看来定觉蹊跷。” 皇帝旋即一跃而起,一面挥动着手和斗篷的衣褶,一面称赫利奥多鲁斯为“我未曾相识之奇才,我这一时代之奇遇”及诸如此类之语。起初,我们亦不禁失笑,以为皇帝是在讥讽他;但当皇帝将公共开支的骑士身份赐予他本人及其所有子嗣时,人们无不对命运惊叹不已,视其为通过如此不近情理之事展现自身威能,而这一端倪在后来的事态发展中愈发显著。因为这位阿拉伯人察觉到,在善神的庇佑下事情进展顺利,便像那些在顺风中抖开满帆的船长一般,充分利用了皇帝的冲动热情,说道: “皇帝啊,请赐我一段时限以作演说拟演之展示。” 皇帝便道: “我听着呢;你就对此题目演说吧:德摩斯梯尼在腓力面前张口结舌,遂遭怯懦之控。” 在他进行拟演演说时,皇帝不仅自身表现得满怀善意,更严厉怒视那些听讲而未喝彩之人,从而为他博取了他人的赞赏。不仅如此,皇帝还因其更谙熟法庭与诉讼,而任命他执掌罗马最崇高的公职辩护之任。然而,待皇帝驾崩之后,他被指定流放到某座海岛;但在岛上蒙受杀人之罪名后,他被押送至罗马,以向诸军团长官申辩。在他被判定与该罪名无关之后,岛屿流放之刑亦被免除。如今他便在罗马安度晚年,既未受格外逢迎,亦未遭冷落忽视。

语法注3 条
  1. 2.32.1ἑαυτόν τις παραγραφόμενος μόνος ἀγωνίσασθαι τὴν δίκην ἐντολὰς οὐκ ἔχων

    此不定式短语作非人称表达 καινόν σοι δόξει(“在您看来定觉蹊跷”)的实际主语。作为 ἀγωνίσασθαι 逻辑主语的不定代词 τις(有人)并未采用通常宾格不定式构式中的宾格,而是采用主格,并与分词 παραγραφόμενος、ἔχων 以及形容词 μόνος 在主格上保持一致。反身代词 ἑαυτόν 作 παραγραφόμενος 的直接宾语,意为“为自身提出诉讼异议/抗辩”。

  2. 2.32.1ἀπεχρήσατο τῇ φορᾷ τοῦ βασιλέως

    动词 ἀποχράομαι 支配与格,在此取“充分利用、借势发挥”之义。名词 φορά 原指“奔流、冲力、势头”,此处喻指皇帝所表现出的澎湃热情与狂热恩宠。配合后文船长顺风张帆的比喻,该短语生动表达了他将皇帝当下的这股冲劲与热忱利用得淋漓尽致。

  3. 2.32.1δόξαντι δὲ αὐτῷ καθαρῷ εἶναι τῆς αἰτίας ἐπανείθη καὶ ἡ νῆσος

    与格分词结构 δόξαντι αὐτῷ 可以视为代替属格绝对结构的与格结构,或是依附于被动动词 ἐπανείθη 的关涉与格(就他而言被裁定……)。动词 ἐπανίημι(免除、撤回、宽宥)的被动不定过去时 ἐπανείθη 与主语 ἡ νῆσος(流放之岛)连用,转喻指对他在岛屿上的流放处罚亦被予以赦免或撤销。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.32.1