← 斐洛斯脱拉德

智者传

§2.33.1-2.33.4

拉文纳的阿斯帕西乌斯与同时代诸智者

斐洛斯特拉图斯详述了拉文纳智者阿斯帕西乌斯的文风、其刻苦习得的即兴才能、执掌罗马讲席的经历,以及他与作者本人的分歧及二人间的相互影响。随后作者批评了阿斯帕西乌斯起草帝国书函的缺陷,并在文末列举了几位因私交甚笃而选择避嫌不予详述的同代智者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.33.1

ἀσπάσιον δὲ τὸν σοφιστὴν Ῥάβεννα μὲν ἤνεγκεν, ἡ δὲ Ῥάβεννα Ἰταλοί, Δημητριανὸς δὲ ὁ πατὴρ ἐπαίδευσεν εὖ γιγνώσκων τοὺς κριτικοὺς τῶν λόγων. πολυμαθὴς δὲ ὁ Ἀσπάσιος καὶ πολυήκοος καὶ τὸ μὲν καινοπρεπὲς ἐπαινῶν, ἐς ἀπειροκαλίαν δὲ οὐδαμοῦ ἐκπίπτων ὑπὸ τοῦ ἐν καιρῷ χρῆσθαι οἷς γιγνώσκει.1 τουτὶ δέ που καὶ ἐν μουσικῇ κράτιστον, οἱ γὰρ καιροὶ τῶν τόνων λύρᾳ τε φωνὴν ἔδωκαν καὶ αὐλῷ καὶ μελῳδίαν ἐπαίδευσαν. ἐπιμεληθεὶς δὲ τοῦ δοκίμως τε καὶ σὺν ἀφελείᾳ ἑρμηνεύειν πνεύματός τε καὶ περιβολῆς ἠμέλησε, τὸ σχεδιάζειν τε ἐκ φύσεως οὐκ ἔχων πόνῳ παρεστήσατο.

拉文纳孕育了智者阿斯帕西乌斯,而拉文纳属于意大利人;其父德米特里阿努斯精通言辞的批评之法,悉心培养了他。阿斯帕西乌斯博学多闻,虽赞赏求新求异之风,却因能因时制宜地运用其所知,因而从未陷入俗鄙之流。这一点想必在音乐中亦是至要之理,因为音调的分寸与节拍赋予了里拉与长笛以声响,并调理出旋律。他致力于以纯正而质朴的风格表意,因而忽略了气势与铺陈;由于天生不具即兴之才,他便通过勤学苦练将其习得。

§2.33.2

ἦλθε δὲ καὶ ἐπὶ πολλὰ τῆς γῆς μέρη βασιλεῖ τε ξυνὼν καὶ καθʼ ἑαυτὸν μεταβαίνων. προὔστη δὲ καὶ τοῦ κατὰ τὴν Ῥώμην θρόνου νεάζων μὲν εὐδοκιμώτατος, γηράσκων δὲ ξὺν αἰτίᾳ τοῦ μὴ ἑτέρῳ  ἀποστῆναι βούλεσθαι. ἡ δὲ πρὸς τὸν Λήμνιον Φιλόστρατον τῷ Ἀσπασίῳ διαφορὰ ἤρξατο μὲν ἀπὸ τῆς Ῥώμης, ἐπέδωκε δὲ ἐν Ἰωνίᾳ ὑπὸ Κασσιανοῦ τε καὶ Αὐρηλίου τῶν σοφιστῶν αὐξηθεῖσα. ἦν δὲ αὐτοῖν ὁ μὲν Αὐρήλιος οἷος καὶ ἐν καπηλείοις μελετᾶν πρὸς τὸν ἐκεῖ οἶνον, ὁ δʼ οἷος θρασύνεσθαι μὲν ἐπὶ τὸν Ἀθήνησι θρόνον διὰ καιρούς, οἷς ἀπεχρήσατο, παιδεῦσαι δὲ μηδένα, πλὴν Περίγητος τοῦ Λυδοῦ. περὶ μὲν οὖν τοῦ τρόπου τῆς διαφορᾶς εἴρηταί μοι καὶ τί ἂν αὖθις ἑρμηνεύοιμι τὰ ἀποχρώντως δεδηλωμένα; τὸ δὲ εἶναί τι χρηστὸν καὶ παρʼ ἐχθροῦ εὑρέσθαι ἐν πολλοῖς μὲν τῶν ἀνθρωπίνων διεφάνη, μάλιστα δὲ ἐπὶ τῶν ἀνδρῶν τούτων· διενεχθέντε2 γὰρ ὁ μὲν ἀσπάσιος προσεποίησεν αὑτῷ τὸ σχεδιάζειν ξὺν εὐροίᾳ, ἐπειδὴ ὁ Φιλόστρατος καὶ τούτου τοῦ μέρους ἐλλογίμως εἶχεν, ὁ δʼ αὖ τὸν ἑαυτοῦ λόγον τέως ὑλομανοῦντα πρὸς τὴν ἀκρίβειαν τὴν ἐκείνου ἐκόλασεν.

他曾随侍皇帝,亦曾自行游历,走遍了天下的许多地方。他曾执掌罗马的讲席,年轻时享负盛名,年老时却因不肯让位与他人而招致非议。阿斯帕西乌斯与利姆诺斯人斐洛斯特拉图斯的争端始于罗马,后经智者卡西阿努斯与奥勒留的煽风点火,在爱奥尼亚愈演愈烈。这二人之中,奥勒留属于那种甚至会在小酒馆里配合那里的酒进行演说演习之徒;另一位卡西阿努斯则属于那种借着充分利用的局势,便妄图染指雅典讲席,却除吕底亚人佩里盖斯之外未曾培养过任何一人之徒。关于他们争端的情状,我早已有所论及,又何须再度阐述已经交代得十分详尽之事?然而,即便是从敌人身上也能有所获益这一道理,在许多人事中已昭然若揭,而在这两人身上尤为显著:因为在这两人失和之后,阿斯帕西乌斯为自己习得了流利的即兴演说能力,因为斐洛斯特拉图斯在此领域亦享有盛名;而斐洛斯特拉图斯反过来亦参照对方的严谨,规整了自己此前肆意芜杂的文风。

§2.33.3

ἡ δὲ ξυγγεγραμμένη ἐπιστολὴ τῷ Φιλοστράτῳ περὶ τοῦ πῶς χρὴ ἐπιστέλλειν πρὸς τὸν Ἀσπάσιον τείνει, ἐπειδὴ παρελθὼν ἐς βασιλείους ἐπιστολὰς τὰς μὲν ἀγωνιστικώτερον τοῦ δέοντος ἐπέστελλε, τὰς δὲ οὐ σαφῶς, ὧν οὐδέτερον βασιλεῖ πρέπον· αὐτοκράτωρ γὰρ δὴ ὁπότε ἐπιστέλλοι, οὐ δεῖ ἐνθυμημάτων οὐδʼ ἐπιχειρημάτων, ἀλλὰ δόξης, οὐδʼ αὖ ἀσαφείας, ἐπειδὴ νόμους φθέγγεται, σαφήνεια δὲ ἑρμηνεὺς νόμου.

斐洛斯特拉图斯所撰写的论如何书写信函的书信,实则是针对阿斯帕西乌斯而发,因为阿斯帕西乌斯在升任掌管皇家书函时,起草的信函有的过于好辩,超出了应有的尺度,有的则语义晦涩,而这二者皆非皇帝所宜;因为皇帝颁发书函时,所需的并非修辞推理或辩证争辩,而是天子之威仪与意志,亦绝不容晦涩,因为皇帝吐露即为法律,而明晰正是法律的阐释者。

§2.33.4

Παυσανίου μὲν οὖν μαθητὴς ὁ Ἀσπάσιος, Ἱπποδρόμου δὲ οὐκ ἀνήκοος, ἐπαίδευε δὲ κατὰ τὴν Ῥώμην ἱκανῶς γηράσκων, ὁπότε μοι ταῦτα ἐγράφετο. τοσαῦτα περὶ Ἀσπασίου. περὶ δὲ Φιλοστράτου Λημνίου καὶ τίς μὲν ἐν δικαστηρίοις ὁ ἀνὴρ οὗτος, τίς δὲ ἐν δημηγορίαις, τίς δὲ ἐν συγγράμμασι, τίς δὲ ἐν μελέταις, ὅσος δὲ ἐν σχεδίῳ λόγῳ, καὶ περὶ Νικαγόρου τοῦ Ἀθηναίου, ὃς καὶ τοῦ Ἐλευσινίου ἱεροῦ κήρυξ ἐστέφθη, καὶ Ἀψίνης ὁ Φοῖνιξ ἐφʼ ὅσον προὔβη3 μνήμης τε καὶ ἀκριβείας, οὐκ ἐμὲ δεῖ γράφειν, καὶ γὰρ ἂν καὶ ἀπιστηθείην ὡς χαρισάμενος, ἐπειδὴ φιλία μοι πρὸς αὐτοὺς ἦν.

阿斯帕西乌斯是保萨尼亚斯的门生,亦曾受教于希波德罗穆斯;在我写下这些文字时,他虽已老态龙钟,却仍在罗马任教。关于阿斯帕西乌斯便谈到这里。至于利姆诺斯人斐洛斯特拉图斯——他在法庭上、在公众演说中、在著述中、在演练中是何等人物,在即兴言辞中又具有何等造诣——以及雅典人尼卡戈拉斯(他曾被授予厄琉息斯圣殿传令官的桂冠),还有腓尼基人阿普西内斯在记忆力与严密性上达到了何等境界,则不该由我来书写;因为由于我与他们素有交情,我很可能会被怀疑是在偏私阿谀。

语法注3 条
  1. 2.33.1ὑπὸ τοῦ ἐν καιρῷ χρῆσθαι οἷς γιγνώσκει

    介词 ὑπό 接冠词定式 τοῦ χρῆσθαι 表示原因(“由于在合宜之时运用……”)。关系代词 οἷς 省略了指示代词先行词 τούτοις(即 τούτοις ἅ),并因动词 χρῆσθαι 支配与格而作与格或受先行词格位的吸引同化。

  2. 2.33.2διενεχθέντε

    动词 διαφέρω 的被动不定过去时分词阳性双数主格。它作为时间或原因分词短语,整体修饰随后分述的两个主语(“ὁ μὲν Ἀσπάσιος…… ὁ δʼ αὖ……”),体现了古典后期对双数格的修辞性运用。

  3. 2.33.4καὶ Ἀψίνης ὁ Φοῖνιξ ἐφʼ ὅσον προὔβη

    句式破格(破式倒错)。句子起初由介词 περί 支配的一系列属格短语(“περὶ δὲ Φιλοστράτου…… καὶ περὶ Νικαγόρου……”)引导,但随后“Ἀψίνης ὁ Φοῖνιξ”却突兀地以主格形式出现,转换为从属分句“ἐφʼ ὅσον προὔβη”的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.33.1-2.33.4