← 斐洛斯脱拉德

智者传

§2.31.1-2.31.3

著述家埃利亚努斯的文风与纯朴作风

本节记述了精通阿提卡方言、恪守罗马古风而终生未踏出意大利的著述家埃利亚努斯的生平、文风及其与菲洛斯特拉图斯关于抨击暴君的一段问答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.31.1

Αἰλιανὸς δὲ Ῥωμαῖος μὲν ἦν, ἠττίκιζε δέ, ὥσπερ οἱ ἐν τῇ μεσογείᾳ Ἀθηναῖοι. ἐπαίνου μοι δοκεῖ ἄξιος ὁ ἀνὴρ οὗτος, πρῶτον μέν, ἐπειδὴ καθαρὰν φωνὴν ἐξεπόνησε πόλιν οἰκῶν ἑτέρᾳ φωνῇ χρωμένην, ἔπειθʼ, ὅτι προσρηθεὶς σοφιστὴς ὑπὸ τῶν χαριζομένων τὰ τοιαῦτα οὐκ ἐπίστευσεν, οὐδὲ ἐκολάκευσε τὴν ἑαυτοῦ γνώμην, οὐδὲ ἐπήρθη ὑπὸ τοῦ ὀνόματος οὕτω μεγάλου ὄντος, ἀλλʼ ἑαυτὸν εὖ διασκεψάμενος ὡς μελέτῃ οὐκ ἐπιτήδειον τῷ ξυγγράφειν ἐπέθετο καὶ ἐθαυμάσθη ἐκ τούτου. ἡ μὲν ἐπίπαν ἰδέα τοῦ ἀνδρὸς ἀφέλεια προσβάλλουσά τι τῆς Νικοστράτου ὥρας, ἡ δὲ ἐνίοτε, πρὸς Δίωνα ὁρᾷ καὶ τὸν ἐκείνου τόνον.

埃利亚努斯虽是罗马人,却能操用如同内地雅典人一般纯正的阿提卡方言。此人在我看来值得称道:首先,是因为他在一座操用另一语言的城市中生活,却磨砺出纯正的语言;其次,是因为虽然那些以此类称号谄媚奉承之人称他为智者,他却并不信以为真,既不自我逢迎,亦未因如此崇高的名号而自命不凡,反而在切实审视自己并不适于拟演演说后,便致力于著述,并因此而为人称道。此人文章的整体风格在于质朴纯朴,带有几分尼科斯特拉图斯的优雅;然而时而亦能看出其面向狄翁及其充沛的气势。

§2.31.2

ἐντυχὼν δέ ποτε αὐτῷ Φιλόστρατος ὁ Λήμνιος βιβλίον ἔτι πρόχειρον ἔχοντι καὶ ἀναγιγνώσκοντι αὐτὸ σὺν ὀργῇ καὶ ἐπιτάσει τοῦ φθέγματος ἤρετο αὐτόν, ὅ τι σπουδάζοι, καὶ ὃς ἐκπεπόνηταί μοι ἔφη κατηγορία τοῦ Γύννιδος, καλῶ γὰρ οὕτω τὸν ἄρτι καθῃρημένον τύραννον, ἐπειδὴ ἀσελγείᾳ πάσῃ τὰ Ῥωμαίων ᾔσχυνε. καὶ ὁ Φιλόστρατος ἐγώ σε εἶπεν ἐθαύμαζον ἄν, εἰ ζῶντος κατηγόρησας.1 εἶναι γὰρ δὴ τὸ μὲν ζῶντα τύραννον ἐπικόπτειν ἀνδρός, τὸ δὲ ἐπεμβαίνειν κειμένῳ παντός.2

有一次,利姆诺斯的菲洛斯特拉图斯遇见他手中正拿着书稿、带着怒容与高亢语调朗读,便询问他在热衷于撰写何物,他答道: “我已精心撰就了针对‘妇人’的控词——我就是这般称呼那位刚刚被废黜的暴君的,因为他以各种肆无忌惮的淫乱辱没了罗马人的尊严。” 菲洛斯特拉图斯便说: “你若在他活着时对他提出控告,我倒会佩服你。” 因为制伏活着的暴君乃大丈夫所为,而践踏倒地之人则是人人皆可为之事的缘故。

§2.31.3

ἔφασκε δὲ ὁ ἀνὴρ οὗτος μηδʼ ἀποδεδημηκέναι ποι τῆς γῆς ὑπὲρ τὴν Ἰταλῶν χώραν, μηδὲ ἐμβῆναι ναῦν, μηδὲ γνῶναι θάλατταν, ὅθεν καὶ λόγου πλείονος κατὰ τὴν Ῥώμην ἠξιοῦτο ὡς τιμῶν τὰ ἤθη. Παυσανίου μὲν οὖν ἀκροατὴς ἐγένετο, ἐθαύμαζε δὲ τὸν Ἡρώδην ὡς ποικιλώτατον ῥητόρων. ἐβίω δὲ ὑπὲρ τὰ ἑξήκοντα ἔτη καὶ ἐτελεύτα οὐκ ἐπὶ παισίν, παιδοποιίαν γὰρ παρῃτήσατο τῷ μὴ γῆμαί ποτε. τοῦτο δὲ εἴτε εὔδαιμον εἴτε ἄθλιον οὐ τοῦ παρόντος καιροῦ φιλοσοφῆσαι.3

此人还曾坚称,自己从未走出国门去往意大利人领地以外的任何地方,从未登船,亦不识海洋;由此他在罗马亦因尊崇祖德民风而倍受器重。他曾是鲍萨尼亚斯的门生,却最为钦佩希罗德,视其为诸演说家中最富变化之人。他活过了六十余岁,临终并未留下子嗣,因为他终生未娶,谢绝了繁育后代之事。至于这究竟是幸事还是不幸,则非当前时机所宜加以论究者。

语法注3 条
  1. 2.31.2ἐθαύμαζον ἄν, εἰ ζῶντος κατηγόρησας

    由主句未完成过去时加ἄν(ἐθαύμαζον ἄν)与从句不定过去时(εἰ ... κατηγόρησας)构成的混合非真实条件句。从句表示与过去事实相反的假设(若当初在他活着时予以控告),主句则表示说话者基于此而产生的当前评价或态度(我如今便会佩服你)。

  2. 2.31.2τὸ μὲν ζῶντα τύραννον ἐπικόπτειν ἀνδρός, τὸ δὲ ἐπεμβαίνειν κειμένῳ παντός

    承接前面的 εἶναι γὰρ δή 的间接引语结构。两个带冠词不定词短语(τὸ μὲν ... ἐπικόπτειν 与 τὸ δὲ ... ἐπεμβαίνειν)作主语,谓语为表示特性或从属的属格(ἀνδρός,意指真正有胆魄的男子;παντός,意指任何人)。

  3. 2.31.3οὐ τοῦ παρόντος καιροῦ φιλοσοφῆσαι

    不定词 φιλοσοφῆσαι(论究、思考)作语法主语,属格短语 τοῦ παρόντος καιροῦ 作表语属格,表示适宜的范围或时机,意为“并非当下的时机所宜论究者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.31.1-2.31.3