- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.30.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
色萨利的菲利斯库斯借尤莉娅·多姆娜谋得雅典讲座却触怒卡拉卡拉皇帝,因出庭表现不佳被剥夺公役豁免权;文中随后记叙了他的演说风格与生卒情况。
Φιλίσκος δὲ ὁ Θετταλὸς Ἱπποδρόμῳ μὲν συνῆπται γένος, τοῦ δὲ Ἀθήνησι θρόνου προὔστη ἐτῶν ἑπτὰ τὴν ἀτέλειαν τὴν ἐπʼ αὐτῷ ἀφαιρεθείς,1 τουτὶ δὲ πῶς συνέβη, δηλῶσαι ἀνάγκη· Ἑορδαῖοι Μακεδόνες ʽἀνειπόντες ἐσʼ τὰς οἰκείας λειτουργίας τὸν Φιλίσκον, ὡς δὴ ὑπάρχον αὐτοῖς2 ἐπὶ πάντας τοὺς ἀπὸ μητέρων, ἐφίεσαν· τῆς δίκης τοίνυν γενομένης ἐπὶ τὸν αὐτοκράτορα, Ἀντωνῖνος δὲ ἦν ὁ τῆς φιλοσόφου παῖς Ἰουλίας, ἐστάλη ἐς τὴν Ῥώμην ὡς τὰ ἑαυτοῦ θησόμενος, καὶ προσρυεὶς τοῖς περὶ τὴν Ἰουλίαν γεωμέτραις τε καὶ φιλοσόφοις εὕρετο παρʼ αὐτῆς διὰ τοῦ βασιλέως τὸν Ἀθήνησι θρόνον. ὁ δʼ, ὥσπερ οἱ θεοὶ Ὁμήρῳ πεποίηνται οὐ πάντα ἑκόντες ἀλλήλοις διδόντες, ἀλλʼ ἔστιν ἃ καὶ ἄκοντες, οὕτω δὴ ἠγρίαινε καὶ χαλεπὸς ἦν ὡς περιδραμόντι, ὡς δὲ ἤκουσεν εἶναί τινα αὐτῷ καὶ δίκην, ἧς αὐτὸς ἀκροατὴς ἔσοιτο, κελεύει τὸν ἐπιτεταγμένον ταῖς δίκαις προειπεῖν οἱ τὸ μὴ διʼ ἑτέρου, διʼ ἑαυτοῦ δὲ ἀγωνίσασθαι. ἐπεὶ δὲ παρῆλθεν ἐς τὸ δικαστήριον, προσέκρουσε μὲν τὸ βάδισμα, προσέκρουσε δὲ ἡ στάσις, καὶ τὴν στολὴν οὐκ εὐσχήμων ἔδοξε καὶ τὴν φωνὴν μιξόθηλυς καὶ τὴν γλῶτταν ὕπτιος καὶ βλέπων ἑτέρωσέ ποι μᾶλλον ἢ ἐς τὰ νοούμενα· ἐκ τούτων ἀποστραφεὶς ὁ αὐτοκράτωρ ἐς τὸν Φιλίσκον ἐπεστόμιζεν αὐτὸν καὶ παρὰ πάντα τὸν λόγον διείρων ἐς αὐτὸν τοῦ ὕδατος καὶ ἐρωτήσεις ἐν αὐτῷ στενὰς ποιούμενος, ὡς δὲ οὐ πρὸς τὰ ἐρωτώμενα αἱ ἀποκρίσεις ἐγένοντο Φιλίσκου τὸν μὲν ἄνδρα ἔφη δείκνυσιν ἡ κόμη, τὸν δὲ ῥήτορα ἡ φωνή, καὶ μετὰ πολλὰς τοιαύτας ἐπικοπὰς ἐπήγαγεν ἑαυτὸν τοῖς Ἑορδαίοις. εἰπόντος δὲ τοῦ Φιλίσκου σύ μοι λειτουργιῶν ἀτέλειαν δέδωκας δοὺς τὸν Ἀθήνησι θρόνον ἀναβοήσας ὁ αὐτοκράτωρ οὔτε σὺ εἶπεν ἀτελὴς οὔτε ἄλλος οὐδεὶς τῶν παιδευόντων· οὐ γὰρ ἄν ποτε διὰ μικρὰ καὶ δύστηνα λογάρια τὰς πόλεις ἀφελοίμην τῶν λειτουργησόντων. ἀλλʼ ὅμως καὶ μετὰ ταῦτα Φιλοστράτῳ τῷ Λημνίῳ λειτουργιῶν ἀτέλειαν ἐπὶ μελέτῃ ἐψηφίσατο τέτταρα καὶ εἴκοσιν ἔτη γεγονότι. αἱ μὲν δὴ προφάσεις, διʼ ἃς ὁ Φιλίσκος ἀφῃρέθη τὸ εἶναι ἀτελής, αἵδε ἐγένοντο, μὴ ἀφαιρείσθω δὲ αὐτὸν τὰ περὶ τῷ βλέμματι καὶ τῷ φθέγματι καὶ σχήματι ἐλαττώματα τὸ μὴ οὐ κράτιστα ῥητόρων ἑλληνίσαι τε καὶ συνθεῖναι.3 ἡ δὲ ἰδέα τοῦ λόγου λάλος μᾶλλον ἢ ἐναγώνιος, διεφαίνετο δὲ αὐτῆς καὶ καθαρὰ ὀνόματα καὶ καινοπρεπὴς ἦχος. ἐτελεύτα μὲν οὖν ἐπὶ θυγατρὶ καὶ υἱῷ οὐδενὸς ἀξίῳ, μέτρον δὲ αὐτῷ τοῦ βίου ἔτη ἑπτὰ καὶ ἑξήκοντα. κεκτημένος δὲ Ἀθήνησι χωρίον οὐκ ἀηδὲς οὐκ ἐν αὐτῷ ἐτάφη, ἀλλʼ ἐν τῇ Ἀκαδημίᾳ, οὗ τίθησι τὸν ἀγῶνα ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ὁ πολέμαρχος.
色萨利的菲利斯库斯在血统上与希波德罗穆斯相联,他在被剥夺与该职位相关的免役特权后,仍主持雅典的讲座达七年之久;对此究竟如何发生,有必要予以说明。马其顿的埃奥尔代亚人将菲利斯库斯指派承担他们本地的公役,借口是对所有依母系所生者他们均享有此项权力,并就此提出了上诉。于是,当该诉讼呈报给皇帝——即哲学家尤莉娅之子安东尼努斯——审理时,菲利斯库斯前往罗马去处理自己的事务;他依附于聚集在尤莉娅身旁的几何学家与哲学家群体,通过她从皇帝那里求得了雅典的讲座。然而皇帝就像荷马笔下描摹的神祇那样,相互之间并非甘心情愿给予一切,而是有些事情亦出于勉强,因此对他大为恼火、严加抵触,视其为巧取钻营之人。当皇帝听说还有一桩关于菲利斯库斯的诉讼将由自己亲自审理时,便命主管诉讼的官吏预先通知他必须亲自辩护,不得通过代辩人。而当他步入法庭时,其步态令人不快,站姿令人不快,衣着显得不成体统,声音雌雄难辨,吐字懈怠拖沓,目光游移他处而非聚焦于所议之事。皇帝因这些表现而心生反感,不仅压制菲利斯库斯的话头,而且在通篇发言的水钟计时内对他插话,向他提出逼仄尖苛的质问;而当菲利斯库斯的回答答非所问时,皇帝说道: “你的头发显出你是个男子,你的声音却显出你是个修辞家。” 在多次如此打断之后,皇帝将胜诉判给了埃奥尔代亚人。当菲利斯库斯说: “您赐予我雅典的讲座,便是赐予了我免除公役的特权”时,皇帝厉声高呼道: “无论你还是其他任何从事教育之人,都不得免除!因为我绝不会为了微不足道、可怜兮兮的区区辞章,就让各城邦失去应服公役之人。” 然而尽管如此,在此之后,皇帝依然在利姆诺斯的菲洛斯特拉图斯二十四岁时,因其拟演演说而下令免除其公役。菲利斯库斯被剥夺免役身份的借口便是这些;但绝不可因其在目光、发声和体态上的欠缺,就抹杀他在操用希腊语及构篇章方面堪与最优秀的演说家媲美的事实。他的演说风格偏于娓娓清谈而非激烈争辩,但在其中显露出纯正的用词与新颖的声韵。他去世时留下了一个女儿和一个毫无出息的儿子,寿数为六十七岁。他在雅典拥有一处怡人的庄园,却未葬于其中,而是葬在阿卡德米亚——即军事执政官为阵亡将士举行葬礼竞技之处。
- 2.30.1τὴν ἀτέλειαν τὴν ἐπʼ αὐτῷ ἀφαιρεθείς
支配双宾格(人与物)的动词 ἀφαιρέω 用于被动语态分词(ἀφαιρεθείς),其表示事物的宾格(τὴν ἀτέλειαν)作为保留宾格保留下来,意为“被剥夺了与该职位相关的免役特权”。
- 2.30.1ὡς δὴ ὑπάρχον αὐτοῖς
由表示主观理由或借口的 ὡς 引导的无人称动词 ὑπάρχει 的绝对宾格结构,表示埃奥尔代亚人提出的理由或说辞:“声称这一权利属于他们”。
- 2.30.1τὸ μὴ οὐ κράτιστα ῥητόρων ἑλληνίσαι τε καὶ συνθεῖναι
位于表示阻碍或剥夺的否定祈使句(μὴ ἀφαιρείσθω...)之后的冠词不定式补足语。由于主句带有否定,不定式前依希腊语惯例使用双重否定 μὴ οὐ,意为“不可剥夺他在操用希腊语及构篇方面堪比最优者的名誉”。
