- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.29.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙尼科底亚修辞家奎里努斯的演说风格、出任国库诉讼人时坚守清贫与温和的品德、应对告发人与丧子之痛时的警句,以及他对哈德良之学的态度与生卒年岁。
Κυρίνῳ δὲ τῷ σοφιστῇ πατρὶς μὲν Νικομήδεια ἐγένετο, γένος δὲ οὔτε εὐδόκιμον οὔτε αὖ κατεγνωσμένον, ἀλλὰ φύσις ἀγαθὴ παραλαβεῖν μαθήματα καὶ παραδοῦναι βελτίων,1 οὐ γὰρ μνήμην μόνον, ἀλλὰ καὶ σαφήνειαν ἤσκει. κομματίας ὁ σοφιστὴς οὗτος καὶ περὶ μὲν τὰ θετικὰ τῶν χωρίων οὐ πολύς, ἐρρωμένος μὴν καὶ σφοδρὸς καὶ κατασεῖσαι δεινὸς ἀκροατοῦ ὦτα, καὶ γὰρ δὴ καὶ ἀπεσχεδίαζεν, προσφυέστερος δὲ ταῖς κατηγορίαις δοκῶν ἐπιστεύθη ἐκ βασιλέως τὴν τοῦ ταμιείου γλῶτταν,2 καὶ παρελθὼν ἐς τὸ δυνηθῆναί τι οὔτε βαρὺς οὔτε ἀλαζὼν ἔδοξεν, ἀλλὰ πρᾷός τε καὶ ἑαυτῷ ὅμοιος, οὔτε ἐρασιχρήματος, ἀλλʼ ὥσπερ τὸν Ἀριστείδην Ἀθηναῖοι ᾅδουσι μετὰ τὴν ἐπίταξιν τῶν φόρων καὶ τὰς νήσους ἐπανελθεῖν σφισιν ἐν τῷ προτέρῳ τρίβωνι, οὕτω καὶ ὁ Κυρῖνος ἀφίκετο ἐς τὰ ἑαυτοῦ ἤθη πενίᾳ σεμνυνόμενος. αἰτιωμένων δὲ αὐτὸν τῶν κατὰ τὴν Ἀσίαν ἐνδεικτῶν, ὡς πρᾳότερον περὶ τὰς κατηγορίας ἢ αὐτοὶ διδάσκουσιν καὶ μὴν καὶ πολλῷ βέλτιον εἶπεν ὑμᾶς λαβεῖν τὴν ἐμὴν πρᾳότητα ἢ ἐμὲ τὴν ὑμετέραν ὠμότητα. ἐνδειξάντων δὲ αὐτῶν καὶ πόλιν οὐ μεγάλην ἐπὶ πολλαῖς μυριάσιν ἐκράτει μὲν ὁ Κυρῖνος τὴν δίκην ἄκων μάλα,3 προσιόντες δὲ αὐτῷ οἱ ἐνδεῖκται αὕτη σε ἔφασαν ἡ δίκη ἀρεῖ μέγαν παρελθοῦσα ἐς τὰ τοῦ βασιλέως ὦτα. καὶ ὁ Κυρῖνος οὐκ ἐμοὶ πρέπον, ἔφη ἀλλʼ ὑμῖν ἐπὶ τῷ πόλιν ἀοίκητον εἰργάσθαι τιμᾶσθαι. ἐπὶ δὲ υἱῷ τελευτήσαντι παραμυθουμένων αὐτὸν τῶν προσηκόντων πότε εἶπεν ἀνὴρ ἢ νῦν δόξω;4 Ἀδριανοῦ δὲ ἀκροατὴς γενόμενος οὐ πᾶσιν ὡμολόγει τοῖς ἐκείνου, ἀλλʼ ἔστιν ἃ καὶ διέγραφεν οὐκ ὀρθῶς εἰρημένα. τέρμα δὲ αὐτῷ τοῦ βίου ἔτος ἑβδομηκοστὸν καὶ τὸ σῆμα οἴκοι.
对于修辞家奎里努斯而言,其故乡为尼科米底亚,门第既非显赫,亦非为人鄙弃;但他具备善于接纳学问的天资,而传授学问则更为卓越,因他不仅锻炼了记忆力,更锤炼了清晰的表达。这位修辞家文风简洁凝练,在处理通论题材时并不冗长,然而强劲有力、激越昂扬,善于震撼听众的耳朵;事实上,他亦能即兴发言。由于被认为更适于担当指控,他蒙皇帝委以国库诉讼人之职(“国库之舌”)。及至身居权位,他既不显骄横,亦不矜夸,而是温和宽厚、始终如一,且不贪求钱财。正如雅典人颂扬阿里斯提德斯在评定贡金、巡历诸岛之后,依旧身着旧日粗袍归来一样,奎里努斯亦复如此,安贫自重,回到自己的故里。当亚细亚的告发者们责备他在指控中比他们所指点的更为宽仁时,他说: “其实,你们采纳我的温和,远胜过我采纳你们的残酷。” 当他们告发一座规模不大的城邦,索要巨额款项,而奎里努斯极其勉强地打赢了这场诉讼时,告发者们上前对他说道: “这场胜诉一旦传入皇帝耳中,必将使你名声显赫。” 奎里努斯答道: “因令一座城邦化为荒无人烟而受到尊崇,这不合于我,倒正适合你们。” 当他的儿子去世、亲属们安慰他时,他说: “若非此时,更在何时我才能显出男子气概呢?” 他曾师从哈德良,但并未赞同其一切学说,对有些言论亦斥为不当。他在第七十个年头走完了生命历程,其坟墓建于故里。
- 2.29.1ἀλλὰ φύσις ἀγαθὴ παραλαβεῖν μαθήματα καὶ παραδοῦναι βελτίων
此处承接前文省略了谓语动词 ἐγένετο(配与格 αὐτῷ)。不定式 παραλαβεῖν 与 παραδοῦναι 作为说明性不定式(epexegetical infinitive),分别依附于形容词 ἀγαθή 和 βελτίων,表“在领受学业方面良好,在传授方面更胜一筹”。
- 2.29.1τὴν τοῦ ταμιείου γλῶτταν
被动动词 ἐπιστεύθη(“被托付”)保留的宾格(retained accusative)。主动语态结构为 πιστεύω τινί τι(向某人托付某物),变为被动后,人作主语,物仍保持宾格。“国库的舌头”是代指罗马帝国官职国库诉讼代理人(advocatus fisci)的借喻用法。
- 2.29.1ἐκράτει μὲν ὁ Κυρῖνος τὴν δίκην ἄκων μάλα
κρατέω 通常支配属格,但在搭配诉讼(δίκην)时,作类似同源/内部宾格使用,意为“赢得诉讼/胜诉”。ἄκων μάλα(“极不情愿地”)作主语奎里努斯的修饰性谓述形容词。
- 2.29.1πότε ... ἀνὴρ ἢ νῦν δόξω;
句式 πότε ... ἢ νῦν 构成反问:“若非此时,又在何时……?”。谓语主格 ἀνήρ 不仅指普通成年男子,更指在逆境中坚韧不屈的“真正大丈夫”。
