- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.3.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述佩加蒙的阿里斯托克勒斯之生平,他从逍遥学派转向修辞智者的过程、生活作风的骤变、受到希罗德的极力推崇,以及其演说风格的特质与局限。
ὀνομαστὸς ἐν σοφισταῖς καὶ Ἀριστοκλῆς ὁ ἐκ τοῦ Περγάμου, ὑπὲρ οὗ δηλώσω, ὁπόσα τῶν πρεσβυτέρων ἤκουον· ἐτέλει μὲν γὰρ ἐς ὑπάτους1 ὁ ἀνὴρ οὗτος, τὸν δὲ ἐκ παίδων ἐς ἥβην χρόνον τοὺς ἀπὸ τοῦ Περιπάτου φιλοσοφήσας λόγους ἐς τοὺς σοφιστὰς μετερρύη θαμίζων ἐν τῇ Ῥώμῃ τῷ Ἡρώδῃ διατιθεμένῳ σχεδίους λόγους.2 ὃν δὲ ἐφιλοσόφει χρόνον αὐχμηρὸς δοκῶν καὶ τραχὺς τὸ εἶδος καὶ δυσπινὴς τὴν ἐσθῆτα ἥβρυνε καὶ τὸν αὐχμὸν ἀπετρίψατο ἡδονάς τε, ὁπόσαι λυρῶν τε καὶ αὐλῶν καὶ εὐφωνίας εἰσί, πάσας ἐσηγάγετο ἐπὶ τὴν δίαιταν, ὥσπερ ἐπὶ θύρας αὐτῷ ἡκούσας,3 τὸν γὰρ πρὸ τοῦ χρόνον οὕτω κεκολασμένος4 ἀτάκτως ἐς τὰ θέατρα ἐφοίτα καὶ ἐπὶ τὴν τούτων ἠχώ. εὐδοκιμοῦντι δὲ αὐτῷ κατὰ τὸ Πέργαμον κἀξηρτημένῳ πᾶν τὸ ἐκείνῃ Ἑλληνικὸν ἐξελαύνων ὁ Ἡρώδης ἐς Πέργαμον ἔπεμψε τοὺς ἑαυτοῦ ὁμιλητὰς πάντας καὶ τὸν Ἀριστοκλέα ἦρεν, ὥσπερ τις Ἀθηνᾶς ψῆφος.5 ἡ δὲ ἰδέα τοῦ λόγου διαυγὴς μὲν καὶ ἀττικίζουσα, διαλέγεσθαι δὲ ἐπιτηδεία μᾶλλον ἢ ἀγωνίζεσθαι, χολή τε γὰρ ἄπεστι τοῦ λόγου καὶ ὁρμαὶ πρὸς βραχὺ αὐτή τε ἡ ἀττίκισις, εἰ παρὰ τὴν τοῦ Ἡρώδου γλῶτταν βασανίζοιτο, λεπτολογεῖσθαι δόξει μᾶλλον ἢ κρότου τε καὶ ἠχοῦς ξυγκεῖσθαι.6 ἐτελεύτα δὲ ὁ Ἀριστοκλῆς μεσαιπόλιος, ἄρτι προσβαίνων τῷ γηράσκειν.
在智者之中,声名显赫者还有来自佩加蒙的阿里斯托克勒斯,关于他,凡是我从先辈那里听闻的事情,我都将予以述说。盖此人曾位列执政官之班;然而在从童年到青年这一时期,他虽研习逍遥学派的哲学学说,但在罗马频繁往来于希罗德即兴演说之所时,却转投到了智者阵营。当他潜心哲学之时,外貌显得鄙陋粗俗,衣着肮脏,但他后来却变得风姿绰约,洗净了往日的腌臜,并将一切源于里拉琴、双笛与悦耳歌声的享乐全数引入自己的生活,宛若这些享乐自投其门一般;盖因在此之前他曾是如此自律,如今却毫无节制地出入剧场,追逐这些声律之韵。当他在佩加蒙名声大噪、令当地所有的希腊人尽皆依附之时,正游历至佩加蒙的希罗德将自己的全部门生尽皆遣往彼处,并推崇赞颂阿里斯托克勒斯,恰如雅典娜的决胜一票。他的演说风格虽然明澈且带有雅典雅语风格,但更适于对话交谈而非激烈抗辩;因为他的演说中缺乏辛辣刚烈之气,其情绪激扬亦不过转瞬即逝;而这种雅典风尚本身,倘若对照希罗德的言辞加以检验,便会被认为与其说由铿锵之音与共鸣组成,毋宁说更像是在细碎辞章上过分雕琢。阿里斯托克勒斯在发丝斑白、方才步入暮年之际离开了人世。
- 2.3.1ἐτέλει μὲν γὰρ ἐς ὑπάτους
动词 τελέω 接介词 ἐς 以及表示等级、阶层的宾格名词,属固定用法,意为“被列入……之列”或“享有……等级”。此处指阿里斯托克勒斯跻身罗马帝国的执政官级贵族(consulares)之列。
- 2.3.1θαμίζων ἐν τῇ Ῥώμῃ τῷ Ἡρώδῃ διατιθεμένῳ σχεδίους λόγους
动词 θαμίζω(常去、频繁拜访)支配与格 τῷ Ἡρώδῃ。现在分词 διατιθεμένῳ 与 Ἡρώδῃ 一致,并支配宾语 σχεδίους λόγους,表述希罗德在发表演说时阿里斯托克勒斯常去其座下的情景。
- 2.3.1ὥσπερ ἐπὶ θύρας αὐτῷ ἡκούσας
分词 ἡκούσας 为阴性复数宾格,与前面的 ἡδονάς 一致。与 ὥσπερ 连用构成了拟人化的比喻,意指诸般享乐仿佛自告奋勇送上门来一般。与格 αὐτῷ 为表关涉的与格(dative of reference)。
- 2.3.1τὸν γὰρ πρὸ τοῦ χρόνον οὕτω κεκολασμένος
短语 πρὸ τοῦ 是副词性成语,意为“在此之前”。完成时被动分词 κεκολασμένος(受节制的、克制的)与后面的主动词 ἐφοίτα 构成转折与让步关系,表达“此前他是如此自持,如今却毫无节制地出入”。
- 2.3.1ὥσπερ τις Ἀθηνᾶς ψῆφος
“雅典娜的选票”(Ἀθηνᾶς ψῆφος)源自阿利俄琶苟斯法庭神话的著名成语,指双方票数持平时雅典娜投下的救赎决胜票。在此作为隐喻,表示希罗德的认可与推崇犹如决定性的终审裁决,确立并巩固了阿里斯托克勒斯无人可撼动的声望。
- 2.3.1λεπτολογεῖσθαι δόξει μᾶλλον ἢ κρότου τε καὶ ἠχοῦς ξυγκεῖσθαι
主语为前文的 αὐτὴ ἡ ἀττίκισις。动词 δόξει 为人称构词法(而非无人称句),支配不定式 λεπτολογεῖσθαι 与 ξυγκεῖσθαι。ξυγκεῖσθαι 支配属格(κρότου τε καὶ ἠχοῦς),表示“由……组成”。
