← 斐洛斯脱拉德

智者传

§2.2.1

狄奥多托斯的政界生涯与出任讲席

叙述转向智者狄奥多托斯,记述其在雅典人对抗希罗德期间的政治活动、获马克鲁斯皇帝亲自钦选执掌首任修辞学讲席的过程,以及其兼顾法庭与智者修辞的演说特色。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2.1

ἐπὶ τὸν σοφιστὴν Θεόδοτον καλεῖ με ὁ λόγος. Θεόδοτος μὲν προὔστη καὶ τοῦ Ἀθηναίων δήμου κατὰ χρόνους, οὓς προσέκρουον Ἡρώδῃ Ἀθηναῖοι, καὶ ἐς ἀπέχθειαν φανερὰν οὐδεμίαν τῷ ἀνδρὶ ἀφίκετο, ἀλλʼ ἀφανῶς αὐτὸν ὑπεκάθητο δεινὸς ὢν χρῆσθαι τοῖς πράγμασιν, καὶ γὰρ δὴ καὶ τῶν ἀγοραίων εἷς οὗτος· τοῖς γοῦν ἀμφὶ τὸν Δημόστρατον οὕτω ξυνεκέκρατο, ὡς καὶ ξυνάρασθαί σφισι τῶν λόγων, οὓς ἐξεπόνουν πρὸς τὸν Ἡρώδην. προὔστη δὲ καὶ τῆς Ἀθηναίων νεότητος πρῶτος ἐπὶ ταῖς ἐκ βασιλέως μυρίαις.1 καὶ οὐ τοῦτό πω λόγου ἄξιον, οὐδὲ γὰρ πάντες οἱ ἐπιβατεύοντες τοῦ θρόνου τούτου λόγου ἄξιοι, ἀλλʼ ὅτι2 τοὺς μὲν Πλατωνείους καὶ τοὺς ἀπὸ τῆς Στοᾶς καὶ τοὺς ἀπὸ τοῦ Περιπάτου καὶ αὐτοῦ Ἐπικούρου προσέταξεν ὁ Μάρκος τῷ Ἡρώδῃ κρῖναι, τὸν δὲ ἄνδρα τοῦτον ἀπὸ τῆς περὶ αὐτὸν δόξης αὐτὸς ἐπέκρινε τοῖς νέοις ἀγωνιστὴν τῶν πολιτικῶν προσειπὼν λόγων καὶ ῥητορικῆς ὄφελος. ὁ ἀνὴρ οὗτος Λολλιανοῦ μὲν ἀκροατής, Ἡρώδου δὲ οὐκ ἀνήκοος. ἐβίω μὲν οὖν ὑπὲρ τὰ πεντήκοντα δυοῖν ἐτοῖν κατασχὼν τὸν θρόνον, τὴν δὲ ἰδέαν τῶν λόγων ἀποχρῶν3 καὶ τοῖς δικανικοῖς καὶ τοῖς ὑπερσοφιστεύουσιν.

我的叙述如今将我引向智者狄奥多托斯。在雅典人与希罗德发生冲突的时期,狄奥多托斯亦曾成为雅典民众的领袖;然而,他从未公开与此人为敌,而是暗中伺机图谋,因为他善于审时度势,且确实也是法庭诉讼辩护士之一。至少,他与德摩斯特拉图斯一派关系极为紧密,乃至一同参与推敲撰写他们针对希罗德所制定的演说词。此外,他还是第一位凭借皇帝赐予的一万德拉克马年薪而掌管雅典青年修辞讲席之人。然而这本身尚不足为道——盖并非所有登上这一讲席者皆值得一提——真正值得称述的,乃是在马尔库斯皇帝将挑选柏拉图派、斯多亚派、逍遥派乃至伊壁鸠鲁学派学者之任托付予希罗德之际,却根据此人素来的声望亲自钦定其任教青年,并赞誉他为“政治演说的角逐者与修辞学的良资”。此人曾是罗利阿努斯的门生,但也未尝没有聆听过希罗德的讲学。他活过了五十岁,执掌该讲席达两年之久;而在演说风格上,他既能满足法庭辩护士的诉求,亦能令那些追求精深智者之术者心悦诚服。

语法注3 条
  1. 2.2.1ἐπὶ ταῖς ἐκ βασιλέως μυρίαις

    前置词 ἐπί 接与格表示条件、酬劳或依据(“以……为薪俸/条件”)。阴性复数数词 μυρίαις 省略了习惯补出的币制名词 δραχμαῖς(“德拉克马”),全句意指“凭借皇帝赐予的一万德拉克马年薪”,指代马克鲁斯·奥勒留设立的官方修辞学讲席之待遇。

  2. 2.2.1ἀλλʼ ὅτι

    紧承前句 οὐ τοῦτό πω λόγου ἄξιον(“此事实不足为道”),ἀλλʼ ὅτι 引出一个形成对比的省略结构,下文暗含“真正值得称道者乃是……”(即补足 λόγου ἄξιόν ἐστι)。句子的核心脉络在于皇帝马克鲁斯委托希罗德选拔哲学家,却亲自将狄奥多托斯钦定给青年学子(αὐτὸς ἐπέκρινε)。

  3. 2.2.1τὴν δὲ ἰδέαν τῶν λόγων ἀποχρῶν

    宾格 τὴν ἰδέαν 用作限定/关系宾格(“就其演说的风格而言”),修饰主动现在分词 ἀποχρῶν(源自 ἀποχράω,“充足、称职、迎合”)。分词支配其后的两个并列与格 τοῖς δικανικοῖς 与 τοῖς ὑπερσοφιστεύουσιν,指其文风既足以胜任法庭诉讼的实际需求,又能满足那些炫耀高深智者技艺者的要求。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.2.1