- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.4.1-2.4.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了出身显贵却性情暴烈的智者安条克的生平、其避世与善举、与阿斯克勒庇俄斯神的交通,以及其兼具法庭与智者特色的演说风格、代表性拟辩论题与著述活动。
Ἀντίοχον δὲ τὸν σοφιστὴν αἱ Κιλίκων Αἰγαὶ ἤνεγκαν οὕτω τι εὐπατρίδην, ὡς νῦν ἔτι τὸ ἀπʼ αὐτοῦ γένος ὑπάτους εἶναι.1 αἰτίαν δὲ ἔχων δειλίας, ἐπεὶ μὴ παρῄει ἐς τὸν δῆμον, μηδὲ ἐς τὸ κοινὸν ἐπολίτευεν, οὐχ ὑμᾶς, εἶπεν ἀλλʼ ἐμαυτὸν δέδοικα, εἰδώς που τὴν ἑαυτοῦ χολὴν ἄκρατόν τε καὶ οὐ καθεκτὴν οὖσαν. ἀλλʼ ὅμως ὠφέλει τοὺς ἀστοὺς ἀπὸ τῆς οὐσίας, ὅ τι εἴη δυνατός, σῖτόν τε ἐπιδιδούς, ὁπότε τούτου δεομένους αἴσθοιτο, καὶ χρήματα ἐς τὰ πεπονηκότα τῶν ἔργων. τὰς δὲ πλείους τῶν νυκτῶν ἐς τὸ τοῦ Ἀσκληπιοῦ ἱερὸν ἀπεκάθευδεν ὑπέρ τε ὀνειράτων ὑπέρ τε ξυνουσίας, ὁπόση ἐγρηγορότων τε καὶ διαλεγομένων ἀλλήλοις, διελέγετο γὰρ αὐτῷ ἐγρηγορότι ὁ θεὸς καλὸν ἀγώνισμα ποιούμενος τῆς ἑαυτοῦ τέχνης τὸ τὰς νόσους ἐρύκειν τοῦ Ἀντιόχου.
智者安条克生于基利家的艾盖,其出身极为显贵,以至于直到如今其后嗣中仍有人位列执政官。由于他不参与公民大会,亦不投身公共政务,因而招致了懦怯的指责,他便说道:“我惧怕的不是你们,而是我自己”,盖因他自知脾气烈性难驯且不可遏制。尽管如此,他仍竭尽所能以自己的财产资助城邦公民,每逢察觉他们匮乏便赈济粮食,并出资修缮受损的公用建筑。他大部分夜晚都在阿斯克勒庇俄斯的圣所中度过并安睡,这不仅是为了寻求梦兆,也是为了享有清醒时互相对话的那种交往;因为当他清醒时,神明亦与他交谈,并将为安条克驱除疾患视作展现自己医术的绝佳竞技。
ἀκροατὴς ὁ Ἀντίοχος ἐν παισὶ μὲν Δαρδάνου τοῦ Ἀσσυρίου, προιὼν δὲ ἐς τὰ μειράκια Διονυσίου ἐγένετο τοῦ Μιλησίου κατέχοντος ἤδη τὴν Ἐφεσίων. διελέγετο μὲν οὖν οὐκ ἐπιτηδείως — φρονιμώτατος δʼ ἀνθρώπων γενόμενος διέβαλλεν αὐτὸ ὡς μειρακιῶδες, ἵνα ὑπερεωρακὼς αὐτοῦ μᾶλλον ἢ ἀπολειπόμενος φαίνοιτο — τὰ δὲ ἀμφὶ μελέτην ἐλλογιμώτατος· ἀσφαλὴς μὲν γὰρ ἐν ταῖς κατὰ σχῆμα προηγμέναις τῶν ὑποθέσεων, σφοδρὸς δὲ ἐν ταῖς κατηγορίαις καὶ ἐπιφοραῖς, εὐπρεπὴς δὲ τὰς ἀπολογίας καὶ τῷ ἠθικῷ ἰσχύων, καὶ καθάπαξ τὴν ἰδέαν τοῦ λόγου δικανικῆς μὲν σοφιστικώτερος, σοφιστικῆς δὲ δικανικώτερος. καὶ τὰ πάθη ἄριστα σοφιστῶν μετεχειρίσατο, οὐ γὰρ μονῳδίας ἀπεμήκυνεν, οὐδὲ θρήνους ὑποκειμένους, ἀλλʼ ἐβραχυλόγει αὐτὰ ξὺν διανοίαις λόγου κρείττοσιν, ὡς ἔκ τε τῶν ἄλλων ὑποθέσεων δηλοῦται καὶ μάλιστα ἐκ τῶνδε· κόρη βιασθεῖσα θάνατον ᾕρηται τοῦ βιασαμένου· μετὰ ταῦτα γέγονε παιδίον ἐκ τῆς βίας καὶ διαμιλλῶνται οἱ πάπποι, παρʼ ὁποτέρῳ τρέφοιτο τὸ παιδίον. ἀγωνιζόμενος οὖν ὑπὲρ τοῦ πρὸς πατρὸς πάππου ἀπόδος ἔφη τὸ παιδίον, ἀπόδος ἤδη, πρὶν γεύσηται μητρῴου γάλακτος. ἡ δὲ ἑτέρα ὑπόθεσις τοιαύτη· τύραννον καταθέμενον τὴν ἀρχὴν ἐπὶ τῷ ἐκλελύσθαι2 ἀπέκτεινέ τις εὐνοῦχος ὑπʼ αὐτοῦ γεγονὼς καὶ ἀπολογεῖται ὑπὲρ τοῦ φόνου. ἐνταῦθα τὸ μάλιστα ἐρρωμένον τῆς κατηγορίας τὸν περὶ τῶν σπονδῶν λόγον ἀπεώσατο3 περίνοιαν ἐγκαταμίξας τῷ πάθει· τίσι γὰρ ἔφη ταῦτα ὡμολόγησε; παισὶ γυναίοις μειρακίοις πρεσβύταις ἀνδράσιν· ἐγὼ δὲ ὄνομα ἐν ταῖς συνθήκαις οὐκ ἔχω. ἄριστα δὲ καὶ ὑπὲρ τῶν Κρητῶν ἀπολελόγηται τῶν κρινομένων ἐπὶ τῷ τοῦ Διὸς σήματι φυσιολογίᾳ τε καὶ θεολογίᾳ πάσῃ ἐναγωνισάμενος λαμπρῶς. τὰς μὲν οὖν μελέτας αὐτοσχεδίους ἐποιεῖτο, ἔμελε δὲ αὐτῷ καὶ φροντισμάτων, ὡς ἕτερά τε δηλοῖ τῶν ἐκείνου καὶ μάλιστα ἡ ἱστορία, ἐπίδειξιν γὰρ ἐν αὐτῇ πεποίηται λέξεώς τε καὶ ῥητορείας, ἐσποιῶν ἑαυτὸν καὶ τῷ φιλοκαλεῖν. περὶ δὲ τῆς τελευτῆς τοῦ ἀνδρός, οἱ μὲν ἑβδομηκοντούτην τεθνάναι αὐτόν, οἱ δὲ οὔπω, καὶ οἱ μὲν οἴκοι, οἱ δὲ ἑτέρωθι.4
安条克童年时师从亚述人达耳达诺斯,及至青年则受业于米利都的狄奥尼修斯,当时后者正执掌以弗所。他虽然并不擅长日常对谈——但他为人极富智谋,反将对谈贬斥为幼稚之举,以便显得自己是藐视它而非力所不逮——然而在拟题演练方面却极负盛名。他在借由曲笔隐喻展开的主题中沉稳妥帖,在控诉与驳斥中激昂刚劲,在辩护中优雅端庄且长于刻画品性;简言之,其演说风格若作为法庭演说则偏于智者风,若作为智者演说则偏于法庭风。他在抒发悲怆情绪方面冠绝群智,并不拖曳冗长的独唱独白,亦不铺陈卑微的哀鸣,而是以超越言辞的深刻思想将之凝练表达,这从其其余主题、尤其是从以下各例中可见一斑:一位遭强暴的少女抉择让施暴者偿命;此后因暴行而产下一子,两位祖父为应当在谁身边抚养该幼儿而互争不下。他代表父方祖父进行抗辩时说道:“交还那孩子,此刻便交还他,在他尝到母亲的乳汁之前。” 另一主题则如下所示:一位僭主在获得免责的条件下放弃了统治权,却被一位曾遭其施以宫刑的宦官所杀,该宦官为这一弑杀之罪自作辩护。在此案中,他将敏锐机敏与悲怆情感相融,击退了指控中最有力的一点、即关于停战和约的说辞,说道:“盖因他向谁许下了这些誓约?向幼童、妇人、少年、老者、成年的男人们;然而我在和约中却没有名字。” 此外,他还曾极其出色地为因宙斯之墓而受审的克里特人辩护,凭借自然学与全体神学进行了辉煌的抗辩。他的演练演说是即席作出的,但他亦用心于精心撰述之作,正如其其余著述、尤其是其《历史》所昭示的那样;他在其中展现了文辞与修辞的高超造诣,使自己亦跻身于追求典雅秀美之列。关于此人之死,有人说他享年七十岁而亡,有人则说尚不足此数;有人说他死于故里,有人则说死于异乡。
- 2.4.1οὕτω τι εὐπατρίδην, ὡς νῦν ἔτι τὸ ἀπʼ αὐτοῦ γένος ὑπάτους εἶναι
由 ὡς 引导的带不定词的结果从句。与相关副词 οὕτω(ς) 相应,ὡς 引出“宾格加不定词”结构(主语为 τὸ ἀπʼ αὐτοῦ γένος,表语为 ὑπάτους,动词为 εἶναι)。表语名词 ὑπάτους 采用复数形式,意指直至作者所处的时代,其后裔家族中仍不断有人位列执政官。
- 2.4.2ἐπὶ τῷ ἐκλελύσθαι
介词 ἐπί 支配带冠词的完成时被动态不定词与格(τῷ ἐκλελύσθαι),表示“在……条件之下”的契约或附带条件。动词 ἐκλύω 在被动态下意为从法律责任、诉追或惩处中“免除”或“获释”,指该僭主是在获得豁免与安全保障的前提下交出权力的。
- 2.4.2τὸ μάλιστα ἐρρωμένον τῆς κατηγορίας τὸν περὶ τῶν σπονδῶν λόγον ἀπεώσατο
句子的省略主语为安条克,主要动词为 ἀπεώσατο(击退/驳回)。直接宾语为中性分词的名词化短语 τὸ μάλιστα ἐρρωμένον(最强有力的部分),其后接表示部分的属格 τῆς κατηγορίας(指控的),而宾格短语 τὸν περὶ τῶν σπονδῶν λόγον(关于和约/誓约的论点)则作为同位语对其进行具体说明。
- 2.4.2οἱ μὲν ἑβδομηκοντούτην τεθνάναι αὐτόν, οἱ δὲ οὔπω, καὶ οἱ μὲν οἴκοι, οἱ δὲ ἑτέρωθι
省略了叙述动词(如 λέγουσι 或 φασί)的高度凝练的简略表达(brachylogy)。主干的“宾格加不定词”结构(αὐτὸν τεθνάναι)同样作为受支配成分,统摄随后的对比分句 οἱ δὲ οὔπω(“另有人则说尚不足七十岁”)以及副词短语 οἱ μὲν οἴκοι, οἱ δὲ ἑτέρωθι(“有人说在故乡,有人说在异地”)。
