- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.27.1-2.27.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节介绍了色萨利智者希波德罗摩斯的显赫家世、他在皮提亚赛会上秉公裁决的事迹,以及展现他宽厚谦逊、关爱提携后进青年的多则轶事。
μὴ δεύτερα τῶν προειρημένων σοφιστῶν μηδὲ Ἱππόδρομόν τις ἡγείσθω1 τὸν Θετταλὸν, τῶν μὲν γὰρ βελτίων φαίνεται, τῶν δὲ οὐκ οἶδα ὅ τι λείπεται. ἱπποδρόμῳ τοίνυν πατρὶς μὲν ἦν Λάρισσα πόλις εὖ πράττουσα ἐν Θετταλοῖς, πατὴρ δὲ Ὀλυμπιόδωρος παρελθὼν ἱπποτροφίᾳ Θετταλοὺς πάντας.
任何人都不应当认为色萨利的希波德罗摩斯逊色于前述诸位智者;因为他显然优于某些人,而对于其余之人,我亦不知他在何处有所欠缺。希波德罗摩斯的故乡是拉里萨,色萨利诸城中一座繁盛的城邦,其父奥林匹奥多罗斯在养马业上超越了所有色萨利人。
μεγάλου δὲ ἐν Θετταλίᾳ δοκοῦντος τοῦ καὶ ἅπαξ προστῆναι τῶν Πυθίων ὁ Ἱππόδρομος προέστη δὶς τῶν Πυθικῶν ἄθλων, πλούτῳ τε ὑπερήνεγκε τοὺς ἄνω καὶ κόσμῳ τῷ περὶ τὸν ἀγῶνα καὶ μεγέθει γνώμης καὶ δικαιότητι βραβευούσῃ τὸ εὐθύ. τὸ γοῦν περὶ τὸν τῆς τραγῳδίας ὑποκριτὴν ὑπʼ αὐτοῦ πραχθὲν οὐδὲ ὑπερβολὴν ἑτέρῳ καταλέλοιπε δικαιότητός τε καὶ γνώμης· Κλήμης γὰρ ὁ Βυζάντιος τραγῳδίας ὑποκριτὴς ἦν μὲν οἷος οὔπω τις τὴν τέχνην, νικῶν δὲ κατὰ τοὺς χρόνους, οὓς τὸ Βυζάντιον ἐπολιορκεῖτο, ἀπῄει ἁμαρτάνων τῆς νίκης, ὡς μὴ δοκοίη διʼ ἑνὸς ἀνδρὸς κηρύττεσθαι πόλις ὅπλα ἐπὶ Ῥωμαίους ἠρμένη. ἄριστα δὲ αὐτὸν ἀγωνισάμενον κἀν τοῖς Ἀμφικτυονικοῖς ἄθλοις οἱ μὲν Ἀμφικτύονες ἀπεψηφίζοντο τῆς νίκης2 δέει τῆς προειρημένης αἰτίας, ἀναπηδήσας δὲ ξὺν ὁρμῇ ὁ Ἱππόδρομος οὗτοι μὲν εἶπεν ἐρρώσθων ἐπιορκοῦντές τε καὶ παραγιγνώσκοντες τοῦ δικαίου, ἐγὼ δὲ Κλήμεντι τὴν νικῶσαν δίδωμι. ἐφέντος δὲ θατέρου τῶν ὑποκριτῶν ἐπὶ τὸν βασιλέα, ηὐδοκίμησε πάλιν ἡ τοῦ Ἱπποδρόμου ψῆφος, καὶ γὰρ δὴ καὶ ἐπὶ τῆς Ῥώμης ἐνίκα ὁ Βυζάντιος.
在色萨利,哪怕仅主持过一次皮提亚竞技会也被视为莫大的荣耀,然而希波德罗摩斯曾两度主持皮提亚赛会;他在财富、赛会的排场、胸襟的气度以及主持公道的正义感上,皆凌驾于前人之上。事实上,他在对待那位悲剧演员上的所作所为,在正义与胸襟方面未曾给旁人留下任何超越的余地:拜占庭的悲剧演员克莱门斯在技艺上是前所未有的杰出之人;但在拜占庭遭受围困的时期,他虽获胜,却丧失胜利离去,免得一个向罗马人动用武器的城邦显得因一人之功而获得宣扬。当他在近邻同盟竞技会上表现最为优异时,同盟成员因畏惧前述缘由意图表决剥夺其胜利;希波德罗摩斯却激愤地跃起说道: “就让这些人背弃誓言、践踏正义去吧,我将优胜之票投给克莱门斯。” 在另一位演员向皇帝上诉之后,希波德罗摩斯的裁决再次得到支持,因为这位拜占庭人确实在罗马亦赢得了胜利。
τοιοῦτος δὲ ὢν ἐς τὰ πλήθη θαυμασίᾳ πρᾳότητι ἐπὶ τὰς ἐπιδείξεις ἐχρῆτο· παραλαβὼν γὰρ τὴν τέχνην φίλαυτόν τε καὶ ἀλαζόνα οὔτε ἐς ἔπαινον ἑαυτοῦ κατέστη ποτὲ καὶ ἐπέκοπτε τὰς ὑπερβολὰς τῶν ἐπαίνων· βοώντων γοῦν ἐπʼ αὐτῷ ποτε τῶν Ἑλλήνων πολλὰ καὶ εὔφημα καί που καὶ τῷ Πολέμωνι ὁμοιούντων αὐτὸν τί μʼ ἀθανάτοισιν ἐίσκεις; ἔφη, οὔτε τὸν Πολέμωνα ἀφελόμενος τὸ νομίζεσθαι θεῖον ἄνδρα, οὔτε ἑαυτῷ διδοὺς τὸ τοιούτῳ ὁμοιοῦσθαι. Πρόκλου δὲ τοῦ Ναυκρατίτου πομπείαν οὐ πρεσβευτικὴν ξυνθέντος ἐπὶ πάντας τοὺς παιδεύοντας Ἀθήνησι καὶ τὸν Ἱππόδρομον ἐγκαταλέξαντος τῷ λοιδορησμῷ τούτῳ ἡμεῖς μὲν ᾠόμεθα λόγου ἀκροάσασθαι πρὸς τὴν τῶν εἰρημένων ἠχὼ ξυγκειμένου, ὁ δὲ οὐδὲν εἰπὼν φλαῦρον ἔπαινον εὐφημίας διεξῆλθεν, ἀρξάμενος ἀπὸ τοῦ ταὼ τοῦ ὄρνιθος ὡς ἀναπτεροῦντος αὐτὸν τοῦ ἐπαίνου. ὧδε μὲν δὴ διέκειτο πρὸς τοὺς ἑαυτοῦ πρεσβυτέρους καὶ χρόνῳ πολλῷ τε καὶ οὐ πολλῷ προειληφότας, ὡς δὲ καὶ πρὸς τοὺς ἰσήλικας εἶχεν, ὑπάρχει μαθεῖν ἐκ τῶνδε· νεανίας ἀπʼ Ἰωνίας ἥκων Ἀθήναζε διῄει ἐπαίνους τοῦ Ἡρακλείδου πέρα ἀχθηδόνος· ἰδὼν οὖν αὐτὸν ὁ Ἱππόδρομος ἐν τῇ ἀκροάσει ὁ νεανίας οὗτος ἔφη ἐρᾷ τοῦ ἑαυτοῦ διδασκάλου. καλὸν οὖν ξυλλαβεῖν αὐτῷ τῶν παιδικῶν· καὶ γὰρ ἂν καὶ ξὺν ἑρμαίῳ ἀπέλθοι μαθὼν ἐγκωμιάζειν. καὶ εἰπὼν ταῦτα ἔπαινον τοῦ Ἡρακλείδου διῆλθεν, οἷος ἐπʼ αὐτῷ οὔπω εἴρηται. τὰ δὲ ἐπὶ Διοδότῳ τῷ Καππαδόκῃ δάκρυα καὶ τὸ ἐσθῆτα μέλαιναν ἐπʼ αὐτῷ ἐνδῦναι φύσιν μὲν παρεσχημένῳ μελέτῃ ἐπιτηδείαν, ἐφήβῳ δὲ ἀποθανόντι πατέρα τοῦ Ἑλληνικοῦ ἐκήρυξε τὸν Ἱππόδρομον καὶ περιωπὴν ἔχοντα τοῦ καὶ μεθʼ ἑαυτὸν γενέσθαι τινὰς ἀριπρεπεῖς ἄνδρας. τουτὶ δὲ μάλιστα ἐν Ὀλυμπίᾳ ἐδήλωσεν· Φιλοστράτῳ γὰρ τῷ Λημνίῳ γνωρίμῳ μὲν ἑαυτοῦ ὄντι, δύο δὲ καὶ εἴκοσιν ἔτη γεγονότι ἀναρριπτοῦντί τινα αὐτοσχέδιον πλεῖστα μὲν ἐνέδωκε τῇ τέχνῃ τῶν ἐπαίνων, ὧν τε εἰπεῖν ἔδει καὶ μή, ἀξιούσης δὲ καὶ τὸν Ἱππόδρομον τῆς Ἑλλάδος αὐτίκα παριέναι, οὐκ ἐπαποδύσομαι ἔφη τοῖς ἐμαυτοῦ σπλάγχνοις.3 καὶ εἰπὼν ταῦτα ἀνεβάλετο τὴν ἀκρόασιν ἐπὶ τὴν τῆς θυσίας ἡμέραν. ταῦτα μὲν οὖν ἐχέτω μοι δήλωσιν ἀνδρὸς πεπαιδευμένου φιλανθρώπου τε καὶ πρᾴου τὸ ἦθος.
希波德罗摩斯面对大众时虽然如此刚毅,但在公开演说时却展现出惊人的温和:因为他继承的这门技艺原是自负而狂妄的,他却从未自吹自擂,并且时常制止过度的赞美。有一回希腊人向他发出许多吉庆的喝彩,并在某处将他比作波勒蒙时,他说道:“你何以将我比作不朽的神祇?”他既未剥夺波勒蒙被视为神圣之人的荣誉,亦未容许自己与这样的人物相提并论。当诺克拉提斯的普罗克洛斯作出一篇有失长者风范的恶毒漫骂,攻击在雅典执教的所有人,并将希波德罗摩斯亦列入这场诋毁中时,我们原本以为会听到一篇针对这些言论的反驳,但他未置任何恶言,反而自孔雀这种鸟类讲起,谓赞颂能令它扬起羽翼,发表了一篇颂扬善言的演说。他对长辈以及在资历上远近先于自己之人便是如此相待;至于他对待同辈的态度,则可由下述之事得知:有一位从爱奥尼亚来到雅典的青年,令人厌烦地过度称赞赫拉克利德斯;希波德罗摩斯在听众席上看到他,便说道: “这位年轻人深爱着自己的老师。既然如此,助他成全恋情乃是美事;因为他在学会如何撰写颂词之后,定能带着意外的收获离去。” 说完这番话,他便发表了一篇对赫拉克利德斯的赞辞,其精彩程度前所未闻。此外,他为卡帕多西亚的狄奥多托斯流下的泪水以及为他穿上黑色丧服之举——狄奥多托斯展现出适合研习演说的天资,却在青年时早逝——向天下宣告了希波德罗摩斯乃是希腊人之父,并且对在自己之后亦能涌现杰出之士心怀关切。这一点他在奥林匹亚表现得最为充分:他的知交、年仅二十二岁的利姆诺斯的斐洛斯特拉图斯尝试进行即席演说时,希波德罗摩斯在赞辞的技艺上,将极多该说与不该说的传授给他;当全希腊要求希波德罗摩斯本人亦立刻登台时,他说道: “我绝不脱去外衣与自己的骨肉同台相争。” 说完这话,他将演讲推迟至献祭之日。愿这些事迹在我看来足以表明他是一位受过良好教养、宽厚仁爱且性格温和的人。
- 2.27.1μὴ δεύτερα τῶν προειρημένων σοφιστῶν μηδὲ Ἱππόδρομόν τις ἡγείσθω
否定词 μὴ 与第三人称现在时命令式 ἡγείσθω 连用构成禁止句。中性复数 δεύτερα 作状语或谓语宾格(意为“次等的/劣于”),其后支配比较属格 τῶν προειρημένων σοφιστῶν。句式 μὴ... μηδέ 强调即使是希波德罗摩斯,亦不应被视作逊色于前述诸人。
- 2.27.2ἀπεψηφίζοντο τῆς νίκης
动词 ἀποψηφίζομαι 支配分离属格 τῆς νίκης,意为“以投票剥夺……的胜利”或“投票否决”。未完成过去时 ἀπεψηφίζοντο 宜理解为企图未完成体(conative imperfect,即“正试图通过投票剥夺其胜利”),从而与下文希波德罗摩斯挺身干预并逆转决定的情节完全吻合。
- 2.27.3οὐκ ἐπαποδύσομαι τοῖς ἐμαυτοῦ σπλάγχνοις
复合动词 ἐπαποδύομαι 支配与格 τοῖς ἐμαυτοῦ σπλάγχνοις,带有角力竞技的隐喻,意为“针对某人脱衣下场(即同台较量/抗衡)”。名词 τὰ σπλάγχνα(脏腑)在此喻指至亲骨肉或情同子嗣的爱徒,生动表现出希波德罗摩斯不愿与自己钟爱的年轻门生同台争胜的温厚长者风范。
