← 斐洛斯脱拉德

智者传

§2.26.1-2.26.6

吕基亚的赫拉克利德斯的治学与生平

记述了出身名门并曾任吕基亚大祭司的智者赫拉克利德斯被逐出雅典后在士麦那声誉鹊起的事迹,并叙述了他在皇帝面前即席演说的失误、财产被没收时的诙谐应对,以及他以勤补拙的治学与生平。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.26.1

ἀνὴρ ἐλλογιμώτατος καὶ Ἡρακλείδης ὁ Λύκιος καὶ τὰ οἴκοι μέν, ἐπειδὴ πατέρων τε ἀγαθῶν ἔφυ καὶ ἀρχιερεὺς Λυκίων ἐγένετο, τὴν δὲ λειτουργησίαν οὖσαν οὐ μεγάλου ἔθνους Ῥωμαίων μεγάλων ἀξιοῦσιν1 ὑπὲρ ξυμμαχίας, οἶμαι, παλαιᾶς, ἐλλογιμώτερος δὲ ὁ Ἡρακλείδης τὰ σοφιστικά, ἀποχρῶν μὲν γὰρ ξυνεῖναι, ἀποχρῶν δὲ ἑρμηνεῦσαι καὶ τοὺς ἀγῶνας ἀπέριττος καὶ τὰς πανηγυρικὰς ἐννοίας οὐχ ὑπερβακχεύων.

吕基亚的赫拉克利德斯在故乡亦是一位极负盛名的人物,因为他出身名门望族,曾任吕基亚人的大祭司;对于罗马人而言,这虽非一个大部族的公职,但据我推想,由于古老的盟约,他们仍视其值得享有崇高的荣誉。然而赫拉克利德斯在智者行当上更为声名显赫:因为他在领会能力上十分充裕,在表达能力上亦十分完备,在论辩竞争中不务繁复,在节日庆典的构思上亦不流于狂乱放纵。

§2.26.2

ἐκπεσὼν δὲ τοῦ θρόνου τοῦ Ἀθήνησι ξυστάντων ἐπʼ αὐτὸν τῶν Ἀπολλωνίου τοῦ Ναυκρατίτου ἑταίρων, ὧν πρῶτος καὶ μέσος καὶ τελευταῖος Μαρκιανὸς ὁ ἐκ Δολίχης ἐγένετο,2 ἐπὶ τὴν Σμύρναν ἐτράπετο θύουσαν μάλιστα δὴ πόλεων ταῖς τῶν σοφιστῶν Μούσαις. νεότητα μὲν οὖν Ἰωνικήν τε καὶ Λύδιον καὶ τὴν ἐκ Φρυγῶν καὶ Καρίας ξυνδραμεῖν ἐς Ἰωνίαν κατὰ ξυνουσίαν τοῦ ἀνδρὸς οὔπω μέγα, ἐπειδὴ ἀγχίθυρος ἁπάσαις ἡ Σμύρνα, ὁ δὲ ἦγε μὲν καὶ τὸ ἐκ τῆς Εὐρώπης Ἑλληνικόν, ἦγε δὲ τοὺς ἐκ τῆς ἑῴας νέους, πολλοὺς δὲ ἦγεν Αἰγυπτίων οὐκ ἀνηκόους αὐτοῦ ὄντας, ἐπειδὴ Πτολεμαίῳ τῷ Ναυκρατίτῃ κατὰ Αἴγυπτον περὶ σοφίας ἤρισεν. ἐνέπλησε μὲν δὴ τὴν Σμύρναν ὁμίλου λαμπροῦ, ὤνησε δὲ καὶ πλείω ἕτερα, ἃ ἐγὼ δηλώσω· πόλις ἐς ξένους πολλοὺς ἐπεστραμμένη ἄλλως τε καὶ σοφίας ἐρῶντας σωφρόνως μὲν βουλεύσει, σωφρόνως δὲ ἐκκλησιάσει φυλαττομένη δήπου τὸ ἐν πολλοῖς τε καὶ σπουδαίοις κακὴ ἁλίσκεσθαι, ἱερῶν τε ἐπιμελήσεται καὶ γυμνασίων καὶ κρηνῶν καὶ στοῶν, ἵνα ἀποχρῶσα τῷ ὁμίλῳ φαίνοιτο. ἑ??ʼ δὲ καὶ ναύκληρος ἡ πόλις εἴη, καθάπερ ἡ Σμύρνα, πολλὰ καὶ ἄφθονα αὐτοῖς ἡ θάλασσα δώσει. ξυνήρατο δὲ τῇ Σμύρνῃ καὶ τοῦ εἴδους ἐλαίου κρήνην ἐπισκευάσας ἐν τῷ τοῦ Ἀσκληπιοῦ γυμνασίῳ χρυσῆν τοῦ ὀρόφου, καὶ τὴν στεφανηφόρον ἀρχὴν παρʼ αὐτοῖς ἦρξεν, ἀφʼ ὧν τοῖς ἐνιαυτοῖς τίθενται Σμυρναῖοι τὰ ὀνόματα.

当诺克拉提斯的阿波罗尼奥斯的同党——其中为首、为核心亦为收尾的皆是多利刻的马尔基安努斯——联合起来反对他时,他被逐出了雅典的讲席,转而前往士麦那,这座城市比任何城邦都更热烈地向智者们的缪斯献祭。爱奥尼亚与吕底亚的青年,以及来自弗里吉亚和卡利亚的年轻人,为了与此人相聚而汇聚到爱奥尼亚,这还不足为奇,因为士麦那与所有这些地方相邻近;但他还吸引了来自欧洲的希腊人,吸引了东方的年轻人,还吸引了许多并非未曾听闻其名的埃及人,因为他曾在埃及与诺克拉提斯的托勒密较量智慧。他令士麦那充溢着辉煌的人群,但他带来的益处还远不止于此,正如我将要指明的那样:一个面向众多外邦人、尤其是面向热爱智慧者的城邦,其商议必会克制审慎,其召开公民大会亦会克制审慎,这无疑是为了防范在众多严肃正派的人面前显露出丑行;城邦亦会修葺神殿、体育场、泉水与柱廊,以便显得足以款待这庞大的人群。若这城邦如士麦那一般从事航海,大海亦会赐予他们丰足的财货。他还为士麦那的市容增色,在阿斯克勒庇俄斯的体育场修葺了一座带有镀金屋顶的橄榄油喷泉,并在他们中间担任了带冠大祭司的官职,士麦那人正是依据这一官职来为年代纪年。

§2.26.3

ἐπὶ Σεβήρου δὲ αὐτοκράτορός φασιν αὐτὸν σχεδίου λόγου ἐκπεσεῖν αὐλὴν καὶ δορυφόρους δείσαντα. τουτὶ δὲ ἀγοραῖος μέν τις παθὼν κἂν αἰτίαν λάβοι, τὸ γὰρ τῶν ἀγοραίων ἔθνος ἰταμοὶ καὶ θρασεῖς, σοφιστὴς δὲ ξυσπουδάζων μειρακίοις τὸ πολὺ τῆς ἡμέρας πῶς ἂν ἀντίσχοι ἐκπλήξει; ἐκκρούει γὰρ σχεδίου λόγου καὶ ἀκροατὴς σεμνῷ προσώπῳ καὶ βραδὺς ἔπαινος καὶ τὸ μὴ κροτεῖσθαι συνήθως, εἰ δὲ καί φθόνου ὑποκαθημένου ἑαυτὸν αἴσθοιτο, ὥσπερ ὁ Ἡρακλείδης τὸν τοῦ Ἀντιπάτρου τότε ὑφεωρᾶτο, ἧττον μὲν ἐνθυμηθήσεται, ἧττον δὲ εὐροήσει, αἱ γὰρ τοιαίδε ὑποψίαι γνώμης ἀχλὺς καὶ δεσμὰ γλώττης.

在塞维鲁皇帝统治时期,据说他因畏惧宫廷与近卫军,在一次即席演说中中途溃乱。若是市井讼师遭遇此事,固然可能会招致非难,因为市井之辈本性鲁莽大胆;但一位大半天都在与青年共同钻研学问的智者,又怎能经受得住这般惊骇?因为即便是一位神情威严的听众、迟缓的赞誉、乃至缺乏习以为常的喝彩,都会打乱即席演说;若是察觉到有潜伏的嫉恨在窥伺自己,正如赫拉克利德斯当时猜疑安提帕特鲁斯的嫉恨一样,他的构思便会迟钝,文思亦难以流畅,因为此类疑虑乃是心智之阴霾与舌端之锁链。

§2.26.4

ἱερὰς δὲ λέγεται κέδρους ἐκτεμὼν δημευθῆναι τὸ πολὺ τῆς οὐσίας, ὅτε δὴ καὶ ἀπιόντι αὐτῷ τοῦ δικαστηρίου ἐπηκολούθουν μὲν οἱ γνώριμοι παραμυθούμενοί τε καὶ ἀνέχοντες τὸν ἄνδρα, ἑνὸς δὲ αὐτῶν εἰπόντος ἀλλʼ οὐ μελέτην ἀφαιρήσεταί τις, ὦ Ἡρακλείδη, οὐδὲ τὸ ἐπʼ αὐτῇ κλέος, καὶ ἐπιρραψῳδήσαντος αὐτῷ τὸ εἷς δή που λοιπὸς κατερύκεται εὐρέϊ — φίσκῳ3 ἔφη, ἀστειότατα δὴ ἐπιπαίξας τοῖς ἑαυτοῦ κακοῖς.

据说他因砍伐圣雪松而导致大半家产被没收;当时他离开法庭,相识之人跟随着他,安慰并扶持着他,其中一人说道:“但是赫拉克利德斯啊,没有人能夺走你的演习之术,亦不能夺走附随其上的声名,”并接着向他吟诵道:“想必唯有一人依旧被扣留在广袤的——”赫拉克利德斯极其诙谐地拿自己的厄运开玩笑说:“——国库中!”

§2.26.5

δοκεῖ δὲ μάλιστα σοφιστῶν οὗτος τὴν ἐπιστήμην πόνῳ κατακτήσασθαι μὴ ξυγχωρούσης αὐτῷ τῆς φύσεως, καὶ ἔστιν αὐτῷ φρόντισμα οὐκ ἀηδές, βιβλίον ξύμμετρον, ὃ ἐπιγέγραπται Πόνου ἐγκώμιον, τὸ δὲ βιβλίον τοῦτο πρὸ χειρῶν ἔχων ἐνέτυχε Πτολεμαίῳ τῷ σοφιστῇ κατὰ τὴν Ναύκρατιν, ὁ δὲ ἤρετο αὐτόν, ὅ τι σπουδάζοι, τοῦ δὲ εἰπόντος, ὅτι πόνου εἴη ἐγκώμιον, αἰτήσας ὁ Πτολεμαῖος τὸ βιβλίον καὶ ἀπαλείψας τὸ πῖ4 ὥρα σοι ἔφη ἀναγιγνώσκειν τὸ ὄνομα τοῦ ἐγκωμίου. καὶ αἱ διαλέξεις δέ, ἃς Ἀπολλώνιος ὁ Ναυκρατίτης κατʼ αὐτοῦ διελέγετο, ὡς νωθροῦ καθάπτονται καὶ μοχθοῦντος.

在所有智者中,此人似乎最凭借勤奋劳苦而掌握了学识,因为天资并未惠及于他;他留有一部颇堪玩味、篇幅适度的著作,题为《劳苦颂》。他手持此书在诺克拉提斯遇见了智者托勒密,后者询问他正在研读何物;当赫拉克利德斯回答说是《劳苦颂》时,托勒密索要了该书,抹去了开头的字母Pi,说道:“该是你朗读这篇颂词标题的时候了。”诺克拉提斯的阿波罗尼奥斯针对他所作的辩驳,亦抨击他迟钝笨拙、费力劳苦。

§2.26.6

Ἡρακλείδου διδάσκαλοι Ἡρώδης μὲν τῶν οὐκ ἀληθῶς πεπιστευμένων, Ἀδριανὸς δὲ καὶ Χρῆστος ἐν γνησίοις, καὶ Ἀριστοκλέους δὲ ἠκροᾶσθαι αὐτὸν μὴ ἀπιστῶμεν. λέγεται δὲ καὶ γαστρὶ κοίλῃ χρήσασθαι καὶ πλεῖστα ὀψοφαγῆσαι, καὶ ἡ πολυφαγία αὕτη ἐς οὐδὲν αὐτῷ ἀποσκῆψαι. ἐτελεύτα γοῦν ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη ἄρτιος τὸ σῶμα καὶ τάφος μὲν αὐτῷ Λυκία λέγεται, ἐτελεύτα δὲ ἐπὶ θυγατρὶ καὶ ἀπελευθέροις οὐ σπουδαίοις,5 ὑφʼ ὧν καὶ τὴν Ῥητορικὴν ἐκληρονομήθη· ἡ δὲ Ῥητορικὴ γήδιον δεκατάλαντον ἦν αὐτῷ κατὰ τὴν Σμύρναν ἐωνημένον ἐκ τῶν ἀκροάσεων.

在赫拉克利德斯的师承中,希律属于被误信者之列,而哈德良与克雷斯图斯属于真正的老师之列,我们亦不必怀疑他曾听过阿里斯托克勒斯的讲学。据说他胃口极大,极喜饕餮美食,然而这种暴食并未给他带来任何恶果。无论如何,他去世时已逾八十岁,体格依然健朗,据说其陵墓在吕基亚;他身后留下了女儿和不肖的获释奴隶,他们甚至继承了“修辞学”——这“修辞学”是他凭讲学所得在士麦那附近购置的一处价值十塔兰同的小地产。

语法注5 条
  1. 2.26.1τὴν δὲ λειτουργησίαν οὖσαν οὐ μεγάλου ἔθνους Ῥωμαίων μεγάλων ἀξιοῦσιν

    动词 ἀξιόω 带宾格(τὴν λειτουργησίαν)和属格(μεγάλων),意为“认为某事值得……”。分词短语 οὖσαν οὐ μεγάλου ἔθνους 作让步性宾语补足语或修饰语(“尽管并非大部族的公职”),整句结构为“罗马人认为这一公职值得享有崇高待遇”。

  2. 2.26.2ὧν πρῶτος καὶ μέσος καὶ τελευταῖος Μαρκιανὸς ὁ ἐκ Δολίχης ἐγένετο

    成语性夸张修辞“第一、中间且最后”,意指马尔基安努斯在这场同党图谋中自始至终是唯一的核心首恶与策划者。关系代词 ὧν 的先行词为前文的 ἑταίρων。

  3. 2.26.4εἷς δή που λοιπὸς κατερύκεται εὐρέϊ — φίσκῳ

    此处借用了荷马《奥德赛》第4卷第498行(εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντῳ,“想必唯有一人依旧生还,被羁留在广袤的大海上”)的诗句。友人在吟咏至形容词 εὐρέϊ(“广袤的”)时,赫拉克利德斯巧妙地以与 πόντῳ 同样采用与格的 φίσκῳ(“国库/没收金”)截断并作结,以此自嘲家产被充公。

  4. 2.26.5ἀπαλείψας τὸ πῖ

    托勒密抹去了赫拉克利德斯书名《劳苦颂》(Πόνου ἐγκώμιον)的首字母 Pi(π),从而将其变为《驴子颂》(Ὄνου ἐγκώμιον),以此嘲弄赫拉克利德斯的迟钝笨拙宛如毛驴。

  5. 2.26.6ἐτελεύτα δὲ ἐπὶ θυγατρὶ καὶ ἀπελευθέροις οὐ σπουδαίοις

    介词 ἐπί 接与格在表示死亡的语境中构成惯用句式,意为“身后留下了(作为后嗣/亲属)……”。后文的关系从句 ὑφʼ ὧν 指代由他们继承了遗产。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.26.1-2.26.6