← 斐洛斯脱拉德

智者传

§2.27.4-2.27.6

希波德罗摩斯的节庆演说文风与晚年著作

希波德罗摩斯为操持家业辞去雅典教席,但仍坚持研习并在各大节庆演说。他在士麦那通过互换衣服进行即席演练令梅吉斯提阿斯大为惊叹,文中记录了他的演说风格、传世作品及晚年情况。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.27.4

τὸν δὲ Ἀθήνησι τῶν σοφιστῶν θρόνον κατασχὼν ἐτῶν που τεττάρων ἀπηνέχθη αὐτοῦ ὑπὸ τῆς γυναικὸς καὶ τοῦ πλούτου, ἐκείνη γὰρ ἐνεργοτάτη γυναικῶν ἐγένετο καὶ φύλαξ ἀγαθὴ χρημάτων, ἀμφοῖν τε ἀπόντων ἡ οὐσία ὑπεδίδου. τοῦ γε μὴν φοιτᾶν ἐς τὰς τῶν Ἑλλήνων πανηγύρεις οὐκ ἠμέλει, ἀλλʼ ἐθάμιζεν ἐς αὐτὰς ἐπιδείξεων ἕνεκα καὶ τοῦ μὴ ἀγνοεῖσθαι. βελτίων δὲ κἀκεῖνα ἐφαίνετο1 ὑπὸ τοῦ καὶ μετὰ τὸ πεπαῦσθαι τοῦ παιδεύειν ἀεὶ σπουδάζειν. ἱππόδρομος μὲν γὰρ δὴ πλεῖστα μὲν ἐξέμαθεν Ἑλλήνων τῶν γε μετὰ τὸν Καππαδόκην Ἀλέξανδρον μνήμην εὐτυχησάντων, πλεῖστα δὲ ἀνέγνω μετά γε Ἀμμώνιον τὸν ἀπὸ τοῦ Περιπάτου, ἐκείνου γὰρ πολυγραμματώτερον ἄνδρα οὔπω ἔγνων. μελέτης δὲ ὁ Ἱππόδρομος οὔτε ἐν ἀγρῷ διαιτώμενος ἠμέλει οὔτε ὁδοιπορῶν οὔτε ἐν Θετταλίᾳ, ἀλλὰ καὶ κρεῖττον ὄλβου κτῆμα ἐκάλει αὐτὴν ἐκ τῶν Εὐριπίδου τε ὕμνων καὶ Ἀμφίονος.

在雅典执掌智者教席约四年之后,他因妻子与家财的缘故离开了这一职位;因为他的妻子是妇人中最善于操持者,又是钱财的良善守护者,若两人皆不在场,家产便会消耗削减。然而,他并未忽视前往希腊人的节日庆典,反而为了公开演说以及免于被人遗忘,常常前往这些集会。此外,即便在停止任教之后,他因始终勤勉钻研,在这些方面亦显得比以往更为卓越。因为在继卡帕多西亚的亚历山大之后享有过人记忆力的希腊人中,希波德罗摩斯学到的知识最多;而在漫步学派的阿摩尼乌斯之后,他研读的书卷最多——实际上,我未曾见过比阿摩尼乌斯更为博学之人。希波德罗摩斯无论在乡村起居、在旅途奔波、抑或在色萨利之时,都从未荒废过演练;相反,他引述欧里庇得斯与安菲翁的赞歌,将其称为“胜过财富的至宝”。

§2.27.5

ἀγροικότερός τε ὢν τὸ εἶδος ὅμως ἀμήχανον εὐγένειαν ἐπεδήλου τοῖς ὄμμασι γοργόν τε καὶ φαιδρὸν βλέπων. τουτὶ δὲ καὶ Μεγιστίας ὁ Σμυρναῖος ἐν αὐτῷ καθεωρακέναι φησὶν οὐ τὰ δεύτερα τῶν φυσιογνωμονούντων νομισθείς· ἀφίκετο μὲν γὰρ ἐς τὴν Σμύρναν μετὰ τὸν Ἡρακλείδην ὁ Ἱππόδρομος οὔπω πρὸ τούτου ἥκων, ἀποβὰς δὲ τῆς νεὼς ἀπῄει ἐς ἀγοράν, εἴ τῳ ἐντύχοι πεπαιδευμένῳ τὰ ἐγχώρια. ἱερὸν δὲ κατιδὼν καὶ παιδαγωγούς τε προσκαθημένους ἀκολούθους τε παῖδας ἄχθη βιβλίων ἐν πήραις ἀνημμένους ξυνῆκεν, ὅτι παιδεύοι τις ἔνδον τῶν ἐπιφανῶν, καὶ ἔσω παρῄει καὶ προσειπὼν τὸν Μεγιστίαν ἐκάθητο ἐρωτῶν οὐδέν. ὁ μὲν δὴ Μεγιστίας ᾤετο ὑπὲρ μαθητῶν αὐτὸν διαλέξεσθαι οἱ, πατέρα ἴσως ἢ τροφέα παίδων ὄντα, καὶ ἤρετο, ὑπὲρ ὅτου ἥκοι, ὁ δὲ πεύσῃ ἔφη ἐπειδὰν αὐτοὶ γενώμεθα. διακωδωνίσας οὖν ὁ Μεγιστίας τὰ μειράκια2 λέγε, ἔφη ὅ τι βούλει. καὶ ὁ Ἱππόδρομος ἀντιδῶμεν ἀλλήλοις τὴν ἐσθῆτα εἶπεν, ἦν δὲ ἄρα τῷ μὲν Ἱπποδρόμῳ χλαμύς, τῷ δὲ αὖ δημηγορικὸν ἱμάτιον. καὶ τίνα σοι νοῦν ἔχει τοῦτο; ἦ δʼ ὁ Μεγιστίας. ἐπίδειξιν ἔφη σοι μελέτης ποιήσασθαι βούλομαι. δαιμονᾶν μὲν οὖν αὐτὸν ᾠήθη ταῦτα ἐπαγγείλαντα καὶ τὴν γνώμην ἐλαύνεσθαι, τὰς βολὰς δὲ ἀνασκοπῶν τῶν ὀμμάτων καὶ ὁρῶν αὐτὸν ἔννουν καὶ καθεστηκότα ἀντέδωκε τὴν ἐσθῆτα ὑπόθεσίν τε αἰτήσαντι προὔβαλε τὸν μάγον τὸν ἀποθνήσκειν ἀξιοῦντα, ἐπειδὴ μὴ ἐδυνήθη ἀποκτεῖναι μάγον μοιχόν. ὡς δὲ ἱζήσας ἐπὶ τοῦ θρόνου καὶ σμικρὸν ἐπισχὼν ἀνεπήδησεν, μᾶλλον ἐσῄει τὸν Μεγιστίαν ὁ τῆς μανίας λόγος καὶ τὰ πλεονεκτήματα ἐμβροντησίαν ᾤετο, ἀρξαμένου δὲ τῆς ὑποθέσεως καὶ εἰπόντος ἀλλʼ ἐμαυτόν γε δύναμαι ἐξέπεσεν ἑαυτοῦ ὑπὸ θαύματος καὶ προσδραμὼν αὐτῷ ἱκέτευε μαθεῖν, ὅστις εἴη. εἰμὶ μὲν ἔφη ἱππόδρομος ὁ Θετταλός, ἥκω δέ σοι ἐγγυμνασόμενος, ἵνʼ ἐκμάθοιμι διʼ ἑνὸς ἀνδρὸς οὕτω πεπαιδευμένου τὸ ἦθος τῆς Ἰωνικῆς ἀκροάσεως. ἀλλʼ ὅρα με διʼ ὅλης τῆς ὑποθέσεως. περὶ τέρμα δὲ τοῦ λόγου δρόμος ὑπὸ τῶν κατὰ τὴν Σμύρναν πεπαιδευμένων ἐπὶ τὰς τοῦ Μεγιστίου θύρας ἐγένετο, ταχείας τῆς φήμης διαδοθείσης ἐς πάντας ἐπιχωριάζειν αὐτοῖς τὸν Ἱππόδρομον, ὁ δὲ ἀναλαβὼν τὴν ὑπόθεσιν ἑτέρᾳ δυνάμει μετεχειρίσατο τὰς ἤδη εἰρημένας ἐννοίας παρελθών τε ἐς τὸ κοινὸν τῶν Σμυρναίων ἀνὴρ ἔδοξε θαυμάσιος καὶ οἷος ἐν τοῖς πρὸ αὐτοῦ γράφεσθαι.

他虽然相貌偏于粗鄙,然而双目却展现出不可思议的高贵,目光既威猛又明亮。士麦那的梅吉斯提阿斯——一位在相面术上被公认为不落人后的人物——亦声称在希波德罗摩斯身上看出了这一点。赫拉克利德斯去世之后,希波德罗摩斯来到了此前从未造访过的士麦那;他一下船便前往广场,探寻是否能偶遇当地受过良好教养之人。当他望见一座神殿,看到随从的伴席教师端坐其旁,侍从少年们背负着皮囊系着的沉重书卷,便领会到必有名士正在里面授业;于是他步入其中,向梅吉斯提阿斯致意后便静坐一旁,未置一词。梅吉斯提阿斯以为他或许是孩童的父亲或抚养者,前来与自己商谈学生之事,便询问他因何而来;希波德罗摩斯却说道: “等我们独处时你便会知晓。” 于是梅吉斯提阿斯对少年们考核完毕后将他们遣出,说道: “请讲你所愿之事。” 希波德罗摩斯说道: “让我们彼此交换衣服吧。”原来希波德罗摩斯身着一件披风,而梅吉斯提阿斯则穿着演说家的长袍。 “你这样做究竟有何用意?”梅吉斯提阿斯问道。 “我想为你展示一番我的演练之术。”他回答道。 梅吉斯提阿斯初时以为提出这般要求的人必定是着了魔、神志失常;然而他仔细端详其眼神,见他神情沉静且思虑周全,便同他交换了衣物。当希波德罗摩斯索求辩题时,梅吉斯提阿斯为他提出了“巫师因未能杀死通奸的巫师而请求受死”这一题目。然而当希波德罗摩斯在座椅上坐定,片刻停顿后霍然跃起,疯狂的疑虑便更加充斥在梅吉斯提阿斯心头,将其非凡的举止当成了神魂颠倒的狂乱。可是当希波德罗摩斯开讲辩题,朗声道: “然而我至少能够杀死我自己!” 梅吉斯提阿斯因惊叹而完全失态,奔向他并恳求得知他究竟是何人。 希波德罗摩斯说道: “我是色萨利的希波德罗摩斯;我来此同你一起切磋,是为了通过这样一位学识渊博之人,了解爱奥尼亚听众的风尚。请看我将整篇辩题讲完。” 演讲行将结束之际,士麦那的有教养之士纷纷奔至梅吉斯提阿斯的门前,因为希波德罗摩斯正在造访他们城邦的消息早已迅速传遍众人。希波德罗摩斯重新展开辩题,以别样的气势阐发此前讲过的意念;当他走向士麦那公众集会时,众人皆视其为卓越非凡之人,足以与前代大师并列名册。

§2.27.6

ἦν δὲ αὐτῷ τὰ μὲν τῆς διαλέξεως Πλάτωνος ἀνημμένα καὶ Δίωνος, τὰ δὲ τῆς μελέτης κατὰ τὸν Πολέμωνα ἐρρωμένα καὶ που καὶ ποτιμώτερα, τὰ δὲ τῆς εὐροίας οἷα τοῖς ἀλύπως ἀναγιγνώσκουσι τὰ σφόδρα αὐτοῖς καθωμιλημένα. Νικαγόρου δὲ τοῦ σοφιστοῦ μητέρα σοφιστῶν τὴν τραγῳδίαν προσειπόντος διορθούμενος ὁ Ἱππόδρομος τὸν λόγον ἐγὼ δὲ ἔφη πατέρα Ὅμηρον. ἐσπούδαζε δὲ καὶ ἀπὸ Ἀρχιλόχου καλῶν τὸν μὲν Ὅμηρον φωνὴν σοφιστῶν, τὸν δὲ Ἀρχίλοχον πνεῦμα. μελέται μὲν δὴ τοῦ ἀνδρὸς τούτου τριάκοντα ἴσως, ἄρισται δὲ αὐτῶν οἱ Καταναῖοι καὶ οἱ Σκύθαι καὶ ὁ Δημάδης ὁ μὴ ξυγχωρῶν ἀφίστασθαι Ἀλεξάνδρου ἐν Ἰνδοῖς ὄντος. ᾅδονται δὲ αὐτοῦ καὶ λυρικοὶ νόμοι, καὶ γὰρ δὴ καὶ τῆς νομικῆς λύρας ἥπτετο. ἐτελεύτα δὲ ἀμφὶ τὰ ἑβδομήκοντα καὶ οἴκοι καὶ ἐπὶ υἱῷ ἀγροῦ μὲν προστῆναι καὶ οἰκίας ἱκανῷ, παραπλῆγι δὲ καὶ ἔκφρονι, τὰ δὲ τῶν σοφιστῶν οὐ πεπαιδευμένῳ.3

他的言辞中,即席绪论部分承袭柏拉图与狄翁的传统,即兴辩论部分则依循波勒蒙之风而苍劲有力,甚至在某处更具吸引力;其流畅之态宛如毫无阻滞地朗读自己极度熟稔的文章。当智者尼卡戈拉斯称悲剧为“智者之母”时,希波德罗摩斯纠正其言论道: “而我则称荷马为智者之父。” 他亦极为推崇阿尔基洛科斯,称荷马为智者的嗓音,而阿尔基洛科斯为智者的气魄。此人传世的演习文大约有三十篇,其中最优秀的为《卡塔尼亚人》、《斯基泰人》以及《亚历山大身在印度之际阻止众人背叛的德马德斯》。人们亦传唱他的抒情诗乐调,因为他也曾涉猎传统的竖琴雅乐。他在约七十岁时于家中辞世,留下了一个虽有能力掌管田庄与门户,却精神错乱、癫狂无知且未曾受过智者技艺教养的儿子。

语法注3 条
  1. 2.27.4βελτίων δὲ κἀκεῖνα ἐφαίνετο

    κἀκεῖνα(即 καὶ ἐκεῖνα)为关系宾格(或内部限定宾格),作副词性修饰,意为“在那些方面(过去的教职或演说造诣)亦然”,用以限定表语形容词 βελτίων。

  2. 2.27.5διακωδωνίσας οὖν ὁ Μεγιστίας τὰ μειράκια

    动词 διακωδωνίζω 字面意为“摇铃测试”,引申为“审验、考核”。在此语境中,指梅吉斯提阿斯对听讲的少年弟子进行考核测试后将他们遣出房间。

  3. 2.27.6ἐπὶ υἱῷ ἀγροῦ μὲν προστῆναι καὶ οἰκίας ἱκανῷ, παραπλῆγι δὲ καὶ ἔκφρονι, τὰ δὲ τῶν σοφιστῶν οὐ πεπαιδευμένῳ

    紧随 ἐτελεύτα 之后的介词短语 ἐπὶ υἱῷ 表示伴随条件或情状,意为“留下一个儿子”。后接的各个定语(ἱκανῷ、παραπλῆγι、ἔκφρονι、οὐ πεπαιδευμένῳ)均与 υἱῷ 保持与格一致,将儿子具备管理田产之才与发疯失智、未受智者技艺熏陶的矛盾状态并列对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.27.4-2.27.6