- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.25.1-2.25.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了福西亚的智者赫尔谟克拉忒斯的卓越天赋与显赫家世,交代了他因母亲不贞而起的家庭争端、肆意挥霍的放荡生活、与安提帕特鲁斯之女的联姻波折、向塞维鲁皇帝请赐的轶事,以及他作为演说家的绝伦魅力与早逝。
πολὺς ἐν σοφιστῶν κύκλῳ καὶ Ἑρμοκράτης ὁ Φωκαεὺς ᾅδεται1 φύσεως ἰσχὺν δηλώσας παρὰ πάντας, οὓς ἑρμηνεύω, οὐδενὶ γὰρ θαυμασίῳ σοφιστῇ ξυγγενόμενος, ἀλλὰ Ῥουφίνου τοῦ Σμυρναίου ἀκηκοὼς τὰ σοφιστικὰ τολμῶντος μᾶλλον ἢ κατορθοῦντος ἑρμήνευσε ποικιλώτατα Ἑλλήνων καὶ ἔγνω καὶ ἔταξεν, οὐ τὰς μὲν τῶν ὑποθέσεων, τὰς δὲ οὐχί, ἅπαξ δὲ πάσας τὰς μελετωμένας, καὶ γὰρ δὴ καὶ τὰς ἐσχηματισμένας εὖ διέθετο ἀμφιβολίας τε πλείστας ἐπινοήσας καὶ τὸ σημαινόμενον ἐγκαταμίξας τῷ ὑφειμένῳ.
在智者们的圈子里,福西亚的赫尔谟克拉忒斯亦备受颂扬,展现出超越我所记述的一切人物的天赋力量。因为他未曾跟随任何令人惊叹的智者学习,而仅仅听过士麦那的鲁菲努斯讲学——此人在智者技艺上勇于尝试多于取得成就——然而他的措辞表达、构思与谋篇布局,在希腊人中皆称得上最为繁复多姿;他并非某些论题发挥出色而另一些则否,而是一举精通所有演习的题目;事实上,他亦极善于处置拟装演说,构思出极多的含蓄双关,并将隐微的本意融汇于低缓的语调之中。
πάππος μὲν δὴ αὐτῷ ἐγένετο Ἄτταλος ὁ Πολέμωνος τοῦ σοφιστοῦ παῖς, πατὴρ δὲ Ῥουφινιανὸς ὁ ἐκ Φωκαίας, ἀνὴρ ὕπατος Καλλιστὼ γήμας τὴν Ἀττάλου. τελευτήσαντος δὲ αὐτῷ τοῦ πατρὸς ἐς διαφορὰν κατέστη πρὸς τὴν ἑαυτοῦ μητέρα οὕτω τι ἀπαραίτητον, ὡς μηδὲ δάκρυον ἐπʼ αὐτῷ τὴν Καλλιστὼ ἀφεῖναι ἐν μειρακίῳ ἀποθανόντι, ὅτε δὴ καὶ τοῖς πολεμιωτάτοις ἐλεεινὰ τὰ τῆς ἡλικίας φαίνεται. καὶ τοῦτο οὑτωσὶ μὲν ἀκούσαντι κακίᾳ τοῦ μειρακίου προσκείσεται μᾶλλον, εἰ μηδὲ μήτηρ ἐπʼ αὐτῷ τι ἔπαθεν, λογιζομένῳ δὲ τὴν αἰτίαν καὶ ὅτι τὴν μητέρα ἀπέστερξεν ἐπὶ δούλου ἔρωτι, ὁ μὲν ξυμβαίνων τοῖς νόμοις φαίνοιτο ἄν, οἳ δεδώκασι τὸ ἐπὶ ταῖς τοιαῖσδε αἰτίαις καὶ ἀποκτείνειν,2 ἡ δὲ ἀξία μισεῖν καὶ τοῖς οὐ προσήκουσιν ὑπὲρ ὧν ἑαυτήν τε καὶ τὸν υἱὸν ᾔσχυνεν.
他的祖父是智者波勒蒙之子阿塔卢斯,其父是来自福西亚的鲁菲尼亚努斯,一位曾任执政官的人物,迎娶了阿塔卢斯之女卡利斯托。在其父去世后,他与亲生母亲陷入了如此不可调和的争端,以至于当他在青春年华夭折之时,卡利斯托竟未曾为他流下一滴眼泪;而青春岁月本是即便在最凶险的仇敌看来亦觉堪怜的年纪。对此事,仅仅这般听闻之人,若见连母亲都对他毫无悲情,多半会将其归咎于这青年的恶劣品行;然而,若有人深究其缘由,得知他是因母亲私通奴隶而与其断绝恩情,便会觉得他合乎法律——法律甚至赋予了在诸如此类的情由下予以杀戮的权力;而母亲因玷污了自身与儿子,其行径纵使在毫无血缘的疏远之人看来,亦是理当受憎的。
ὥσπερ δὲ ταύτην ὁ Ἑρμοκράτης διαφεύγει τὴν αἰτίαν, οὕτως ἐκείνην οὐκ ἂν διαφύγοι· τὸν γὰρ πατρῷον οἶκον βαθὺν αὐτῷ παραδοθέντα κατεδαπάνησεν οὐκ ἐς ἱπποτροφίας οὐδὲ ἐς λειτουργίας, ἀφʼ ὧν καὶ ὄνομά ἐστιν ἄρασθαι, ἀλλʼ ἐς ἄκρατον καὶ ἑταίρους οἵους παρασχεῖν καὶ κωμῳδίᾳ λόγον, οἷον παρέσχον λόγον οἱ Καλλίαν ποτὲ τὸν Ἱππονίκου κολακεύσαντες.
正如赫尔谟克拉忒斯能够免除这项指责,另一项指责他却难以逃脱:因为遗留给他的一笔丰厚家产,他并未耗费在养马或承办公共劳役上——借助这些原本足以赢得声誉——反而挥霍在纯酒以及足以成为喜剧谈资的狐朋狗友身上,正如同当年谄媚希波尼库斯之子卡利亚斯的人所提供的谈资一样。
Ἀντιπάτρου δὲ παρεληλυθότος ἐς τὰς βασιλείους ἐπιστολὰς ἤδη ἀσπαζομένου τε ἁρμόσαι οἱ τὴν ἑαυτοῦ θυγατέρα πονήρως ἔχουσαν τοῦ εἴδους οὐκ ἐπήδησε πρὸς τὴν ἐκείνου εὐπραγίαν, ἀλλὰ καὶ τῆς προμνηστρίας ἀναγούσης ἐς τὴν τοῦ Ἀντιπάτρου ἰσχύν, ἣν εἶχε τότε, οὐκ ἄν ποτε ἔφη δουλεῦσαι προικὶ μακρᾷ καὶ πενθεροῦ τύφῳ. ἐξωθούντων δὲ αὐτὸν τῶν συγγενῶν ἐς τὸν γάμον καὶ Διὸς Κόρινθον ἡγουμένων τὸν Ἀντίπατρον3 οὐ πρότερον εἶξεν ἢ Σεβῆρον αὐτοκράτορα μεταπέμψαντα αὐτὸν ἐς τὴν ἑῴαν δοῦναί οἱ τὴν κόρην, ὅτε δὴ καὶ τῶν ἐπιτηδείων ἐρομένου τινὸς αὐτόν, πότε ἄγοι τὰ ἀνακαλυπτήρια, ἀστειότατα ὁ Ἑρμοκράτης ἐγκαλυπτήρια μὲν οὖν ἔφη τοιαύτην λαμβάνων. καὶ διέλυσε μετʼ οὐ πολὺ τὸν γάμον ὁρῶν οὔτε ἰδεῖν ἡδεῖαν οὔτε ἐπιτηδείαν τὸ ἦθος.
当安提帕特鲁斯已然执掌帝国书简之职,并乐意将相貌极其丑陋的亲生女儿许配给他时,他并没有去趋附对方的显赫权势;不仅如此,在媒人提及安提帕特鲁斯当时所拥有的权势时,他竟宣称自己绝不会屈从于丰厚的嫁妆与岳父的傲慢。尽管亲属们极力将他推向这门婚事,将安提帕特鲁斯视若神明般不可冒犯,但他始终未曾屈服,直到塞维鲁皇帝将他召至东方并将少女赐予他;彼时,一位密友询问他何时举行揭面礼宴,赫尔谟克拉忒斯极其诙谐地答道: “倒不如说是遮面礼宴吧,”他说,“娶了这么一个女人。” 不久之后,他眼见她貌既不悦目、性情亦不相投,便解除了这门婚事。
καὶ ἀκροατὴς δὲ τοῦ Ἑρμοκράτους ὁ αὐτοκράτωρ γενόμενος ἠγάσθη αὐτὸν ἴσα τῷ πάππῳ δωρεάς τε αἰτεῖν ἀνῆκεν· καὶ ὁ Ἑρμοκράτης στεφάνους μὲν ἔφη καὶ ἀτελείας καὶ σιτήσεις καὶ πορφύραν καὶ τὸ ἱερᾶσθαι ὁ πάππος ἡμῖν τοῖς ἀπʼ αὐτοῦ παρέδωκεν, καὶ τί ἂν αἰτοίην παρὰ σοῦ τήμερον, ἃ ἐκ τοσούτου ἔχω; ἐπεὶ δὲ ἐστί μοι προστεταγμένον ὑπὸ τοῦ κατὰ τὸ Πέργαμον Ἀσκληπιοῦ πέρδικα σιτεῖσθαι λιβανωτῷ θυμιώμενον, τὸ δὲ ἄρωμα τοῦτο οὕτω τι σπανιστὸν καθʼ ἡμᾶς νῦν, ὡς ψαιστὸν καὶ δάφνης φύλλα τοῖς θεοῖς θυμιᾶσθαι, δέομαι λιβανωτοῦ ταλάντων πεντήκοντα, ἵνα θεραπεύοιμι μὲν τοὺς θεούς, θεραπευοίμην δὲ αὐτός. ἔδωκε τὸν λιβανωτὸν ξὺν ἐπαίνῳ ὁ αὐτοκράτωρ ἐρυθριᾶν εἰπών, ἐπειδὴ μικρὰ ᾐτήθη.
皇帝在听了赫尔谟克拉忒斯的演说后,对他的赞赏不下于其祖父,并恩准他请求赏赐。赫尔谟克拉忒斯说道: “冠冕、 免税权、公宴特权、紫袍以及祭司之职,祖父已然传给了我们这些后嗣;我今日又何必向陛下索求早已拥有之物?然而,既然帕加马的阿斯克勒庇俄斯神命我食用以乳香熏制之鹧鸪,而这味香料如今在我们这里甚为匮乏,以至于人们只能用麦粉和月桂叶祭祀诸神,我便乞求五十塔兰同的乳香,以便我既能侍奉神明,自身亦能得以疗愈。” 皇帝伴着赞誉赐予了他乳香,并表示因对方所求过于微薄而令自己感到赧然。
Ξυνελάμβανε δὲ τῷ Ἑρμοκράτει τῶν ἐπιδείξεων πρῶτον μὲν τὸ τοῦ πάππου κλέος, ἡ γὰρ φύσις ἡ ἀνθρωπεία τὰς ἀρετὰς ἀσπάζεται μᾶλλον τὰς ἐκ πατέρων ἐς παῖδας διαδοθείσας, ὅθεν εὐκλεέστερος μὲν Ὀλυμπιονίκης ὁ ἐξ Ὀλυμπιονικῶν οἴκου, γενναιότερος δὲ στρατιώτης ὁ μὴ ἀστρατεύτων ἡδίους τε τῶν ἐπιτηδεύσεων αἱ πατέρων τε καὶ προγόνων οἴκου, καὶ τέχναι βελτίους αἱ κληρονομούμεναι, ξυνελάμβανε δὲ αὐτῷ καὶ ἡ ὥρα ἡ περὶ τῷ εἴδει, καὶ γὰρ ἐπίχαρις καὶ ἀγαλματίας, οἷα ἔφηβοι, καὶ τὸ θάρσος δὲ τοῦ μειρακίου τὸ ἐν τοῖς πλήθεσιν ἔκπληξιν ἐς τοὺς πολλοὺς ἔφερεν, ἣν ἐκπλήττονται ἄνθρωποι τοὺς τὰ μεγάλα μὴ ξὺν ἀγωνίᾳ πράττοντας. ἐδίδου τι καὶ ἡ εὔροια καὶ ὁ τῆς γλώττης κρότος καὶ τὸ ἐν στιγμῇ τοῦ καιροῦ ξυνορᾶν τὰς ὑποθέσεις καὶ τὰ ἀναγιγνωσκόμενά τε καὶ λεγόμενα παλαιότερα ὄντα ἢ νέῳ γε ἐνθυμηθῆναι καὶ ἑρμηνεῦσαι.4 αἱ μὲν δὴ μελέται τοῦ Ἑρμοκράτους ὀκτώ που ἴσως ἢ δέκα καί τις λόγος οὐ μακρός, ὃν ἐν Φωκαίᾳ διῆλθεν ἐν τῷ Πανιωνίῳ κρατῆρι. ἐμοὶ δὲ ἀποπεφάνθω μὴ ἄν τινα ὑπερφωνῆσαι τὴν μειρακίου τούτου γλῶτταν, εἰ μὴ ἀφῃρέθη τὸ παρελθεῖν ἐς ἄνδρας φθόνῳ ἁλούς. ἐτελεύτα δὲ κατʼ ἐνίους μὲν ὀκτὼ καὶ εἴκοσι γεγονώς, ὡς δὲ ἔνιοι, πέντε καὶ εἴκοσι, καὶ ἐδέξατο αὐτὸν ἡ πατρῴα γῆ καὶ αἱ πατρῷαι θῆκαι.
赫尔谟克拉忒斯的公开演说之所以大获成功,首先得益于其祖父的声名——因为人类天性更乐于接纳父子相传的美德,因此出自奥林匹亚优胜者之家的优胜者更为荣耀,非出自不服兵役之家的士兵更为勇敢,父祖相传的志业更令人愉悦,世袭的技艺亦更为精湛;他的年轻俊美亦助益匪浅,因为他仪态优雅,宛若雕像,一如英俊少年;这青年在众目睽睽下的从容胆识更令大众叹服,一如人们对那些毫无焦虑而成就大事者所由衷产生的惊叹。他的流畅辞令、舌灿莲花的响亮之音、转瞬之间洞察论题的能力,以及其诵读与陈述之内容远比青年之人所能构思与表达的更为古雅庄重,亦皆有所增益。赫尔谟克拉忒斯的演习演说约有八篇或十篇,另有一篇他在福西亚泛爱奥尼亚圣盆旁发表的简短演说。依我之断言,若非受嫉妒所害而未能长大成人,绝无任何人能盖过这青年的舌端妙音。据部分人所言,他死于二十八岁,亦有人言为二十五岁;父祖的土地与陵寝最终接纳了他。
- 2.25.1πολὺς ... ᾅδεται
形容词 πολύς 与被动语态动词 ᾅδεται 构成表语性搭配,属于常见习语,表示“被极力称颂”或“脍炙人口”。
- 2.25.2τὸ ἐπὶ ταῖς τοιαῖσδε αἰτίαις καὶ ἀποκτείνειν
带冠词不定式 τὸ ... ἀποκτείνειν 作 δεδώκασι 的直接宾语(宾格),其间包裹了介词短语 ἐπὶ ταῖς τοιαῖσδε αἰτίαις(“基于此等理由”)及副词性 καί(“甚至予以诛杀”)。
- 2.25.4Διὸς Κόρινθον ἡγουμένων τὸν Ἀντίπατρον
谚语 Διὸς Κόρινθος(“宙斯的科林斯”)在此与 ἡγουμένων 构成双重宾格(τὸν Ἀντίπατρον 为直接宾语,Διὸς Κόρινθον 为补足成分),意指亲属们将安提帕特鲁斯奉若至高无上、不可冒犯的显赫权贵。
- 2.25.6παλαιότερα ὄντα ἢ νέῳ γε ἐνθυμηθῆναι καὶ ἑρμηνεῦσαι
比较级 παλαιότερα 后接 ἤ 及与格 νέῳ 和不定式 ἐνθυμηθῆναι καὶ ἑρμηνεῦσαι,构成表示比例不相称的比较结构,意为“过于古雅庄重,以至非年轻人所能构思和表达”。
