- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.24.1-2.24.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段论述了希拉波利斯的智者安提帕特鲁斯的师承源流及其在起草帝国书信上的绝顶才华,随后记叙了他治理比提尼亚被黜的经历,以及在盖塔遇害后致信卡拉卡拉并最终绝食殉节的始末。
Ἀντιπάτρῳ δὲ τῷ σοφιστῇ πατρὶς μὲν ἦν Ἱεράπολις, ἐγκαταλεκτέα δὲ αὕτη ταῖς κατὰ τὴν Ἀσίαν εὖ πραττούσαις, πατὴρ δὲ Ζευξίδημος τῶν ἐπιφανεστάτων ἐκείνῃ, Ἀδριανῷ δὲ καὶ Πολυδεύκει φοιτήσας ἀπὸ τοῦ Πολυδεύκους μᾶλλον ἥρμοσται,1 τὰς ὁρμὰς τῶν νοημάτων ἐκλύων τοῖς τῆς ἑρμηνείας ῥυθμοῖς. ἀκροασάμενος δὲ καὶ Ζήνωνος τοῦ Ἀθηναίου τὸ περὶ τὴν τέχνην ἀκριβὲς ἐκείνου ἔμαθεν. αὐτοσχέδιος δὲ ὢν οὐδὲ φροντισμάτων ἠμέλει, ἀλλʼ Ὀλυμπικούς τε ἡμῖν διῄει καὶ Παναθηναικοὺς καὶ ἐς ἱστορίαν ἔλαβε τὰ Σεβήρου τοῦ βασιλέως ἔργα, ὑφʼ οὗ μάλιστα ταῖς βασιλείοις ἐπιστολαῖς ἐπιταχθεὶς λαμπρόν τι ἐν αὐταῖς ἤχησεν. ἐμοὶ μὲν γὰρ δὴ ἀποπεφάνθω2 μελετῆσαι μὲν καὶ ξυγγράψαι τοῦ ἀνδρὸς τούτου πολλοὺς βέλτιον, ἐπιστεῖλαι δὲ μηδένα ἄμεινον, ἀλλʼ ὥσπερ τραγῳδίας λαμπρὸν ὑποκριτὴν τοῦ δράματος εὖ ξυνιέντα ἐπάξια τοῦ βασιλείου προσώπου φθέγξασθαι. σαφήνειάν τε γὰρ τὰ λεγόμενα εἶχε καὶ γνώμης μέγεθος καὶ τὴν ἑρμηνείαν ἐκ τῶν παρόντων καὶ ξὺν ἡδονῇ τὸ ἀσύνδετον, ὃ δὴ μάλιστα ἐπιστολὴν λαμπρύνει.
对于智者安提帕特鲁斯而言,其故乡是希拉波利斯——此城理应列入亚细亚繁盛的城市之中;其父宙克西德穆斯则是当地最显赫的人物之一。他曾受教于哈德良努斯与波卢克斯,但在风格上更多仿效波卢克斯,借由修辞表达的节奏来缓和思绪的奔放势头。由于亦曾聆听雅典的芝诺讲学,他从其身上学到了修辞技艺的精确严整。尽管他长于即兴演讲,却从未忽视精心构思的著作,不仅为我们朗诵了奥林匹亚演说与泛雅典娜节演说,还将皇帝塞维鲁的功绩载入史册。皇帝特意任命他掌管帝国书信之职,他在这一职务上发出了极为璀璨的声音。在我看来,尽可断言:论及演讲修习与撰述历史,胜过此人者固然甚多;但若论起草书简,则无出其右者,他宛若一位通晓剧作的杰出悲剧演员,言辞吐纳皆无愧于皇帝这一崇高面具。因为他信中的言论兼具明晰通达与识见宏伟,遣词造句因应当前情势,又带有怡人的无连词句式,而这正是令书信增辉生彩的关键。
ὑπάτοις δὲ ἐγγραφεὶς ἦρξε μὲν τοῦ τῶν Βιθυνῶν ἔθνους, δόξας δὲ ἑτοιμότερον χρῆσθαι τῷ ξίφει τὴν ἀρχὴν παρελύθη. βίου μὲν δὴ ὀκτὼ καὶ ἑξήκοντα ἔτη τῷ Ἀντιπάτρῳ ἐγένετο καὶ ἐτάφη οἴκοι, λέγεται δὲ ἀποθανεῖν καρτερίᾳ μᾶλλον ἢ νόσῳ·3 διδάσκαλος μὲν γὰρ τῶν Σεβήρου παίδων ἐνομίσθη καὶ θεῶν διδάσκαλον ἐκαλοῦμεν αὐτὸν ἐν τοῖς ἐπαίνοις τῆς ἀκροάσεως, ἀποθανόντος δὲ τοῦ νεωτέρου σφῶν ἐπʼ αἰτίᾳ, ὡς τῷ ἀδελφῷ ἐπιβουλεύοι, γράφει πρὸς τὸν πρεσβύτερον ἐπιστολὴν μονῳδίαν ἐπέχουσαν καὶ θρῆνον, ὡς εἷς μὲν αὐτῷ ὀφθαλμὸς ἐκ δυοῖν, χεὶρ δὲ μία, καὶ οὓς ἐπαίδευσεν ὅπλα ὑπὲρ ἀλλήλων αἴρεσθαι, τούτους ἀκούοι κατʼ ἀλλήλων ἠρμένους. ὑφʼ ὧν παροξυνθῆναι τὸν βασιλέα μὴ ἀπιστῶμεν, καὶ γὰρ ἂν καὶ ἰδιώτην ταῦτα παρώξυνε βουλόμενόν γε τὸ δοκεῖν ἐπιβεβουλεῦσθαι μὴ ἀπιστεῖσθαι.4
在被列入执政官阶层之后,他治理了比提尼亚行省;但他被认为挥剑嗜杀过甚,因而被免除了统治之职。安提帕特鲁斯终年六十八岁,葬于故里;据说他死于绝食自尽而非疾病。因为他曾被视作塞维鲁二子的导师,我们在听讲后的赞誉中亦称他为“诸神之师”;当幼子因被指控图谋行刺兄长而丧命时,他致信长子,信中充满了哀歌与挽歌的悲切,直陈自己双目如今仅存其一,双臂亦断其一,而他所教导当为彼此执兵相助的人,如今却闻得竟彼此兵刃相向。对于皇帝被这些言辞激怒一事,我们大可深信不疑;因为即便是一位寻常布衣,只要一心想让旁人深信自己确实遭遇图谋暗算,面对这番话也必然会勃然大怒。
- 2.24.1ἀπὸ τοῦ Πολυδεύκους μᾶλλον ἥρμοσται
完成时被动态动词 ἥρμοσται 与介词短语 ἀπὸ τοῦ Πολυδεύκους 相连,表示源出或以之为范式的塑造:“更多是以波卢克斯为模范而调定风格”。语境表明,尽管他曾从二人受业,但其文风节奏主要汲取自后者。
- 2.24.1ἐμοὶ μὲν γὰρ δὴ ἀποπεφάνθω
动词 ἀποφαίνω 的第三人称单数完成时被动态祈使语气(ἀποπεφάνθω)以非人称方式使用,并与与格 ἐμοί(动作主体与格/判断与格)连用,表示“且容我在此断定/宣布”,引出作者权威性的论断。其内容由随后的不定式从句展开。
- 2.24.2καρτερίᾳ μᾶλλον ἢ νόσῳ
καρτερίᾳ 在此处并非指普通的“坚忍”,而是古代传记中指称“绝食自尽”(inedia)的专门用语。与格在此与 νόσῳ 并列,充当表示死因的手段/原因与格。
- 2.24.2βουλόμενόν γε τὸ δοκεῖν ἐπιβεβουλεῦσθαι μὴ ἀπιστεῖσθαι
嵌套的不定式与分词句式:宾格分词 βουλόμενον 作 ἰδιώτην 的定语;其支配的不定式为 μὴ ἀπιστεῖσθαι,而该不定式的语法主语则是带冠词的不定式短语 τὸ δοκεῖν ἐπιβεβουλεῦσθαι(“被图谋陷害的表象/说法”)。整句指“一心希望自己遭到暗算这一说法不被怀疑之人”。
