← 斐洛斯脱拉德

智者传

§2.23.1-2.23.4

以弗所的达米阿努斯的财富公益与生涯

作者记述了以弗所豪富而负盛名的智者达米阿努斯,叙及他的显赫门第、用于公共建设与慈善的丰厚财富、其求学经历、在诉讼与教学中的高尚品德,以及他在晚年仍保有的论辩活力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.23.1

ἄγει με ὁ λόγος ἐπʼ ἄνδρα ἐλλογιμώτατον Δαμιανὸν τὸν ἐκ τῆς Ἐφέσου, ὅθεν ἐξῃρήσθων1 Σώτηροί τε καὶ Σῶσοι καὶ Νίκανδροι καὶ Φαῖδροι Κῦροί τε καὶ Φύλακες, ἀθύρματα γὰρ τῶν Ἑλλήνων μᾶλλον οὗτοι προσρηθεῖεν ἂν ἢ σοφισταὶ λόγου ἄξιοι. Δαμιανῷ τοίνυν ἐλλογιμώτατον μὲν καὶ τὸ ἄνω γένος καὶ πλείστου ἄξιοι τῇ Ἐφέσῳ, εὐδοκιμώτατοι δὲ καὶ οἱ ἀπʼ αὐτοῦ φύντες, ξυγκλήτου γὰρ βουλῆς ἀξιοῦνται πάντες ἐπʼ εὐδοξίᾳ θαυμαζόμενοι καὶ ὑπεροψίᾳ χρημάτων, αὐτός τε πλούτῳ ποικίλῳ καὶ πολυπρεπεῖ κατεσκευασμένος ἐπήρκει μὲν καὶ τοῖς δεομένοις τῶν Ἐφεσίων, πλεῖστα δὲ ὠφέλει τὸ κοινὸν χρήματά τε ἐπιδιδοὺς καὶ τὰ ὑποδεδωκότα τῶν δημοσίων ἔργων ἀνακτώμενος.

我的叙述引向一位极富盛名的人物——以弗所的达米阿努斯。由此地所出的索特尔之流、索索斯之流、尼坎德罗斯之流、淮德罗斯之流、居鲁士之流以及菲拉克斯之流,尽当被排除在外,因为这些人与其被称为值得一提的智者,倒不如被称为希腊人的玩偶更为恰当。达米阿努斯的先祖世代显赫,在以弗所备受推崇,而他的子嗣后代亦极享盛名;事实上,他们全都被认为配享元老院议员的尊位,因卓著的声望与轻视金钱的气概而受人敬仰。他本人则坐拥丰富而华美的财富,不仅接济困顿的以弗所民众,更以慷慨捐献资金并修缮倾颓的公共工程,对城邦公社做出了极大的贡献。

§2.23.2

συνῆψε δὲ καὶ τὸ ἱερὸν τῇ Ἐφέσῳ κατατείνας ἐς αὐτὸ τὴν διὰ τῶν Μαγνητικῶν κάθοδον. ἔστι δὲ αὕτη στοὰ ἐπὶ στάδιον λίθου πᾶσα, νοῦς δὲ τοῦ οἰκοδομήματος μὴ ἀπεῖναι τοῦ ἱεροῦ τοὺς θεραπεύοντας, ὁπότε ὕοι. τοῦτο μὲν δὴ τοὖργον ἀπὸ πολλῶν χρημάτων ἀποτελεσθὲν ἐπέγραψεν ἀπὸ τῆς ἑαυτοῦ γυναικός,2 τὸ δὲ ἐν τῷ ἱερῷ ἑστιατήριον αὐτὸς ἀνέθηκε μεγέθει τε ἐξάρας ὑπὲρ πάνθʼ ὁμοῦ τὰ παρʼ ἑτέροις καὶ λόγου κρείττω περιβαλὼν κόσμον, ὡράισται γὰρ Φρυγίῳ λίθῳ, οἷος οὔπω ἐτμήθη. πλούτῳ δὲ χρῆσθαι καλῶς ἐκ μειρακίου ἤρξατο· Ἀριστείδου γὰρ δὴ καὶ Ἀδριανοῦ κατειληφότοιν τοῦ μὲν τὴν Σμύρναν, τοῦ δὲ τὴν Ἔφεσον, ἠκροάσατο ἀμφοῖν ἐπὶ μυρίαις εἰπὼν πολλῷ ἥδιον ἐς τοιαῦτα δαπανᾶν παιδικὰ ἢ ἐς καλούς τε καὶ καλάς, ὥσπερ ἔνιοι. καὶ ὁπόσα ὑπὲρ τῶν ἀνδρῶν τούτων ἀναγέγραφα Δαμιανοῦ μαθὼν εἴρηκα εὖ τὰ ἀμφοῖν εἰδότος.

他还通过将经由马格尼西亚门的下坡路引向神殿,把神殿与以弗所城连接起来。这是一座长达一斯塔德、通体由石材筑成的柱廊,建造此物的意图在于使信众在下雨时也不致远离神殿。他耗费巨资完成了这项工程,并以自己妻子的名义题名献纳;至于神殿内的宴饮馆,则是他亲自奉献的,其宏大程度超越了旁人所有同类建筑的总和,其装潢更是妙笔难书,因为它是用此前从未采掘过的弗里吉亚大理石所雕饰华美的。他在青年时代便开始善用财富;当阿里斯泰戴斯与哈德良努斯分别主盟士麦那与以弗所之时,他耗费一万德拉克马从二人受业,并称将资财用于此类所爱,远比像某些人那样挥霍于美貌男女身上更为惬意得多。凡是我关于这两人所记述的一切,都是向熟谙二人底细的达米阿努斯求教而道出的。

§2.23.3

πλούτου δὲ ἐπίδειξιν τῷ ἀνδρὶ τούτῳ κἀκεῖνα εἶχεν· πρῶτα μὲν ἡ γῆ πᾶσα, ὁπόσην ἐκέκτητο, ἐκπεφυτευμένη δένδρεσι καρπίμοις τε καὶ εὐσκίοις, ἐν δὲ τοῖς ἐπὶ θαλάττῃ καὶ νῆσοι χειροποίητοι καὶ λιμένων προχώσεις βεβαιοῦσαι τοὺς ὅρμους καταιρούσαις τε καὶ ἀφιείσαις ὁλκάσιν, οἰκίαι τε ἐν προαστείοις αἱ μὲν κατεσκευασμέναι τὸν ἐν ἄστει τρόπον, αἱ δὲ ἀντρώδεις, ἔπειτα αὐτοῦ τοῦ ἀνδρὸς τὸ ἐν τῇ ἀγορᾷ ἦθος οὐ πᾶν ἀσπαζομένου κέρδος, οὐδὲ ἐπαινοῦντος τὸ ἐξ ἅπαντος λαμβάνειν, ἀλλʼ οὓς αἴσθοιτο ἀποροῦντας προῖκα τούτοις τὴν ἑαυτοῦ φωνὴν διδόντος. παραπλήσιον δὲ ἦν κἀν τοῖς σοφιστικοῖς τῶν λόγων, οὓς γὰρ αἴσθοιτο ἀποροῦντας ἐξ ὑπερορίων ἐθνῶν ἥκοντας, ἠφίει τούτοις τὸν μισθὸν τῆς ἀκροάσεως, μὴ λάθοιεν δαπανώμενοι.

此外,以下诸事亦成了向世人彰显此人财富之明证:首先,他所拥有的一切土地皆植满了硕果累累与荫蔽浓郁的林木;在海滨的地产上,建有人工岛屿与筑实港湾的防波堤,以便商船在此起航与停泊;郊外的宅邸,有的修造成城中豪宅之样,有的则宛若岩洞。其次,则是他在公堂之上的处世操守:他不贪图一切利益,亦不赞许不择手段地索取,而是每当察觉有人窘迫拮据,便无偿为他们辩护发声。在智者派的讲学中他亦是如此,凡察觉有自异国远道而来却囊中羞涩者,他便免去其听讲之资,以免他们在不知不觉间因开销而耗尽资财。

§2.23.4

ἦν δὲ δικανικοῦ μὲν σοφιστικώτερος, σοφιστικοῦ δὲ δικανικώτερος.3 προιὼν δὲ ἐς γῆρας μεθῆκεν ἄμφω τὰς σπουδὰς τὸ σῶμα καταλυθεὶς μᾶλλον ἢ τὴν γνώμην·4 τοῖς γοῦν κατὰ κλέος αὐτοῦ φοιτῶσιν ἐς τὴν Ἔφεσον παρέχων ἑαυτὸν ἀνέθηκε κἀμοί τινα ξυνουσίαν πρώτην τε καὶ δευτέραν καὶ τρίτην, καὶ εἶδον ἄνδρα παραπλήσιον τῷ Σοφοκλείῳ ἵππῳ, νωθρὸς γὰρ ὑφʼ ἡλικίας δοκῶν νεάζουσαν ὁρμὴν ἐν ταῖς σπουδαῖς ἀνεκτᾶτο. ἐτελεύτα δὲ οἴκοι ἔτη βιοὺς ἑβδομήκοντα καὶ ἐτάφη ἐν προαστείῳ τινὶ τῶν ἑαυτοῦ, ᾧ μάλιστα ἐνεβίωσεν.

就法庭辩护士而言,他带有更多智者之风;而就智者而言,他又更具诉讼之才。随着年事渐高,由于肉体而非智力的衰退,他放弃了这两种行当。无论如何,他向那些慕其声名而汇聚于以弗所的人们开放请教,亦赐予了我初次、二次乃至三次的会面;我见到了一个宛若索福克勒斯笔下骏马般的人物,因为他虽因年迈而看似迟缓,但在讲辩之时却能重拾青春般的冲劲。他寿至七十而卒于故里,并被安葬在他生活时间最久的郊外地产之中。

语法注4 条
  1. 2.23.1ἐξῃρήσθων

    动词 ἐξαιρέω 的完成时被动态第三人称复数命令式。完成时命令式传达出一种坚决而彻底的状态判定,即“且让他们被坚决排除在外”。

  2. 2.23.2ἐπέγραψεν ἀπὸ τῆς ἑαυτοῦ γυναικός

    介词短语 ἀπό 加属格在此表示奉献的所属或名义,意为“以其妻子的名义题献/铭刻”。

  3. 2.23.4δικανικοῦ μὲν σοφιστικώτερος, σοφιστικοῦ δὲ δικανικώτερος

    由比较级(σοφιστικώτερος、δικανικώτερος)与表示比较的属格(δικανικοῦ、σοφιστικοῦ)构成的交错对称(交叉配列)对偶结构,意指“相比法庭辩护士,他更显智者风范;而相比智者,他又更具辩护士之才”。

  4. 2.23.4τὸ σῶμα καταλυθεὶς μᾶλλον ἢ τὴν γνώμην

    τὸ σῶμα 与 τὴν γνώμην 充当关系宾格(限制宾格),修饰被动态过去分词 καταλυθείς,意为“在肉体而非心智上受到了削弱”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.23.1-2.23.4