← 斐洛斯脱拉德

智者传

§2.20.1-2.20.3

雅典人阿波罗尼奥斯的公职与演说

本段记述了雅典人阿波罗尼奥斯担任教席、城邦公职及秘仪祭司的履历,其在罗马与赫拉克利德斯较量并使对方失去免税权的往事,其演说风格及《卡利亚斯》篇中的引文,以及其卒年与葬所。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.20.1

ὁ δὲ Ἀπολλώνιος ὁ Ἀθηναῖος ὀνόματος μὲν ἠξιώθη καθʼ Ἕλληνας, ὡς ἱκανὸς τὰ δικανικὰ καὶ τὰ ἀμφὶ μελέτην οὐ μεμπτός, ἐπαίδευσε δὲ Ἀθήνησι καθʼ Ἡρακλείδην τε καὶ τὸν ὁμώνυμον τοῦ πολιτικοῦ θρόνου προεστὼς ἐπὶ ταλάντῳ. διαπρεπὴς δὲ καὶ τὰ πολιτικὰ γενόμενος ἔν τε πρεσβείαις ὑπὲρ τῶν μεγίστων ἐπρέσβευσεν ἔν τε λειτουργίαις, ἃς μεγίστας Ἀθηναῖοι νομίζουσι, τήν τε ἐπώνυμον καὶ τὴν ἐπὶ τῶν ὅπλων ἐπετράπη καὶ τὰς ἐξ ἀνακτόρου φωνὰς ἤδη γηράσκων, Ἡρακλείδου μὲν καὶ Λογίμου καὶ Γλαύκου καὶ τῶν τοιούτων ἱεροφαντῶν εὐφωνίᾳ μὲν ἀποδέων, σεμνότητι δὲ καὶ μεγαλοπρεπείᾳ καὶ κόσμῳ παρὰ πολλοὺς δοκῶν τῶν ἄνω.1

雅典人阿波罗尼奥斯则在希腊人中赢得了声誉,人们认为他精通法庭演说,在示范演说方面亦无可指责;他在赫拉克利德斯以及与自己同名的那位阿波罗尼奥斯的时代于雅典讲学,以一塔兰同的酬金主持市政教席。他在政务方面亦表现出众,曾为了最重大的事由出任使节,并受托承担雅典人认为最重大的公职:名年执政官职与主管军械之职;到了晚年,他又掌管神殿的发声之职(秘仪祭司)。在嗓音悦耳方面,他虽不及赫拉克利德斯、洛吉穆斯、格劳科斯这类秘仪祭司,但在威严、宏伟气度和仪态风度上,却被认为胜过许多古昔之人。

§2.20.2

πρεσβεύων δὲ παρὰ Σεβῆρον ἐν Ῥώμῃ τὸν αὐτοκράτορα ἀπεδύσατο πρὸς Ἡρακλείδην τὸν σοφιστὴν τὸν ὑπὲρ μελέτης ἀγῶνα, καὶ ἀπῆλθεν ὁ μὲν τὴν ἀτέλειαν ἀφαιρεθείς, ὁ δὲ Ἀπολλώνιος δῶρα ἔχων. διαδόντος δὲ τοῦ Ἡρακλείδου λόγον οὐκ ἀληθῆ ὑπὲρ τοῦ Ἀπολλωνίου, ὡς αὐτίκα δὴ βαδιουμένου ἐς Λιβύην, ἡνίκα ἦν ὁ αὐτοκράτωρ ἐκεῖ καὶ τὰς ἐξ ἁπάσης γῆς ἀρετὰς συνῆγεν, καὶ πρὸς αὐτὸν εἰπόντος ὥρα σοι ἀναγιγνώσκειν τὸν πρὸς Λεπτίνην σοὶ μὲν οὖν, ἦ δʼ ὁ Ἀπολλώνιος, καὶ γὰρ δὴ καὶ ὑπὲρ τῆς ἀτελείας γέγραπται.

当他作为使节在罗马觐见皇帝塞维鲁时,曾与智者赫拉克利德斯展开示范演说的较量,结果赫拉克利德斯被剥夺了免税特权而离去,阿波罗尼奥斯则满载赏赐而退。赫拉克利德斯散布关于阿波罗尼奥斯的虚假传闻,称他即刻就要前往利比亚——当时皇帝正在那里,聚拢来自各地的拔萃之才——并对阿波罗尼奥斯说道:“该是你研读《反莱普提涅斯》的时候了。”阿波罗尼奥斯回应道:“倒不如说是你该读,因为那篇演说恰恰是为免税权而作的!”

§2.20.3

βαλβῖδα μὲν δὴ τοῦ λόγου ὁ Ἀπολλώνιος ἐκ τῆς Ἀδριανοῦ ἰδέας βέβληται ἅτε δὴ καὶ ἀκροατὴς γενόμενος, παραλλάττει δὲ ὅμως ἐς ῥυθμοὺς ἐμμέτρους τε καὶ ἀναπαίοντας, οὓς εἰ φυλάξαιτο, σεμνοπρεπὴς τὴν ἀπαγγελίαν δοκεῖ καὶ βεβηκώς. τουτὶ δέ ἐστιν εὑρεῖν καὶ ἐπʼ ἄλλων μὲν ὑποθέσεων, μάλιστα δὲ ἐπὶ τοῦ Καλλίου, ὃς ἀπαγορεύει τοῖς Ἀθηναίοις πυρὶ μὴ θάπτειν·2 ὑψηλὴν ἆρον, ἄνθρωπε, τὴν δᾷδα. τί βιάζῃ καὶ κατάγεις κάτω καὶ βασανίζεις τὸ πῦρ; οὐράνιόν ἐστιν, αἰθέριόν ἐστιν, πρὸς τὸ ξυγγενὲς ἔρχεται τὸ πῦρ. οὐ κατάγει νεκρούς, ἀλλʼ ἀνάγει θεούς. ἰὼ Προμηθεῦ δᾳδοῦχε καὶ πυρφόρε, οἷά σου τὸ δῶρον ὑβρίζεται· νεκροῖς ἀναισθήτοις ἀναμίγνυται. ἐπάρηξον βοήθησον κλέψον, εἰ δυνατόν, κἀκεῖθεν τὸ πῦρ. παρεθέμην δὲ ταῦτα οὐ παραιτούμενος αὐτὸν τῶν ἀκολάστων ῥυθμῶν, ἀλλὰ διδάσκων, ὅτι μηδὲ τοὺς σωφρονεστέρους ῥυθμοὺς ἠγνόει ἐτελεύτα μὲν οὖν ἀμφὶ τὰ πέντε καὶ ἑβδομήκοντα ἔτη πολὺς καὶ ἐν τῷ Ἀθηναίων δήμῳ πνεύσας,3 ἐτάφη δὲ ἐν τῷ προαστείῳ τῆς Ἐλευσῖνάδε λεωφόρου. ὄνομα μὲν δὴ τῷ προαστείῳ Ἱερὰ συκῆ, τὰ δὲ Ἐλευσινόθεν ἱερά, ἐπειδὰν ἐς ἄστυ ἄγωσιν, ἐκεῖ ἀναπαύουσιν.

阿波罗尼奥斯演说的基调源自哈德良的风貌,毕竟他也曾是哈德良的门徒;然而,他仍会偏离至带有格律且轻佻跳跃的韵律中去;倘若他对此加以戒备,其演述在仪态上便显得庄严而稳健。这一点在其其他论题中亦可得见,尤以《卡利亚斯》一篇最为显著,该篇禁止雅典人用火安葬死者: “人啊,把火炬高高举起!为何要强逼它、拽它向下并折磨火焰?火焰是属天的,是属于以太的,它正奔向自己的同类。它不会引死尸下行,而是会引神上升。呜呼,执炬与赋火的普罗米修斯,你的恩赐遭受了怎样的玷污!它竟与毫无知觉的死尸混杂在一起。助阵吧,救援吧,若是可能,把火也从那里偷走吧!” 我援引这些话,并非为了替他不羁的韵律开脱,而是为了表明他也绝非不晓得更为审慎节制的韵律。他享年大约七十五岁,在雅典民众中亦曾大显身手、极具声威,葬于通往埃勒夫西斯大道旁的郊区。该郊区名为“圣无花果树”,来自埃勒夫西斯的圣物,每逢人们将其运往城内时,便在该处让其停歇。

语法注3 条
  1. 2.20.1παρὰ πολλοὺς δοκῶν τῶν ἄνω

    介词 παρά 接宾格(πολλούς)表示比较意义(“超越”、“胜过”)。τῶν ἄνω 指代“古人”或“前代的职权者”。

  2. 2.20.3ἀπαγορεύει τοῖς Ἀθηναίοις πυρὶ μὴ θάπτειν

    在表示禁止、拒绝的动词 ἀπαγορεύω 支配不定式(θάπτειν)的结构中,否定词 μή 属于冗余否定(赘词性否定)。整句意为“禁止雅典人用火安葬”,而非双重否定表肯定。

  3. 2.20.3πολὺς καὶ ἐν τῷ Ἀθηναίων δήμῳ πνεύσας

    短语 πολὺς πνεῖν 源于“狂风大作”的气象表述,在此转借为惯用语,意指“大展声威”、“极具声势与口才”,形容他在雅典公民大会中拥有巨大的政治与演说影响力。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.20.1-2.20.3