← 斐洛斯脱拉德

智者传

§2.19.1

瑙克拉提斯的阿波罗尼奥斯的演说与生平

本段记述了瑙克拉提斯的阿波罗尼奥斯的演说风格、其私生子鲁菲努斯的相关轶事、他对困窘之人的慷慨与离世,以及他与诸位导师的差异和构思论题时的迟缓习惯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.19.1

Ἀπολλώνιος δὲ ὁ Ναυκρατίτης Ἡρακλείδῃ μὲν ἐναντία ἐπαίδευσε τὸν Ἀθήνησι θρόνον κατειληφότι, λόγου δὲ ἐπεμελήθη πολιτικοῦ καὶ εὖ κεκολασμένου, ἧττον δὲ ἀγωνιζομένου, περιβολὴ γὰρ ἄπεστιν αὐτοῦ καὶ πνεῦμα. ὄντι δὲ αὐτῷ κακῷ τὰ ἐρωτικὰ γίγνεται παῖς ἐξ ἀδίκων γάμων Ῥουφῖνος ὁ ἐπʼ αὐτῷ σοφιστεύσας οὐδὲν γόνιμον, οὐδὲ ἐκ καρδίας, ἀλλὰ τῶν ἐκείνου κομματίων τε καὶ νοιδίων ἐχόμενος, ἐφʼ ᾧ καὶ λαβὼν αἰτίαν ἐξ ἀνδρὸς σοφοῦ οἱ νόμοι ἔφη διδόασί μοι χρῆσθαι τοῖς πατρῴοις, καὶ ὃς διδόασι μέν, εἶπεν ἀλλὰ τοῖς κατὰ νόμους γεγονόσι. καθάπτονται δὲ αὐτοῦ τινες καὶ τὸ σταλῆναι1 ἐς Μακεδονίαν μισθωτὸν οἰκίας οὐδὲ εὖ πραττούσης. ἀλλʼ ἀφείσθω τῶν τοιούτων· εὕροις μὲν γὰρ ἂν καὶ τῶν πολὺ σοφῶν ἐνίους πολλὰ καὶ ἀνελεύθερα ὑπὲρ χρημάτων πράξαντας, οὐ μὴν τόν γε Ἀπολλώνιον τοῦτον,2 κοινήν τε γὰρ παρέσχε τὴν οὐσίαν τῶν Ἑλλήνων τοῖς δεομένοις, καὶ οὐ βαρὺς ἦν ὑπὲρ μισθοῦ ξυμβῆναι. ἐτελεύτα δὲ ἑβδομηκοντούτης Ἀθήνησιν ἔχων ἐντάφιον τὴν ἐξ ἁπάντων Ἀθηναίων εὔνοιαν. Ἀδριανοῦ μὲν καὶ Χρήστου τῶν σοφιστῶν ἀκροατὴς ἐγένετο, ἀμφοῖν δὲ ἀφέστηκεν, ὅσον οἱ μὴ ἀκούσαντες. ἐφεώρα δὲ τὰς ὑποθέσεις ὑπεξιὼν μὲν τοῦ κοινοῦ, καιρὸν δὲ πλείω τοῦ ξυμμέτρου.3

来自瑙克拉提斯的阿波罗尼奥斯与占据雅典教席的赫拉克利德斯相对抗而讲学;他讲求一种适于公共事务且修剪得当的演说风格,却缺少论辩之气,因为其演说缺乏恢弘的规模与磅礴的激越。由于在爱情之事上品行不端,他通过非法的结合生下一子鲁菲努斯;后者继他之后充当智者,却毫无创见,亦非出于肺腑,仅一味依傍其父的破碎词句与琐碎意念。为此,当受到一位智者的斥责时,他说道:“法律准许我享用父产。”对方则回答:“确实准许,但那是对依法而生的人而言的。” 有些人还指责他曾去马其顿充当一个甚至并不宽裕的人家的雇工。然而,应当免除针对他的这类责难;因为人们或许甚至能在极有智慧之人中发现若干为了钱财而做出诸多卑鄙行径之辈,但这位阿波罗尼奥斯绝非如此。盖因他将自己的财产慷慨分给有需要的希腊人,且在酬金的商定上从不苛刻。他七十岁时死于雅典,以全体雅典人的善意作为他的寿衣。他曾是智者哈德良与赫雷斯托斯的听众,但与二者的风格差异之大,犹如从未听过他们讲学之人。在构思演说论题时,他虽会避开大众,耗费的时间却超过了合宜的限度。

语法注3 条
  1. 2.19.1τὸ σταλῆναι

    由动词 καθάπτονται(指责、责难)支配的带冠词不定式宾格。动词 καθάπτομαι 通常接被指责人的属格(αὐτοῦ),并带一个表示指责缘由的关系宾格或内在宾格(τὸ σταλῆναι)。

  2. 2.19.1οὐ μὴν τόν γε Ἀπολλώνιον τοῦτον

    承接前句 εὕροις μὲν γὰρ ἄν ... πράξαντας 的省略结构。句法上承前省略了 εὕροις ἂν [τοιαῦτα] πράξαντα,意即“但你绝不会发现这位阿波罗尼奥斯曾做出此类勾当”。

  3. 2.19.1ἐφεώρα δὲ τὰς ὑποθέσεις ὑπεξιὼν μὲν τοῦ κοινοῦ, καιρὸν δὲ πλείω τοῦ ξυμμέτρου

    ἐφεώρα 在此处指在演说前“审度、冥想”演说辩题(ὑποθέσεις)。分词短语 ὑπεξιὼν τοῦ κοινοῦ 意为“从人群或公众眼前退隐”,宾格短语 καιρὸν πλείω τοῦ ξυμμέτρου 作时间延续宾格,表示“耗费了超出适度标准的时间”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.19.1