- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.21.1-2.21.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
斐洛斯特拉托斯记述其恩师瑙克拉提斯人普罗克洛斯,详述其迁居雅典的缘由、巨富与乐善好施的品行、家庭琐事以及独特的演习讲学规程。
ἀναγράψω καὶ Πρόκλον τὸν Ναυκρατίτην εἰδὼς εὖ τὸν ἄνδρα, καὶ γὰρ δὴ καὶ τῶν ἐμῶν διδασκάλων εἷς οὗτος. Πρόκλος τοίνυν ἦν μὲν τῶν οὐκ ἀφανῶν κατʼ Αἴγυπτον, στασιάζουσαν δὲ ἰδὼν τὴν Ναύκρατιν καὶ παρὰ τὰ ἤθη πολιτεύοντας τὴν Ἀθήνησιν ἡσυχίαν ἠσπάσατο καὶ ὑπεκπλεύσας ἐκεῖ ἔζη πολλὰ μὲν ἀγαγὼν χρήματα, πολλοὺς δὲ οἰκέτας καὶ τὴν ἄλλην κατασκευὴν μεγαλοπρεπῶς κεκοσμημένην. εὖ δὲ ἀκούων Ἀθήνησι καὶ τὸν ἐν μειρακίῳ χρόνον ηὐδοκίμησε πολλῷ μᾶλλον ἀνὴρ γενόμενος, πρῶτον μὲν ἐπὶ τῇ τοῦ βίου αἱρέσει, ἔπειτα, οἶμαι, καὶ ἐπὶ εὐεργετήματι γενομένῳ μὲν περὶ ἕνα Ἀθηναῖον, δήλωσιν δὲ παρασχομένῳ χρηστοῦ ἤθους· ἐς γὰρ τὸν Πειραιᾶ ἐσπλεύσας ἤρετό τινα τῶν αὐτόθεν, εἰ ὁ δεῖνα καλῶς Ἀθήνησι ζῇ καὶ εὖ πράττει, ἠρώτα δὲ ταῦτα ὑπὲρ τοῦ ξένου, ᾧ προσέμιξεν Ἀθήνησι νέος ὤν, ὅτε δὴ καὶ Ἀδριανῷ ἐφοίτα. μαθὼν δὲ αὐτὸν εἶναί τε καὶ ζῆν, ἐκπεσεῖσθαι δὲ αὐτίκα τῆς οἰκίας διακηρυττομένης ἐπʼ ἀγορᾶς πρὸς δραχμὰς μυρίας, ἃς ἐπʼ αὐτῇ ἐδεδάνειστο,1 ἔπεμψεν αὐτῷ τὰς μυρίας μηδὲ ἀνελθών πω ἐς τὸ ἄστυ εἰπὼν ἐλευθέρωσον τὴν οἰκίαν, ἵνα μή σε κατηφῆ ἴδω. ταῦτα μὴ πλουσίου μόνον ἡγώμεθα, ἀλλὰ καὶ τῷ πλούτῳ καλῶς χρωμένου πεπαιδευμένου τε ἱκανῶς καὶ τὰ φιλικὰ ἀκριβοῦντος.
我也将记述瑙克拉提斯人普罗克洛斯,因为我深知其人,他确实也是我的师长之一。普罗克洛斯在埃及本属显赫望族,但见瑙克拉提斯陷于党争、政治败坏背离常制,遂钟情于雅典的清宁,泛舟出逃并在那里定居,携来了巨额财富、大批仆从以及布置得宏丽典雅的各项陈设。他在雅典少年时便享有名声,及至成年更是名望日隆,首先因其人生志向的抉择,其次我认为亦因其施予一位雅典人的恩惠,此事充分展现了他淳厚善良的品性。原来,他乘船驶入比雷埃夫斯港时,向当地人打听某某在雅典是否安泰顺遂;他探问的是其年轻时在雅典从学于哈德良期间所结识的东道旧友。得知此人尚在人世,却因以住宅抵押所借的一万德拉克马债务,房产正于市集公开拍卖,即刻就要被逐出家门;普罗克洛斯尚未进城,便派人将一万德拉克马送去,并带话说:“快赎回你的住宅吧,免得我见到你面带愁容。”我们当视此举不仅属于富豪之行,更体现了一位善用财富、教养深厚且恪守友道之士的操守。
ἐκτήσατο δὲ καὶ οἰκίας, δύο μὲν ἐν ἄστει, μίαν δὲ ἐν Πειραιεῖ καὶ ἄλλην Ἐλευσῖνι. ἐφοίτα δὲ αὐτῷ καὶ ἀπʼ Αἰγύπτου λιβανωτὸς ἐλέφας μύρον βίβλος βιβλία καὶ πᾶσα ἡ τοιάδε ἀγορά, καὶ ἀποδιδόμενος αὐτὰ τοῖς διατιθεμένοις τὰ τοιαῦτα οὐδαμοῦ φιλοχρήματος ἔδοξεν οὐδὲ ἀνελεύθερος, οὐδὲ ἐραστὴς τοῦ πλείονος, οὐδὲ ἐπικέρδια μαστεύων ἢ τόκους, ἀλλʼ αὐτὸ ἀγαπῶν τὸ ἀρχαῖον.2 υἱῷ τε ἀσώτῳ περὶ ἀλεκτρυόνων τροφὴν περί τε ὀρτύγων κυνῶν τε καὶ κυνιδίων καὶ ἵππων ξυννεάζων μᾶλλον ἢ ἐπιπλήττων καὶ παρὰ τοῖς πολλοῖς ἔχων αἰτίαν θᾶττον ἔφη μεταβαλεῖ τὸ μετὰ γερόντων παίζειν ἢ μετὰ ἡλίκων.3 ἀποθανόντος δὲ αὐτῷ τοῦ παιδὸς καὶ τῆς γυναικὸς ἐπὶ παλλακῇ ἐγένετο διὰ τὸ καὶ γηράσκοντας ὀφθαλμοὺς ἐπάγεσθαι, θηλυτάτῃ δὲ αὐτῇ γενομένῃ πᾶσαν ἐφιεὶς ἡνίαν οὐκ ἀγαθὸς ἔδοξε προστάτης τοῦ οἴκου.
他还购置了多处宅邸:城内两处,比雷埃夫斯一处,埃勒夫西斯一处。来自埃及的乳香、象牙、香膏、莎草纸、书籍及一切此类货品源源不断运送给他,而当他将这些转售给专营此道的商贩时,从未显得贪图钱财、吝啬小气或渴求横财,既不索取额外利润亦不计利息,仅收回本金便心满意足。对于儿子挥霍无度、沉溺于饲养斗鸡、鹌鹑、猎犬、宠物犬与骏马,他非但不加训诫,反而陪其嬉闹以纵容其青春狂热;当遭到众人非议时,他说道:“与老者游戏改变人的速度,远快于与同龄人嬉戏。”然而在其子与妻子相继离世后,他受制于一名侍妾,因其美色即使是对渐趋衰老的眼眸亦具诱惑;他对这位娇媚柔弱至极的妇人百依百顺、尽弃管束,因而被视为未能治家有方的主人。
τὰ δὲ τῆς μελέτης πάτρια τῷ ἀνδρὶ τούτῳ διέκειτο ὧδε· ἑκατὸν δραχμὰς ἅπαξ καταβαλόντι ἐξῆν ἀκροᾶσθαι τὸν ἀεὶ χρόνον.4 ἦν δὲ αὐτῷ καὶ θήκη βιβλίων ἐπὶ τῆς οἰκίας, ὧν μετῆν τοῖς ξυλλεγομένοις ἐς τὸ πλήρωμα τῆς ἀκροάσεως. ὡς δὲ μὴ συρίττοιμεν ἀλλήλους, μηδὲ σκώπτοιμεν, ἃ ἐν ταῖς τῶν σοφιστῶν ξυνουσίαις φιλεῖ γίγνεσθαι, ἀθρόοι ἐσεκαλούμεθα καὶ ἐκαθήμεθα ἐσκληθέντες οἱ μὲν παῖδες καὶ οἱ παιδαγωγοὶ μέσοι, τὰ μειράκια δὲ αὐτοί. τὸ μὲν οὖν διαλεχθῆναι αὐτὸν ἐν σπανιστοῖς ἔκειτο, ὅτε δὲ ὁρμήσειεν ἐς διάλεξιν, ἱππιάζοντί τε ἐῴκει καὶ γοργιάζοντι. ἡ μελέτη δὲ τῆς προτεραίας προεωραμένη ἐσεκυκλεῖτο.5 τὸ δὲ μνημονικὸν ἐνενηκοντούτης ἤδη γηράσκων καὶ ὑπὲρ τὸν Σιμωνίδην ἔρρωτο, καὶ ἑρμήνευε μὲν κατὰ φύσιν, Ἀδριάνειοι δὲ ἦσαν αἱ ἐπιβολαὶ τῶν νοημάτων.
此人在演习示范上的规约如下:凡一次性缴纳一百德拉克马者,终身皆可听讲。他在宅邸中设有一座藏书阁,凡列入受业名册的听众皆可共同使用。为了防止我们相互喝倒彩或肆意讥嘲——这在智者的聚会中常有发生——我们被整批传唤入内,被传唤入内后便就座:孩童及其侍学奴仆坐于中央,青年学生则单独就座。至于他亲自作非正式谈话,实属罕见之事;但每当他兴致勃起而开讲时,其风度既肖似希庇亚斯,又仿佛高尔吉亚。前一日预先构思成熟的演习讲辞,便如舞台机关般展布开来。即便在年届九十的高龄,他的记忆力依然强于西蒙尼得斯;他的措辞自然流畅,而思想意象的营造则深具哈德良之遗风。
- 2.21.1ἐκπεσεῖσθαι δὲ αὐτίκα τῆς οἰκίας διακηρυττομένης ἐπʼ ἀγορᾶς πρὸς δραχμὰς μυρίας, ἃς ἐπʼ αὐτῇ ἐδεδάνειστο
在接续于 μαθών 的间接引语中,ἐκπεσεῖσθαι(ἐκπίπτω 的将来时不定式,具被动义“被逐出”)与 εἶναί τε καὶ ζῆν 并列,共用宾格主语 αὐτόν。τῆς οἰκίας 为从属于 ἐκπεσεῖσθαι 的分离属格,分词 διακηρυττομένης 与之同格作状语,意为“房屋在集市上被公开拍卖宣告”。πρὸς δραχμὰς μυρίας 表示抵押索偿或拍卖的债务数额,后接关系从句 ἃς ἐπʼ αὐτῇ ἐδεδάνειστο(“即他以此房为抵押所借贷的款项”)。
- 2.21.2αὐτὸ ἀγαπῶν τὸ ἀρχαῖον
τὸ ἀρχαῖον 在商业与金融语境中为专门术语,指“本金”或“原价”,与前文的 ἐπικέρδια(“额外利润、加价”)及 τόκους(“利息”)相对立。整句表明普罗克洛斯在转售埃及货物时,仅满足于(ἀγαπῶν)收回原本垫付的本金,分文不赚。
- 2.21.2θᾶττον ἔφη μεταβαλεῖ τὸ μετὰ γερόντων παίζειν ἢ μετὰ ἡλίκων
动词 μεταβαλεῖ 作省略宾语的及物用法,意为“使转变、使归正”,带冠词的不定式短语 τὸ μετὰ γερόντων παίζειν 作其语法主语。这是普罗克洛斯一句悖论式的辩解:“与老年人(如父亲)嬉游,比与同龄伙伴嬉游更能促使一个人迅速转变。”虽然亦可将主语理解为儿子(“比起改掉与同龄人的游荡,他会更快改掉与老人的交往”),但将冠词不定式句视为主语与后面的 ἢ μετὰ ἡλίκων 形成对称,构词最为顺畅。
- 2.21.3ἑκατὸν δραχμὰς ἅπαξ καταβαλόντι ἐξῆν ἀκροᾶσθαι τὸν ἀεὶ χρόνον
非人称动词 ἐξῆν(“允许、可以”)要求与格,分词 καταβαλόντι 采用与格表示许可的对象(“凡一次性缴纳者”)。副词 ἅπαξ(“一次性地”)与表示时间跨度的宾格短语 τὸν ἀεὶ χρόνον(“永久地、终身”)形成鲜明对比,展现了交纳一百德拉克马即可终身听讲的特殊收费制度。
- 2.21.3ἡ μελέτη δὲ τῆς προτεραίας προεωραμένη ἐσεκυκλεῖτο
ἐσεκυκλεῖτο 为动词 εἰσκυκλέω 的未完成过去时被动语态,属于源自古希腊剧场机械“轮台”(ἐκκύκλημα)的戏剧隐喻。该词形象地表达出:前一日(τῆς προτεραίας)便已构思预备妥当(προεωραμένη)的示范演说,此时如同舞台道具或场景被隆重推至台前一般展现在听众面前。
