- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.1.14-2.1.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者详细评述了希罗德的修辞风格、学识造诣与著作,通过其早年演说失误的轶事展现其极高的自尊与追求,并以其七十六岁去世及雅典人为其举行的隆重葬礼终结全传。
ἑρμηνεύσω καὶ τὴν γλῶτταν τοῦ ἀνδρὸς ἐς χαρακτῆρα ἰὼν τοῦ λόγου· ὡς μὲν δὴ Πολέμωνα καὶ Φαβωρῖνον καὶ Σκοπελιανὸν ἐν διδασκάλοις ἑαυτοῦ ἦγε καὶ ὡς Σεκούνδῳ τῷ Ἀθηναίῳ ἐφοίτησεν, εἰρημένον μοι ἤδη, τοὺς δὲ κριτικοὺς τῶν λόγων1 Θεαγένει τε τῷ Κνιδίῳ καὶ Μουνατίῳ τῷ ἐκ Τραλλέων συνεγένετο καὶ Ταύρῳ τῷ Τυρίῳ ἐπὶ ταῖς Πλάτωνος δόξαις. ἡ δὲ ἁρμονία τοῦ λόγου ἱκανῶς κεκολασμένη καὶ ἡ δεινότης ὑφέρπουσα μᾶλλον ἢ ἐγκειμένη κρότος τε σὺν ἀφελείᾳ καὶ κριτιάζουσα ἠχὼ καὶ ἔννοιαι οἷαι μὴ ἑτέρῳ ἐνθυμηθῆναι2 κωμική τε εὐγλωττία οὐκ ἐπέσακτος, ἀλλʼ ἐκ τῶν πραγμάτων, καὶ ἡδὺς ὁ λόγος καὶ πολυσχήματος καὶ εὐσχήμων καὶ σοφῶς ἐξαλλάττων τὸ πνεῦμά τε οὐ σφοδρόν, ἀλλὰ λεῖον καὶ καθεστηκὸς καὶ ἡ ἐπίπαν ἰδέα τοῦ λόγου χρυσοῦ ψῆγμα ποταμῷ ἀργυροδίνῃ ὑπαυγάζον. προσέκειτο μὲν γὰρ πᾶσι τοῖς παλαιοῖς, τῷ δὲ Κριτίᾳ καὶ προσετετήκει καὶ παρήγαγεν αὐτὸν ἐς ἤθη Ἑλλήνων τέως ἀμελούμενον καὶ περιορώμενον. βοώσης δὲ ἐπʼ αὐτῷ τῆς Ἑλλάδος καὶ καλούσης αὐτὸν ἕνα τῶν δέκα οὐχ ἡττήθη τοῦ ἐπαίνου μεγάλου δοκοῦντος, ἀλλʼ ἀστειότατα πρὸς τοὺς ἐπαινέσαντας Ἀνδοκίδου μὲν ἔφη βελτίων εἰμί. εὐμαθέστατος δὲ ἀνθρώπων γενόμενος οὐδὲ τοῦ μοχθεῖν ἠμέλησεν, ἀλλὰ καὶ παρὰ πότον ἐσπούδαζε καὶ νύκτωρ ἐν τοῖς διαλείμμασι τῶν ὕπνων, ὅθεν ἐκάλουν αὐτὸν σιτευτὸν ῥήτορα οἱ ὀλίγωροί τε καὶ λεπτοί. ἄλλος μὲν οὖν ἄλλο ἀγαθὸς καὶ ἄλλος ἐν ἄλλῳ βελτίων ἑτέρου, ὁ μὲν γὰρ σχεδιάσαι θαυμάσιος, ὁ δὲ ἐκπονῆσαι λόγον, ὁ δὲ τὰ ξύμπαντα ἄριστα τῶν σοφιστῶν διέθετο καὶ τὸ παθητικὸν οὐκ ἐκ τῆς τραγῳδίας μόνον, ἀλλὰ κἀκ τῶν ἀνθρωπίνων συνελέξατο. ἐπιστολαὶ δὲ πλεῖσται Ἡρώδου καὶ διαλέξεις καὶ ἐφημερίδες ἐγχειρίδιά τε καὶ καίρια τὴν ἀρχαίαν πολυμάθειαν ἐν βραχεῖ ἀπηνθισμένα. οἱ δὲ προφέροντες αὐτῷ νέῳ ἔτι τὸ λόγου τινὸς ἐν Παιονίᾳ ἐκπεσεῖν ἐπὶ τοῦ αὐτοκράτορος ἠγνοηκέναι μοι δοκοῦσιν, ὅτι καὶ Δημοσθένης ἐπὶ Φιλίππου λέγων ταὐτὸν ἔπαθεν· κἀκεῖνος μὲν ἥκων Ἀθήναζε τιμὰς προσῄτει καὶ στεφάνους ἀπολωλυίας Ἀθηναίοις Ἀμφιπόλεως, Ἡρώδης δέ, ἐπεὶ τοῦτο ἔπαθεν, ἐπὶ τὸν Ἴστρον ἦλθεν ὡς ῥίψων ἑαυτὸν, τοσοῦτον γὰρ αὐτῷ περιῆν τοῦ ἐν λόγοις βούλεσθαι ὀνομαστῷ εἶναι, ὡς θανάτου τιμᾶσθαι τὸ σφαλῆναι.3
我将进而论及演说的风格特色,亦对此人的语言加以阐释。至于他将波勒蒙、法沃里努斯与斯科佩利安列于师席,且曾师从雅典的塞昆杜斯,前文已由我叙及;而在演说的评鉴辨析方面,他从学于克尼多斯的塞阿革涅斯与特拉勒斯的穆纳提乌斯,在柏拉图学说方面则从学于推罗的陶鲁斯。其言辞的调和受过极为充分的节制与修整,其气势更显潜移默化而非咄咄逼人,兼具淳朴的响亮声韵,且带有一种克里提阿斯式的铿锵之声;其构思立意他人莫之能及,诙谐的口才绝非生搬硬套,而是由事理本身自然生发;演说悦耳动听、句法丰赡而优雅,并善于巧加变奏;气息亦不急躁,而是圆润平稳;整篇演说的气象就宛若泛着银色回旋的河流下隐隐生辉的金屑。盖他对一切古大家皆倾心研读,尤对克里提阿斯沉醉痴迷,将这位久被冷落遗忘的名家重新引入希腊人的风尚教养之中。当全希腊为之欢呼并称他为十大家之一时,他并未被这看似极高的赞誉冲昏头脑,反倒对赞美者机智风趣地说道: “我总归比安多基得斯强些吧。” 他虽为悟性极高、学得最快之人,却从未懈怠辛劳,无论在酒席之间,抑或夜半初醒之隙,皆潜心研学;因此,那些怠惰而单薄之人便讥称他为“槽喂的演说家”。诚然,人各有所长,亦在不同方面优于他人:有人长于即席演说,有人精于精雕细琢,但他却在智者派中将诸般技艺综合调遣得最为尽善尽美,且其动人心魄的感染力不仅汲取自悲剧,更取材于人类真实的人生百态。希罗德留存下的书信、谈话录、日志、指南手册,以及简练摘录古代渊博学识的时宜精要,数量极多。有些人拿他早年尚年轻时在帕诺尼亚面对皇帝演说卡壳忘词之事加以责难,在我看来,他们似乎并不知晓德摩斯梯尼在腓力面前演说时亦曾遭遇过同样的窘迫;且后者在返回雅典后,即便雅典人失守了安菲波利斯,仍要求享受荣耀与冠冕,而希罗德遭遇此事时,却径直走向伊斯特尔河欲投水自尽;盖他对在雄辩术中扬名立万的渴望是如此强烈充盈,以致将自身的失误视同死罪。
ἐτελεύτα μὲν οὖν ἀμφὶ τὰ ἓξ καὶ ἑβδομήκοντα ξυντακὴς γενόμενος. ἀποθανόντος δὲ αὐτοῦ ἐν τῷ Μαραθῶνι καὶ ἐπισκήψαντος τοῖς ἀπελευθέροις ἐκεῖ θάπτειν Ἀθηναῖοι ταῖς τῶν ἐφήβων χερσὶν ἁρπάσαντες ἐς ἄστυ ἤνεγκαν προαπαντῶντες τῷ λέχει πᾶσα ἡλικία δακρύοις ἅμα καὶ ἀνευφημοῦντες, ὅσα παῖδες χρηστοῦ πατρὸς χηρεύσαντες, καὶ ἔθαψαν ἐν τῷ Παναθηναικῷ ἐπιγράψαντες αὐτῷ βραχὺ καὶ πολὺ ἐπίγραμμα τόδε· "Ἀττικοῦ Ἡρώδης Μαραθώνιος, οὗ τάδε πάντα κεῖται τῷδε τάφῳ, πάντοθεν εὐδόκιμος." τοσαῦτα περὶ Ἡρώδου τοῦ Ἀθηναίου, τὰ μὲν εἰρημένα, τὰ δὲ ἠγνοημένα ἑτέροις.
他最终因身体极度消瘦衰竭而亡,享年约七十六岁。他死于马拉松,并曾嘱咐获释奴将其安葬彼处,然而雅典人由青年们动手抬走遗体,将其运入城中;全城男女老幼皆迎出吊唁灵柩,涕泗滂沱,高声哀悼颂扬,犹如失却贤父的遗孤;他们将其安葬在帕纳辛奈科体育场,并为他刻下了这首短小而意味深邃的铭文: “阿提库斯之子马拉松人希罗德,享誉四海,其遗蜕尽安歇于此墓之中。” 关于雅典人希罗德,他人所已言者以及所不知晓者,谨述于此。
- 2.1.14τοὺς δὲ κριτικοὺς τῶν λόγων
此处的宾格短语用作关涉宾格(accusative of respect),修饰后文支配与格的动词 συνεγένετο,意为“至于演说的辨析评鉴方面”。它标明了希罗德师从塞阿革涅斯与穆纳提乌斯时所研习的具体学科范畴,与前句中提及的基础修辞师承形成对仗。
- 2.1.14οἷαι μὴ ἑτέρῳ ἐνθυμηθῆναι
性质关系形容词 οἷαι 后接带否定词 μή 的被动不定式 ἐνθυμηθῆναι,构成表示特征与结果的句式,意为“他人莫之能及的/任何人皆不可能想到的(构思)”。此处用 μή 而非 οὐ,表明这是一种泛指假定或潜在性质的否定。
- 2.1.14τοσοῦτον γὰρ αὐτῷ περιῆν τοῦ ἐν λόγοις βούλεσθαι ὀνομαστῷ εἶναι, ὡς θανάτου τιμᾶσθαι τὸ σφαλῆναι
主句中 περιῆν(富余、过剩)支配部分属格冠词不定式 τοῦ βούλεσθαι(渴望),其补足表语 ὀνομαστῷ 因受逻辑主语(即前面的与格代词 αὐτῷ)的吸引而同化为与格。随后由 ὡς 引导程度/结果从句,其中 θανάτου 为表示刑罚与价值的属格(genitive of penalty/price),与被动不定式 τιμᾶσθαι 连用(意为“被估定为死罪”),冠词不定式 τὸ σφαλῆναι(失误)则作其主语。
