- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 2. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1871.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg003.humanitext-grc2:2.18.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节评述来自安德罗斯的智者奥诺马尔库斯,指出其修辞受伊奥尼亚风尚影响但构思兼具希罗德式的甜美,引用其演说片段,并记叙其辞世与相貌。
Ὀνόμαρχος δὲ ὁ ἐκ τῆς Ἄνδρου σοφιστὴς οὐκ ἐθαυμάζετο μέν, οὐ μεμπτὸς δὲ ἐφαίνετο. ἐπαίδευσε μὲν γὰρ κατὰ χρόνους, οὓς Ἀδριανός τε καὶ Χρῆστος Ἀθήνησι, πρόσοικος δὲ ὢν τῆς Ἀσίας τῆς Ἰωνικῆς ἰδέας οἷον ὀφθαλμίας ἔσπασε,1 σπουδαζομένης μάλιστα τῇ Ἐφέσῳ, ὅθεν ἐδόκει τισὶν οὐδʼ ἠκροᾶσθαι Ἡρώδου καταψευδομένοις τοῦ ἀνδρός· τὸ μὲν γὰρ τῆς ἑρμηνείας παρέφθορεν ἔσθʼ ὅπη διʼ ἣν εἴρηκα αἰτίαν, αἱ δὲ ἐπιβολαὶ τῶν νοημάτων Ἡρώδειοί τε καὶ ἀπορρήτως γλυκεῖαι. ἔξεστι δὲ αὐτὸν θεωρεῖν ἐπὶ τοῦ τῆς εἰκόνος ἐρῶντος, εἰ μὴ μειρακιεύεσθαι δόξω. εἴρηται δὲ ὧδε· ὦ κάλλος ἔμψυχον ἐν ἀψύχῳ σώματι, τίς ἄρα σε δαιμόνων ἐδημιούργησεν; πειθώ τις ἢ χάρις ἢ αὐτὸς ὁ Ἔρως, ὁ τοῦ κάλλους πατήρ; ὡς πάντα σοι πρόσεστιν ἐν ἀληθείᾳ προσώπου στάσις χρόας ἄνθος βλέμματος κέντρον μειδίαμα κεχαρισμένον παρειῶν ἔρευθος ἀκοῆς ἴχνος. ἔχεις δὲ καὶ φωνὴν μέλλουσαν ἀεί. τάχα τι καὶ λαλεῖς, ἀλλʼ ἐμοῦ μὴ παρόντος, ἀνέραστε καὶ βάσκανε, πρὸς πιστὸν ἐραστὴν ἄπιστε. οὐδενός μοι μετέδωκας ῥήματος· τοιγαροῦν τὴν φρικωδεστάτην ἅπασιν ἀεὶ τοῖς καλοῖς ἀρὰν ἐπὶ σοὶ θήσομαι· εὔχομαί σοι γηρᾶσαι. τελευτῆσαι δὲ αὐτὸν οἱ μὲν Ἀθήνησι, οἱ δὲ οἴκοι,2 μεσαιπόλιόν τε καὶ παριόντα ἐς γῆρας, γενέσθαι δὲ ἀγροικότερον τὸ εἶδος καὶ κατὰ τὸν Μάρκου τοῦ Βυζαντίου αὐχμόν.
来自安德罗斯岛的智者奥诺马尔库斯虽未受到赞赏,却也不显得应受指责。因为他教授修辞的时期,正是哈德良与赫雷斯托斯在雅典执教之时;但他因毗邻小亚细亚,便如染上眼疾一般沾染了伊奥尼亚风格——这一风格在以弗所尤其受到推崇——以至于某些诬陷此人的人竟以为他甚至未曾听过希罗德讲学。盖因在表达风格上,他的确因我所说的缘由而在某些方面有所败坏,然而其构思谋篇却具有希罗德的风采,并且难以言表地甜美。若不至于被认为显得幼稚,我们尽可在《恋慕画像者》中来审视他。该篇有如下一段辞句: “哎,无生气的躯体中活生生的美丽啊,究竟是哪位神祇造就了你?是某位诱导女神,还是美惠女神,抑或是美之父爱神本人?你身上当真一切俱全:面容的神态、肤色的华采、目光的穿透、迷人的微笑、双颊的绯红、倾听的神韵。你甚至拥有一种永远呼之欲出的声音。或许你确实也说了些什么,却是在我不在场之时,你这无情而嫉妒的家伙,对忠贞恋人不忠之人!你未曾施舍我半句言辞;因此,我要将那对所有美貌之人而言向来最可怖的诅咒加诸于你:我祈愿你变老。” 据说他去世时——有人说在雅典,有人说在故乡——头发已花白并步入暮年,且其相貌颇为粗俗鄙野,带有拜占庭的马尔库斯那种不修边幅的粗砺。
- 2.18.1τῆς Ἰωνικῆς ἰδέας οἷον ὀφθαλμίας ἔσπασε
动词 ἔσπασε(σπάω 的不定过去时)意为“染上”、“吸入”,支配作宾语的部分属格 τῆς Ἰωνικῆς ἰδέας。插入语 οἷον ὀφθαλμίας(“如同眼疾一般”)同样作属格,形象地比喻他如同传染上眼部疾患一样沾染了伊奥尼亚式的修辞风格。
- 2.18.1τελευτῆσαι δὲ αὐτὸν οἱ μὲν Ἀθήνησι, οἱ δὲ οἴκοι
句首的不定式 τελευτῆσαι(以及后文的 γενέσθαι)是表达传闻的间接引语不定式(相当于“据说……”),带宾格主语 αὐτόν。主格短语 οἱ μὲν ... οἱ δὲ ... 作省略的言说动词(如 φασίν)的主语,用以对照指出信息来源的不同群体(“有人说……,有人说……”)。
